Βιβλία - Πηγαί

Books - Sources

Ὡρολόγιον - Μεσονυκτικόν

Horologion - Midnight Office

Μηναῖον - Τῌ Ϛʹ ΑΥΓΟΥΣΤΟΥ

Menaion - August 6

Ἀνάμνησις τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος

Commemoration of the Transfiguration of our Savior

__________

__________

   

   

ΜΕΣΟΝΥΚΤΙΚΟΝ

MIDNIGHT OFFICE

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is our God always, now and ever and to the ages of ages.

( Ἀμήν. )

( Amen. )

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, O God, glory to You.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῷσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Heavenly King, Comforter, Spirit of Truth, present in all places and filling all things, treasury of good things and giver of life: come; take Your abode in us; cleanse us of every stain, and save our souls, O Good one. [GOA]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. [GOA]

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν. Κύριε, ἐλέησον. (ιβʹ)

Amen. Lord, have mercy. (12)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before Christ God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Come, let us worship and bow down before Him, Christ our King and God.

Ψαλμὸς Nʹ (50).

Psalm 50 (51).

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS]

Εἰ οὐκ ἐτελέσθη ἡ Λιτὴ εἰς τὸν Ἑσπερινόν, τὰ ἑξῆς·

If the Lity was not sung at Vespers, sing the following:

ΧΟΡΟΣ

CHOIR

Ἰδιόμελα τῆς Λιτῆς.

Idiomela of the Lity.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος βʹ.

Mode 2.

Ὁ φωτί σου ἅπασαν τὴν οἰκουμένην ἁγιάσας, εἰς ὄρος ὑψηλὸν μετεμορφώθης ἀγαθέ, δείξας τοῖς Μαθηταῖς σου τὴν δυναστείαν σου, ὅτι κόσμον λυτροῦσαι ἐκ παραβάσεως· διὸ βοῶμέν σοι· Εὔσπλαγχνε Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

O Good One who sanctified the entire world with Your light, You were transfigured on a high mountain; and to Your Disciples You showed Your power, that You deliver the world from transgression. Therefore we cry out to You: O compassionate Lord, save our souls! [SD]

Ἦχος βʹ.

Mode 2.

Ὁ ἐν τῷ ὄρει τῷ Θαβώρ, μεταμορφωθεὶς ἐν δόξῃ Χριστὲ ὁ Θεός, καὶ ὑποδείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν τῆς σῆς Θεότητος, καταύγασον καὶ ἡμᾶς, τῷ φωτὶ τῆς σῆς ἐπιγνώσεως, καὶ ὁδήγησον ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

On Mount Tabor, You were transfigured in glory, O Christ our God, and to Your Apostles You revealed the glory of Your divinity. We pray You, shine on us also, with the light of true knowledge of You, and guide us on the path of Your commandments, for only You are good and love humanity. [SD]

Ἦχος βʹ.

Mode 2.

Τὸ προήλιον σέλας Χριστός, σωματικῶς ἐπὶ τῆς γῆς περιπολεύων, καὶ πρὶν τοῦ Σταυροῦ, ἅπαντα τὰ τῆς φρικτῆς οἰκονομίας τελέσας θεοπρεπῶς, σήμερον ἐν Θαβώρ τῷ ὄρει, μυστικῶς τῆς Τριάδος τὸν τύπον ὑποδείκνυσι· τοὺς γὰρ προκρίτους, τρεῖς τῶν Μαθητῶν, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, σὺν αὐτῷ ἀγαγὼν κατʼ ἰδίαν, καὶ μικρὸν ὑποκρύψας τῆς σαρκὸς τὸ πρόσλημμα, μετεμορφώθη ἔμπροσθεν αὐτῶν, ἐμφαίνων τοῦ ἀρχετύπου κάλλους τὴν εὐπρέπειαν, καὶ ταύτην οὐχ ὁλόκληρον, τὸ μέν πληροφορῶν αὐτούς, τὸ δὲ καὶ φειδόμενος, μήπως σὺν τῇ ὁράσει καὶ τὸ ζῆν ἀπολέσωσιν, ἀλλʼ ὡς ἠδύναντο χωρεῖν τοὺς σωματικοὺς ὀφθαλμοὺς περιφέροντες. Καὶ προφητῶν τοὺς ἀκραίμονας, Μωϋσῆν καὶ Ἠλίαν ἠνέγκατο, ἀναλόγως μαρτυροῦντας αὐτοῦ τὴν Θεότητα, καὶ ὅτι αὐτὸς ἐστι τὸ ἀληθινὸν τῆς πατρικῆς οὐσίας ἀπαύγασμα, ὁ κυριεύων ζώντων καὶ νεκρῶν. Διὸ καὶ νεφέλη καθάπερ σκηνή, περιέσχεν αὐτούς, καὶ φωνὴ ἄνωθεν τοῦ Πατρὸς ἐκ τῆς νεφέλης, ἠχητικῶς προσμαρτυροῦσα καὶ λέγουσα· Οὗτός ἐστιν ὃν ἀῤῥεύστως ἐκ γαστρός, πρὸ ἑωσφόρου ἐγέννησα, Υἱὸς ὁ ἀγαπητός μου, ὃν ἀπέστειλα σῶσαι, τοὺς εἰς Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα Ἅγιον βαπτιζομένους, καὶ ὁμολογοῦντας πιστῶς, ὡς ἀδιαίρετόν ἐστιν ἓν τὸ κράτος τῆς Θεότητος, αὐτοῦ ἀκούετε. Αὐτὸς οὖν φιλάνθρωπε Χριστὲ ὁ Θεός, καὶ ἡμᾶς καταύγασον, ἐν τῷ φωτὶ τῆς ἀπροσίτου σου δόξης, καὶ ἀξίους ἀνάδειξον κληρονόμους, τῆς ἀτελευτήτου βασιλείας σου, ὡς ὑπεράγαθος.

Christ, the light that shined before the sun, like the sun moved over the earth in His body; and, before His Crucifixion, He executed His awesome plan for salvation in a manner fitting His divine majesty. And so, today on Mt. Tabor, He mystically reveals the image of the Trinity. He took His three select Disciples, Peter, James and John, and led them up with himself. And then He briefly concealed the flesh that He had assumed, and He was transfigured before them. In so doing, He showed them the majesty of His original beauty, although not completely, but just enough to inform them, as much as their physical eyes could bear, and still spare them, lest the full vision cause them to lose their life. Then He brought in the pinnacles of the Prophets, Moses and Elijah; and each in his own way testified that He is God, and that He is the true radiance of the Father’s essence, and that He is Lord of both the living and the dead. Then a cloud, like a tent, overshadowed them, and the voice of the Father on high came from the cloud, and audibly bore witness and said, “This is the One whom I begot without changing from the womb before the morning star, my beloved Son, whom I sent to save those who are baptized in the Father and the Son and the Holy Spirit and who with faith confess that undivided is the one dominion of the Godhead. Listen to Him.” O humane Savior, Christ our God, we pray You to illumine us as well, with the light of Your unapproachable glory, and show us to be worthy recipients of your kingdom that has no end. [SD]

Δόξα.

Glory.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν καὶ θεασώμεθα τὴν δόξαν τῆς Μεταμορφώσεως αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, φωτὶ προσλάβωμεν φῶς, καὶ μετάρσιοι γενόμενοι τῷ πνεύματι, Τριάδα ὁμοούσιον ὑμνήσωμεν εἰς τοὺς αἰῶνας.

Come, let us go up to the mountain of the Lord, and to the house of our God, and we shall behold the glory of His Transfiguration, glory as of the only Son from the Father. By light let us receive light, and when we are uplifted by the Spirit, let us sing hymns to the consubstantial Trinity to the ages. [SD]

Καὶ νῦν.

Both now.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Νόμου καὶ Προφητῶν σε Χριστέ, ποιητὴν καὶ πληρωτὴν ἐμαρτύρησαν, ὁρῶντες ἐν τῇ νεφέλῃ, Μωϋσῆς ὁ θεόπτης, καὶ Ἠλίας ὁ ἔμπυρος ἁρματηλάτης, καὶ ἄφλεκτος οὐρανοδρόμος, ἐπὶ τῆς Μεταμορφώσεώς σου. Μεθʼ ὧν καὶ ἡμᾶς, τοῦ σοῦ φωτισμοῦ ἀξίωσον Δέσποτα, ὑμνεῖν σε εἰς τοὺς αἰῶνας.

Moses, the seer of God, and Elias, the fiery charioteer who races unburnt across the heavens, saw You in the cloud at Your Transfiguration, O Christ; and they bore witness that You are the Author and Fulfiller of the Law and the Prophets. We pray You, O Master, count us worthy, like them, to receive Your illumination, and to sing Your praises to the ages. [SD]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. [GOA]

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

Ἀπολυτίκιον.

Apolytikion.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος βαρύς.

Grave Mode.

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

You were transfigured upon the mountain, O Christ our God, showing to Your disciples Your glory as much as they could bear. Do also in us, sinners though we may be, shine Your everlasting light, by the intercessions of the Theotokos, O Giver of light. Glory to You. [SD]

Κύριε, ἐλέησον. (μʹ)

Lord, have mercy. (40)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify.

Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ.

In the name of the Lord, Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Ὁ Θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς· ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφʼ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

May God have compassion on us and bless us; may his face shine upon us and have mercy on us.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Πάτερ ἅγιε, εὐλόγησον.

Holy father, give the blessing!

ΙΕΡΕΥΣ

PRIEST

Ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθεὶς ἐν δόξῃ, ἐνώπιον τῶν ἁγίων αὐτοῦ Μαθητῶν καὶ Ἀποστόλων, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· καὶ πάντων τῶν ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May He who was transfigured in glory on mount Tabor in front of His holy disciples and Apostles, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.

Let us pray for the peace of the world.

ΧΟΡΟΣ (χῦμα μεθʼ ἑκάστην δέησιν)

CHOIR (intoned after each petition)

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

For the pious and Orthodox Christians.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).

For our our Archbishop (name).

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους.

For our nation.

Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.

For the armed forces.

Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν.

For our absent fathers, brothers and sisters.

Ὑπερ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.

For those who help us and those who serve us.

Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.

For those who hate us and those who love us.

Ὑπερ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.

For those who have asked us, the unworthy, to pray for them.

Ὑπὲρ ἀναῤῥύσεως τῶν αἰχμαλώτων.

For the release of the captives.

Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.

For those sailing the seas.

Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.

For those laid up with illnesses.

Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.

Let us also pray for the abundance of the fruits of the earth.

Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων.

And for all our fathers and brethren departed this life, those who lie here in peace, and the Orthodox everywhere.

Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Let us say for ourselves, also: Lord, have mercy; Lord, have mercy; Lord, have mercy.

Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.