Βιβλία - Πηγαί

Books - Sources

Ἱερατικόν

Hieratikon

Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου

Divine Liturgy of St. John Chrysostom

Μηναῖον - Τῌ Ϛʹ ΑΥΓΟΥΣΤΟΥ

Menaion - August 6

Ἀνάμνησις τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος

Commemoration of the Transfiguration of our Savior

__________

__________

   

   

ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ

LITURGY OF ST. JOHN CHRYSOSTOM

Ἀντίφωνον Αʹ. Ἦχος βʹ. Ψαλμοὶ 47, 64, 103, 97.

Antiphon 1. Mode 2. Psalms 47, 64, 103, 97.

Στίχ. αʹ. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν.

Verse 1: Great is the Lord, and greatly to be praised in the city of our God. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us.

Στίχ. βʹ. Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ.

Verse 2: He who prepares mountains in His strength.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us.

Στίχ. γʹ. Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον.

Verse 3: You cover Yourself with light as with a garment.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us.

Στίχ. δʹ. Τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου Κυρίου.

Verse 4: The mountains shall greatly rejoice at the presence of the Lord.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us.

Δόξα· καὶ νῦν.

Glory. Both now.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us.

   

   

Ἀντίφωνον Βʹ. Ἦχος βʹ. Ψαλμὸς 86.

Antiphon 2. Mode 2. Psalm 86.

Στίχ. αʹ. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις.

Verse 1: His foundations are in the holy mountains. [SAAS]

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, who were transfigured on Mt. Tabor. We sing to You, Alleluia.

Στίχ. βʹ. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ.

Verse 2: The Lord loves the gates of Zion more than all the dwellings of Jacob.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, who were transfigured on Mt. Tabor. We sing to You, Alleluia.

Στίχ. γʹ. Δεδοξασμένα ἐλαλήθη περὶ, σοῦ ἡ πόλις τοῦ Θεοῦ.

Verse 3: Glorious things were said concerning you, O city of God.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, who were transfigured on Mt. Tabor. We sing to You, Alleluia.

Στίχ. δʹ. Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος· καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ.

Verse 4: A man will say, “Mother Zion,” and a man was born in her.

Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O Son of God, who were transfigured on Mt. Tabor. We sing to You, Alleluia.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Only-begotten Son and Logos of God, being immortal, You condescended for our salvation to take flesh from the holy Theotokos and ever-virgin Mary and, without change, became man. Christ, our God, You were crucified and conquered death by death. Being one of the Holy Trinity, glorified with the Father and the Holy Spirit: Save us.

   

   

Ἀντίφωνον Γʹ. Ἦχος βαρύς. Ψαλμὸς 88.

Antiphon 3. Grave Mode. Psalm 88.

Στίχ. αʹ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.

Verse 1: O Lord, I will sing of Your mercies forever. [SAAS]

Στίχ. βʹ. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.

Verse 2: The heavens shall confess Your wonders, O Lord.

Στίχ. γʹ. Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν.

Verse 3: Blessed are the people who know glad shouting.

Στίχ. δʹ. Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν.

Verse 4: O Lord, they shall walk in the light of Your face, and shall greatly rejoice in Your name the whole day long.

Ἀπολυτίκιον. Ἦχος βαρύς.

Apolytikion. Grave Mode.

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

You were transfigured upon the mountain, O Christ our God, showing to Your disciples Your glory as much as they could bear. Do also in us, sinners though we may be, shine Your everlasting light, by the intercessions of the Theotokos, O Giver of light. Glory to You. [SD]

   

   

Εἰσοδικόν. Ἦχος βʹ.

Entrance Hymn. Mode 2.

Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, Κύριε, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα.

For with You, Lord, is the fountain of life; in Your light we shall see light. Save us, O Son of God, who were transfigured on Mt. Tabor. We sing to You, Alleluia.

   

   

Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον

Hymns after the Entrance.

Ἀπολυτίκιον τῆς Ἑορτῆς.

Apolytikion of the Feast.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος βαρύς.

Grave Mode.

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. (3)

You were transfigured upon the mountain, O Christ our God, showing to Your disciples Your glory as much as they could bear. Do also in us, sinners though we may be, shine Your everlasting light, by the intercessions of the Theotokos, O Giver of light. Glory to You. (3) [SD]

Τοῦ Μηναίου - - -

From Menaion - - -

Κοντάκιον.

Kontakion.

Ἦχος βαρύς.

Grave Mode.

Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.

Upon the mountain were You transfigured, and Your disciples beheld Your glory as far as they were able, O Christ our God; so that when they would see You crucified they might understand that Your Passion was deliberate, and declare to the world that in truth You are the Father’s radiance. [SD]

   

   

Ὁ Τρισάγιος Ὗμνος

Trisagios Hymn

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy Immortal, have mercy on us.

   

   

Ὁ Ἀπόστολος

The Epistle

Τῆς Ἑορτῆς.

For the Feast.

Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 103.

Prokeimenon. Mode 4. Psalm 103.

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.

O Lord, Your works shall be magnified greatly; You made all things in wisdom. [SAAS]

Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα.

Verse: Bless the Lord, O my soul. O Lord my God, You are magnified exceedingly. [SAAS]

Καθολικῆς Βʹ Ἐπιστολῆς Πέτρου τὸ ἀνάγνωσμα.

The reading is from Peter’s Second Universal Letter.

Βʹ Πε 1:10 – 19

2 Pet. 1:10 – 19

Ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε. οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. Διὸ οὐκ ἀμελήσω ἀεὶ ὑμᾶς ὑπομιμνήσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ. δίκαιον δὲ ἡγοῦμαι, ἐφ᾿ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει, εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδήλωσέ μοι. σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι. Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ᾿ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος. λαβὼν γὰρ παρὰ Θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὃν ἐγὼ εὐδόκησα, — καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν, σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ. καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν.

Brethren, be more zealous to confirm your call and election, for if you do this you will never fall; so there will be richly provided for you an entrance into the eternal kingdom of our Lord and Savior Jesus Christ. Therefore I intend always to remind you of these things, though you know them and are established in the truth that you have. I think it right, as long as I am in this body, to arouse you by way of reminder, since I know that the putting off of my body will be soon, as our Lord Jesus Christ showed me. And I will see to it that after my departure you may be able at any time to recall these things. For we did not follow cleverly devised myths when we made known to you the power and coming of our Lord Jesus Christ, but we were eyewitnesses of his majesty. For when he received honor and glory from God the Father and the voice was borne to him by the Majestic Glory, “This is my beloved Son, with whom I am well pleased,” we heard this voice borne from heaven, for we were with him on the holy mountain. And we have the prophetic word made more sure. You will do well to pay attention to this as to a lamp shining in a dark place, until the day dawns and the morning star rises in your hearts. [RSV]

   

   

Ἀλληλούϊα. Ἦχος πλ. δʹ. Ψαλμοὶ 88, 143.

Alleluia. Mode pl. 4. Psalms 88, 143.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. αʹ. Σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας.

Verse 1: The heavens belong to You, and the earth is Yours; You founded the world and all its fullness. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. βʹ. Μακάριος ὁ λαός, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ.

Verse 2: Blessed is the people whose God is the Lord.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Τὸ Εὐαγγέλιον

The Gospel

Τῆς Ἑορτῆς.

For the Feast.

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Matthew.

Μτ 17:1 – 9

Mt. 17:1 – 9

Τῷ καιρῷ ἐκείνῳ, παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες. ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ. ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε· καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· ἐγέρθητε καὶ μὴ φοβεῖσθε. ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον. καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.

At that time, Jesus took with him Peter and James and John his brother, and led them up a high mountain apart. And he was transfigured before them, and his face shone like the sun, and his garments became white as light. And behold, there appeared to them Moses and Elijah, talking with him. And Peter said to Jesus, “Lord, it is well that we are here; if you wish, I will make three booths here, one for you and one for Moses and one for Elijah.” He was still speaking, when lo, a bright cloud overshadowed them, and a voice from the cloud said, “This is my beloved Son, with whom I am well pleased; listen to him.” When the disciples heard this, they fell on their faces, and were filled with awe. But Jesus came and touched them, saying, “Rise, and have no fear.” And when they lifted up their eyes, they saw no one but Jesus only. And as they were coming down the mountain, Jesus commanded them, “Tell no one the vision, until the Son of man is raised from the dead.” [RSV]

   

   

Ὕμνος εἰς τὴν Θεοτόκον.

Hymn to the Theotokos.

ᾨδὴ ζʹ. Τροπάριον.

Ode vii. Troparion.

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Νῦν τὰ ἀνήκουστα ἠκούσθη· ὁ ἀπάτωρ γὰρ Υἱὸς ἐκ τῆς Παρθένου, τῇ πατρῴᾳ φωνῇ, ἐνδόξως μαρτυρεῖται, οἷα Θεὸς καὶ ἄνθρωπος, ὁ αὐτὸς εἰς τοὺς αἰῶνας.

Now we have heard what was unheard of. * For the Father’s voice has gloriously borne witness * to His Son, who was born without a father from the Virgin, * because the Son is God and man, * in one person, to the ages. [SD]

   

   

Κοινωνικόν.

Communion Hymn.

Ἐν τῷ φωτὶ τῆς δόξης τοῦ προσώπου σου, Κύριε, πορευσόμεθα εἰς τὸν αἰῶνα. Ἀλληλούϊα.

We shall walk in the light of the glory of Your face, O Lord, forever. Alleluia. [SAAS]

Δείξε Ἐκλογήν.

Show Selected Verses.

Ἐκλογὴ εἰς τὴν Μεταμόρφωσιν τοῦ Σωτῆρος

Selected Psalm Verses for Transfiguration

1. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα. (47:2)

1. Great is the Lord, and greatly to be praised. (47:2) [SAAS]

2. Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ. (47:2)

2. In the city of our God, in His holy mountain. (47:2) [SAAS]

3. Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ. (64:7)

3. He who prepares mountains in His strength. (64:7) [SAAS]

4. Ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. (103:2)

4. You cover Yourself with light as with a garment. (103:2) [SAAS]

5. Τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου Κυρίου, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. (97:8)

5. The mountains shall greatly rejoice at the presence of the Lord. And He shall be seen in His glory. (97:8) [SAAS]

6. Πιανθήσεται τὰ ὄρη τῆς ἐρήμου, καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. (64:13)

6. The desert fruits will be made fat, and the hills will be girded with rejoicing. (64:13) [SAAS]

7. Ὄρος τοῦ Θεοῦ, ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον. (67:16)

7. The mountain of God is a fertile mountain, a mountain richly curdled with milk, a fat mountain. (67:16) [SAAS]

8. Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; (23:3)

8. Who shall ascend to the mountain of the Lord? Who shall stand in His holy place? (23:3) [SAAS]

9. Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; (14:1)

9. O Lord, who shall dwell in Your tabernacle? Who shall live in Your holy mountain? (14:1) [SAAS]

10. Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου. (42:3)

10. Send out Your light and Your truth. (42:3) [SAAS]

11. Αὐτά με ὡδήγησαν, καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου. (42:3)

11. They guided me and led me to Your holy mountain. (42:3) [SAAS]

12. Ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου. (43:4)

12. It was Your right hand and Your arm, and the light of Your countenance. (43:4) [SAAS]

13. Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. (75:5)

13. You give light wondrously from the everlasting mountains. (75:5) [SAAS]

14. Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ. (73:16)

14. The day is Yours, and the night is Yours. (73:16) [SAAS]

15. Σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. (73:16)

15. You created the light and the sun. (73:16) [SAAS]

16. Σὺ ἐποίησας πάντα τὰ ὡραῖα τῆς γῆς. (73:17)

16. You made all the boundaries of the earth. (73:17) [SAAS]

17. Θέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά. (73:17)

17. Summer and winter, You formed these things. (73:17) [SAAS]

18. Σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν ἡ γῆ. (88:12)

18. The heavens belong to You, and the earth is Yours. (88:12) [SAAS]

19. Τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. (88:12)

19. You founded the world and all its fullness. (88:12) [SAAS]

20. Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας. (88:13)

20. You created the north wind and the seas. (88:13) [SAAS]

21. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. (88:13)

21. Tabor and Hermon shall greatly rejoice in Your name. (88:13) [SAAS]

22. Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται. (88:16)

22. O Lord, they shall walk in the light of Your face. (88:16) [SAAS]

23. Καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν. (88:17)

23. They shall greatly rejoice in Your name the whole day long. (88:17) [SAAS]

24. Καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται. (88:17)

24. They shall be exalted in Your righteousness. (88:17) [SAAS]

25. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (89:17)

25. Let the brightness of the Lord our God be upon us, from this present time and unto the ages. (89:17) [SAAS]

Κρύψε Ἐκλογήν.

Hide Selected Verses.

   

   

Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν.

Hymn after Holy Communion.

Ἀντὶ τό· Εἴδομεν τὸ φῶς.

Instead of “We have seen.”

Ἦχος βαρύς.

Grave Mode.

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

You were transfigured upon the mountain, O Christ our God, showing to Your disciples Your glory as much as they could bear. Do also in us, sinners though we may be, shine Your everlasting light, by the intercessions of the Theotokos, O Giver of light. Glory to You. [SD]

   

   

ΑΠΟΛΥΣΙΣ

DISMISSAL

Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, O Christ our God. Glory to You.

Ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθεὶς ἐν δόξῃ, ἐνώπιον τῶν ἁγίων αὐτοῦ Μαθητῶν καὶ Ἀποστόλων, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· καὶ πάντων τῶν ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May He who was transfigured in glory on mount Tabor in front of His holy disciples and Apostles, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις ἰχθύος.

Fish: fish, oil and wine are allowed. Refrain from meat, dairy and eggs.

Εἶναι μεγάλη ἑορτή.

It is a major feast.