2024

2024

Τῇ Κυριακῇ | Τῌ ΚΗʹ ΙΟΥΛΙΟΥ

On Sunday | July 28

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Κυριακῇ Πέμπτῃ

Fifth Sunday

Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Romans.

Ρωμ 10:1 – 10

Rom. 10:1 – 10

Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν· μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾿ οὐ κατ᾿ ἐπίγνωσιν. ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει· μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ᾿ ἔστι Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ᾿ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. ἀλλὰ τί λέγει; ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ᾿ ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.

Brethren, my heart’s desire and prayer to God for them is that they may be saved. I bear them witness that they have a zeal for God, but it is not enlightened. For, being ignorant of the righteousness that comes from God, and seeking to establish their own, they did not submit to God’s righteousness. For Christ is the end of the law, that every one who has faith may be justified. Moses writes that the man who practices the righteousness which is based on the law shall live by it. But the righteousness based on faith says, Do not say in your heart, “Who will ascend into heaven?” (that is, to bring Christ down) or “Who will descend into the abyss?” (that is, to bring Christ up from the dead). But what does it say? The word is near you, on your lips and in your heart (that is, the word of faith which we preach); because, if you confess with your lips that Jesus is Lord and believe in your heart that God raised him from the dead, you will be saved. For man believes with his heart and so is justified, and he confesses with his lips and so is saved. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Κυριακῇ Πέμπτῃ τοῦ Ματθαίου

Fifth Sunday of Matthew

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Matthew.

Μτ 8:28 – 34, 9:1

Mt. 8:28 – 34, 9:1

Τῷ καιρῷ ἐκείνῳ, ἐλθόντι τῷ Ἰησοῦ εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. καὶ ἰδοὺ ἔκραξαν λέγοντες· τί ἡμῖν καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. καὶ εἶπεν αὐτοῖς· ὑπάγετε. οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδοὺ ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν. Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.

At that time, when Jesus came to the other side, to the country of the Gergesenes, two demoniacs met him, coming out of the tombs, so fierce that no one would pass that way. And behold, they cried out, “What have you to do with us, O Son of God? Have you come here to torment us before the time?” Now a herd of many swine was feeding at some distance from them. And the demons begged him, “If you cast us out, send us away into the herd of swine.” And he said to them, “Go.” So they came out and went into the swine; and behold, the whole herd rushed down the steep bank into the sea, and perished in the waters. The herdsmen fled, and going into the city they told everything, and what had happened to the demoniacs. And behold, all the city came out to meet Jesus; and when they saw him, they begged him to leave their neighborhood. And getting into a boat he crossed over and came to his own city. [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τῶν Ἀποστόλων.

For the Apostles.

Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα.

The reading is from the Acts of the Apostles.

Πραξ 6:1 – 7

Acts 6:1 – 7

Ἐν ταῖς ἡμέραις ἐκείναις, πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν Ἑλληνιστῶν πρὸς τοὺς Ἑβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον· οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος Ἁγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα, οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν Ἰουδαίων ὑπήκουον τῇ πίστει.

In those days, when the disciples were increasing in number, the Hellenists murmured against the Hebrews because their widows were neglected in the daily distribution. And the twelve summoned the body of the disciples and said, “It is not right that we should give up preaching the word of God to serve tables. Therefore, brethren, pick out from among you seven men of good repute, full of the Spirit and of wisdom, whom we may appoint to this duty. But we will devote ourselves to prayer and to the ministry of the word.” And what they said pleased the whole multitude, and they chose Stephen, a man full of faith and of the Holy Spirit, and Philip, and Prochorus, and Nicanor, and Timon, and Parmenas, and Nicolaus, a proselyte of Antioch. These they set before the apostles, and they prayed and laid their hands upon them. And the word of God increased; and the number of the disciples multiplied greatly in Jerusalem, and a great many of the priests were obedient to the faith. [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΗʹ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Διακόνων Προχόρου, Νικάνορος, Τίμωνος καὶ Παρμενᾶ.

On July 28, we commemorate the holy Apostles and Deacons Prochorus, Nicanor, Timon, and Parmenas.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐσταθίου τοῦ ἐν Ἀγκύρᾳ.

On this day we also commemorate the holy Martyr Eustathius of Ancyra.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀκακίου· καὶ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τοῖς Διακονίσσης.

On this day we also commemorate the holy Martyr Acakius; and the consecration of the church of the Most Holy Theotokos in the Quarter of Deaconess.

Ἡ Ἁγία Μάρτυς Δροσίς, ἐν χώνῃ χρυσῇ βληθεῖσα, τελειοῦται.

On this day the holy Martyr Drosis died after she was cast into a crucible of gold.

Μνήμη τῆς Ὁσίας μητρὸς ἡμῶν Εἰρήνης τῆς ἐκ Καππαδοκίας, ἀσκησάσης ἐν τῇ Μονῇ τοῦ Χρυσοβαλάντου.

On this day we also commemorate our devout Mother Irene of Cappadocia, who lived in asceticism in the Monastery of Chrysovalantou.

Ὁ Ὅσιος Παῦλος ὁ Ξηροποταμηνός, ὁ ἱδρύσας τὰς δύο Μονάς, τὴν τοῦ Ξηροποτάμου καὶ τὴν τοῦ Ἁγίου Παύλου, ἤτοι τὴν τοῦ Ἁγίου Γεωργίου, ἐν Ἁγίῳ Ὄρει, ὁ ἐν ἔτει 820 ἀκμάσας, ἐν εἰρήνῃ τελειοῦται.

The devout Paul Xeropotaminos, who founded two Monasteries on Mount Athos, Xeropotamou and Saint Paul’s (which is dedicated to Saint George), and who flourished in the year 820, reposed in peace.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.