2024

2024

Τῇ Τρίτῃ | Τῌ ΚΓʹ ΙΟΥΛΙΟΥ

On Tuesday | July 23

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Τρίτῃ τῆς Εʹ Ἑβδομάδος

Tuesday of the 5th Week

Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Romans.

Ρωμ 14:9 – 18

Rom. 14:9 – 18

Ἀδελφοί, εἰς τοῦτο Χριστὸς καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖς τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ. γέγραπται γάρ· ζῶ ἐγώ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. ἄρα οὖν ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ. Μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸν δι᾿ αὐτοῦ· εἰ μὴ τῷ λογιζομένῳ τι κοινὸν εἶναι, ἐκείνῳ κοινόν. εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ ἀγάπην περιπατεῖς. μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανε. μὴ βλασφημείσθω οὖν ὑμῶν τὸ ἀγαθόν. οὐ γάρ ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν Πνεύματι Ἁγίῳ· ὁ γὰρ ἐν τούτοις δουλεύων τῷ Χριστῷ εὐάρεστος τῷ Θεῷ καὶ δόκιμος τοῖς ἀνθρώποις.

Brethren, to this end Christ died and rose and lived again, that he might be Lord both of the dead and of the living. Why do you pass judgment on your brother? Or you, why do you despise your brother? For we shall all stand before the judgment seat of God; for it is written. “As I live, says the Lord, every knee shall bow to me, and every tongue shall give praise to God.” So each of us shall give account of himself to God. Then let us no more pass judgment on one another, but rather decide never to put a stumbling block or hindrance in the way of a brother. I know and am persuaded in the Lord Jesus that nothing is unclean in itself; but it is unclean for any one who thinks it unclean. If your brother is being injured by what you eat, you are no longer walking in love. Do not let what you eat cause the ruin of one for whom Christ died. So do not let your good be spoken of as evil. For the kingdom of God is not food and drink but righteousness and peace and joy in the Holy Spirit; he who thus serves Christ is acceptable to God and approved by men. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Τρίτῃ τῆς Εʹ Ἑβδομάδος τοῦ Ματθαίου

Tuesday of the 5th Week of Matthew

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Matthew.

Μτ 12:14 – 16, 22 – 30

Mt. 12:14 – 16, 22 – 30

Τῷ καιρῷ ἐκείνῳ συμβούλιον ἔλαβον οἱ Φαρισαῖοι κατὰ τοῦ Ἰησοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν. Ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν· καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας, καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν ποιήσωσιν αὐτόν. Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος τυφλὸς καὶ κωφός, καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν τυφλὸν καὶ κωφὸν καὶ λαλεῖν καὶ βλέπειν· καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον· μήτι οὗτός ἐστιν ὁ Χριστὸς ὁ υἱὸς Δαυΐδ; οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον· οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν τῷ Βεελζεβούλ, ἄρχοντι τῶν δαιμονίων. εἰδὼς δὲ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς· πᾶσα βασιλεία μερισθεῖσα καθ᾿ ἑαυτὴν ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ᾿ ἑαυτὴν οὐ σταθήσεται. καὶ εἰ ὁ σατανᾶς τὸν σατανᾶν ἐκβάλλει, ἐφ᾿ ἑαυτὸν ἐμερίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ; καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβαλοῦσι; διὰ τοῦτο αὐτοὶ κριταὶ ἔσονται ὑμῶν. εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ᾿ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ἁρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει. ὁ μὴ ὢν μετ᾿ ἐμοῦ κατ᾿ ἐμοῦ ἐστι, καὶ ὁ μὴ συνάγων μετ᾿ ἐμοῦ σκορπίζει.

At that time, the Pharisees took counsel against Jesus, how to destroy him. Jesus, aware of this, withdrew from there. And many crowds followed him, and he healed them all, and ordered them not to make him known. Then a blind and dumb demoniac was brought to him, and he healed him, so that the dumb man spoke and saw. And all the people were amazed, and said, “Can this be the Son of David?” But when the Pharisees heard it they said, “It is only by Beelzebul, the prince of demons, that this man casts out demons.” Knowing their thoughts, he said to them, “Every kingdom divided against itself is laid waste, and no city or house divided against itself will stand; and if Satan casts out Satan, he is divided against himself; how then will his kingdom stand? And if I cast out demons by Beelzebul, by whom do your sons cast them out? Therefore they shall be your judges. But if it is by the Spirit of God that I cast out demons, then the kingdom of God has come upon you. Or how can one enter a strong man’s house and plunder his goods, unless he first binds the strong man? Then indeed he may plunder his house. He who is not with me is against me, and he who does not gather with me scatters.” [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΓʹ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φωκᾶ.

On July 23, we commemorate the holy Hieromartyr Phocas.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Προφήτου, Ἰεζεκιήλ.

On this day we also commemorate the holy Prophet Ezekiel.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Ἀπολιναρίου καὶ Βιταλίου, Ἐπισκόπων Ῥαβέννης· καὶ Ἀπολλωνίου Ῥώμης· καὶ τῶν ἐν Καρχηδόνι ἑπτὰ Μαρτύρων· καὶ Ἀνάμνησις τῶν ἐν Βουλγαρίᾳ τελειωθέντων χριστιανῶν, ἐπὶ Νικηφόρου τοῦ βασιλέως.

On this day we also commemorate the holy Hieromartyrs Apollinaris and Vitalis, Bishops of Ravenna; and Apollonius of Rome; and the seven Martyrs in Carthage. We also remember the Christians who were executed in Bulgaria during the reign of Emperor Nicephorus.

Μνήμη τῆς Ὁσίας Ἄννης, τῆς ἐν τῷ Λευκατίῳ (ἢ ἐν τῷ Λευκάτῃ).

We commemorate devout Anne of Leucadius.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Πελαγίας τῆς ἐν Τήνῳ.

On this day we also commemorate our devout Mother Pelagia of Tinos

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.