2024

2024

Τῇ Δευτέρᾳ | Τῌ Αʹ ΙΟΥΛΙΟΥ

On Monday | July 1

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Δευτέρᾳ τῆς Βʹ Ἑβδομάδος

Monday of the 2nd Week

Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Romans.

Ρωμ 2:28 – 29; 3:1 – 18

Rom. 2:28 – 29; 3:1 – 18

Ἀδελφοί, οὐχ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή, ἀλλ᾿ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ᾿ ἐκ τοῦ Θεοῦ. Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς; πολὺ κατὰ πάντα τρόπον. πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ. τί γὰρ εἰ ἠπίστησάν τινες; μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει; μὴ γένοιτο· γινέσθω δὲ ὁ Θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης, καθὼς γέγραπται· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησι, τί ἐροῦμεν; μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω. μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον; εἰ γὰρ ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι, καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθὼς φασί τινες ἡμᾶς λέγειν ὅτι ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά; ὧν τὸ κρῖμα ἔνδικόν ἐστι. Τί οὖν; προεχόμεθα; οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ᾿ ἁμαρτίαν εἶναι, καθὼς γέγραπται ὅτι οὐκ ἔστι δίκαιος οὐδὲ εἷς, οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει· ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα, σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν. οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.

Brethren, he is not a real Jew who is one outwardly, nor is true circumcision something external and physical. He is a Jew who is one inwardly, and real circumcision is a matter of the heart, spiritual and not literal. His praise is not from men but from God. Then what advantage has the Jew? Or what is the value of circumcision? Much in every way. To begin with, the Jews are entrusted with the oracles of God. What if some were unfaithful? Does their faithlessness nullify the faithfulness of God? By no means! Let God be true though every man be false, as it is written, “That you may be justified in you words, and prevail when you art judged.” But if our wickedness serves to show the justice of God, what shall we say? That God is unjust to inflict wrath on us? (I speak in a human way.) By no means! For then how could God judge the world? But if through my falsehood God’s truthfulness abounds to his glory, why am I still being condemned as a sinner? And why not do evil that good may come? — as some people slanderously charge us with saying. Their condemnation is just. What then? Are we Jews any better off? No, not at all; for we have already charged that all men, both Jews and Greeks, are under the power of sin, as it is written: “None is righteous, no, not one; no one understands, no one seeks for God. All have turned aside, together they have gone wrong; no one does good, not even one.” “Their throat is an open grave, they use their tongues to deceive.” “The venom of asps is under their lips.” “Their mouth is full of curses and bitterness.” “Their feet are swift to shed blood, in their paths are ruin and misery, and the way of peace they do not know.” “There is no fear of God before their eyes.” [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Δευτέρᾳ τῆς Βʹ Ἑβδομάδος τοῦ Ματθαίου

Monday of the 2nd Week of Matthew

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Matthew.

Μτ 6:31 – 34, 7:9 – 11

Mt. 6:31 – 34; 7:9 – 11

Εἶπεν ὁ Κύριος· μὴ μεριμνήσητε λέγοντες, τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα; πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει τὰ ἑαυτῆς· ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς. ἢ τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; εἰ οὗν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;

The Lord said, “Do not be anxious, saying, ‘What shall we eat?’ or ‘What shall we drink?’ or ‘What shall we wear?’ For the Gentiles seek all these things; and your heavenly Father knows that you need them all. But seek first the kingdom of God and his righteousness, and all these things shall be yours as well. Therefore do not be anxious about tomorrow, for tomorrow will be anxious for itself. Let the day’s own trouble be sufficient for the day. Or what man of you, if his son asks him for bread, will give him a stone? Or if he asks for a fish, will give him a serpent? If you then, who are evil, know how to give good gifts to your children, how much more will your Father who is in heaven give good things to those who ask him!” [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

2024

2024

Τῌ Αʹ ΙΟΥΛΙΟΥ

July 1

Μνήμη τῶν Ἁγίων Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ τῶν ἐν Ῥώμῃ

Memory of the Holy Unmercenaries Cosmas and Damian of Rome

Τὰ Ἀναγνώσματα τοῦ Χθεσινοῦ Ἑσπερινοῦ

The Readings from Vespers the Previous Evening

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ησ μγʹ 9 – 14

Is 43:9 – 14

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπʼ ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Thus says the Lord: All the nations are gathered together, and the rulers shall be assembled from among them. Who will declare these things or tell us things from the beginning? Let them bring forth their witnesses, and be proven right; and let them speak the truth. “You are My witnesses, and I am a witness,” says the Lord God, “and My Servant whom I chose, that you may know and believe, and understand that I am He. Before Me there was no other God, nor shall there be after Me. I am God, and besides Me there is no one who saves. I proclaimed, and I saved. I denounced foreign gods so there were none among you. You are My witnesses, and I am a witness,” says the Lord God. “Even from the beginning, there is no one who can deliver out of My hands; I will work, and who will reverse it?” Thus says the Lord God who redeems you, the Holy One of Israel. [SAAS]

Σολ γʹ 1 – 9

WSol 3:1 – 9

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφʼ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπʼ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

The souls of the righteous are in the hand of God, and no torture will ever touch them. In the eyes of the undiscerning they seemed to have died, and their departure was considered to be misfortune, and their passage from us to be their destruction; but they are at peace. For though in man’s view they were punished, their hope is full of immortality. Though chastened in a few things, great kindness will be shown them, for God tested them and found them worthy of Himself. He tested them like gold in a furnace and accepted them as a whole burnt offering. In the time of their visitation they will shine forth, and they will run about like sparks through straw. They will judge nations and rule over peoples, and the Lord shall reign over them unto the ages. Those who trust in Him will understand truth, and the faithful shall continue with Him in love, because grace and mercy are upon His elect [and He watches over His holy ones]. [SAAS]

Σολ εʹ 15. Ϛʹ 3

WSol 5:15 – 6:3

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντίς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατʼ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

The righteous live forever, and their reward is with the Lord; and their care is by the Most High. Therefore they shall receive a kingly dwelling of dignity and a crown of beauty from the hand of the Lord, because He will shelter them with His right hand and protect them with His arm. He will take His zeal as His full armor and will turn His creation into weapons against His enemies. He will wear righteousness as a breastplate and put on impartial judgment as a helmet. He will take holiness as an unconquerable shield and sharpen His relentless wrath for a sword; and creation will fight with Him against the senseless. Well-aimed flashes of lightning will strike and leap to their object as from a well-drawn bow of clouds; and hailstones full of anger will be hurled as from an engine of war. The water of the sea will be vexed with them, and the rivers will wash over them severely. A powerful wind will oppose them, and like a storm it will winnow them away. Lawlessness will lay waste all the earth, and wrongdoing will overturn the thrones of rulers. Listen therefore, O kings, and understand; learn, O judges of the ends of the earth. Give ear, you that rule over multitudes, and take pride in yourself over a multitude of nations. For power was given to you from the Lord, and your lordship from the Most High. [SAAS]

Ὁ Ἀπόστολος

The Epistle

Τῶν Ἁγίων.

For the Saints.

Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s First Letter to the Corinthians.

Αʹ Κορ 12:27 – 31; 13:1 – 8

1 Cor. 12:27 – 31; 13:1 – 8

Ἀδελφοί, ὑμεῖς ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους. Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, εἶτα χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. μὴ πάντες ἀπόστολοι; μὴ πάντες προφῆται; μὴ πάντες διδάσκαλοι; μὴ πάντες δυνάμεις; μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; μὴ πάντες γλώσσαις λαλοῦσι; μὴ πάντες διερμηνεύουσι; ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ κρείττονα. καὶ ἔτι καθ᾿ ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον. καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει.

Brethren, you are the body of Christ and individually members of it. And God has appointed in the church first apostles, second prophets, third teachers, then workers of miracles, then healers, helpers, administrators, speakers in various kinds of tongues. Are all apostles? Are all prophets? Are all teachers? Do all work miracles? Do all possess gifts of healing? Do all speak with tongues? Do all interpret? But earnestly desire the higher gifts. And I will show you a still more excellent way. If I speak in the tongues of men and of angels, but have not love, I am a noisy gong or a clanging cymbal. And if I have prophetic powers, and understand all mysteries and all knowledge, and if I have all faith, so as to remove mountains, but have not love, I am nothing. If I give away all I have, and if I deliver my body to be burned, but have not love, I gain nothing. Love is patient and kind; love is not jealous or boastful; it is not arrogant or rude. Love does not insist on its own way; it is not irritable or resentful; it does not rejoice at wrong but rejoices in the right. Love bears all things, believes all things, hopes all things, endures all things. Love never fails. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῶν Ἁγίων.

For the Saints.

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Matthew.

Μτ 10:1, 5 – 8

Mt. 10:1, 5 – 8

Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

At that time, Jesus called to him his twelve disciples and gave them authority over unclean spirits, to cast them out, and to heal every disease and every infirmity. These twelve Jesus sent out, charging them, “Go nowhere among the Gentiles, and enter no town of the Samaritans, but go rather to the lost sheep of the house of Israel. And preach as you go, saying, ‘The kingdom of heaven is at hand.’ Heal the sick, raise the dead, cleanse lepers, cast out demons. You received without paying, give without pay.” [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Αʹ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐν Ῥώμῃ τελειωθέντων.

On July 1, we commemorate Saints Cosmas and Damian, the Wonderworkers and Unmercenaries, who died in Rome.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιλείου, τοῦ συστησαμένου τὴν Μονὴν τοῦ Βαθέος Ῥύακος.

On this day we also commemorate our devout Father Basil, who founded the Monastery of the Deep Stream.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πέτρου, πατρικίου γενομένου ἐν τοῖς Εὐάνδρου.

On this day we also commemorate devout Saint Peter, a Patrician in the district of Evandrus.

Ὁ Ὅσιος Λέων ὁ ἐρημίτης, γυμνὸς διάγων, ἐν εἰρήνῃ τελειοῦται.

Devout Saint Leo the Hermit, who lived naked, reposed in peace.

Οἱ Ἅγιοι Δισχίλιοι Μάρτυρες ξίφει τελειοῦνται.

The holy Two Thousand Martyrs died by the sword.

Ὁ Ἁγιος Μάρτυς Μαυρίκιος, μέλιτι χρισθεὶς καὶ ὑπὸ μελισσῶν δακνόμενος, τελειοῦται.

The holy Martyr Maurice died after being covered with honey and stung by bees.

Οἱ Ἅγιοι Εἴκοσι Πέντε Μάρτυρες οἱ ἐν Νικομηδείᾳ, πυρὶ τελειοῦνται.

The holy Twenty-five Martyrs of Nicomedia died by fire.

Ὁ Ἅγιος Μάρτυς Κωνσταντῖνος καὶ οἱ σὺν αὐτῷ ξίφει τελειοῦνται.

The holy Martyr Constantine and those with him died by the sword.

Ταῖς αὐτῶν ἁγίαις προεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.