Βιβλία - Πηγαί

Books - Sources

Ἱερατικόν

Hieratikon

Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου

Divine Liturgy of St. John Chrysostom

Πεντηκοστάριον

Pentecostarion

Ἀπόδοσις τῆς Πεντηκοστῆς

Leave-taking of Pentecost

Μηναῖον - Τῌ ΚΘʹ ΙΟΥΝΙΟΥ

Menaion - June 29

Μνήμη τῶν Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παύλου

Memory of the Preeminent Apostles Peter and Paul

__________

__________

   

   

ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ

LITURGY OF ST. JOHN CHRYSOSTOM

Ἀντίφωνον Αʹ. Ἦχος βʹ. Ψαλμὸς 18.

Antiphon 1. Mode 2. Psalm 18.

Στίχ. αʹ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Verse 1: The heavens declare the glory of God; the firmament shows the creation of His hands. [SAAS]

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us.

Στίχ. βʹ. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.

Verse 2: Day to day utters speech, and night to night reveals knowledge.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us.

Στίχ. γʹ. Οὔκ εἰσι λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν.

Verse 3: There is no speech nor language where their voices are not heard.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us.

Στίχ. δʹ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Verse 4: Their proclamation went forth into all the earth, and their words to the ends of the world.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us.

Δόξα· καὶ νῦν.

Glory. Both now.

Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς.

Through the intercessions of the Theotokos, Savior, save us.

   

   

Ἀντίφωνον Βʹ. Ἦχος βʹ. Ψαλμὸς 19.

Antiphon 2. Mode 2. Psalm 19.

Στίχ. αʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως, ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ.

Verse 1: May the Lord hear you in the day of afflictions; may the name of the God of Jacob defend you. [SAAS]

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O good Comforter. We sing to You, Alleluia.

Στίχ. βʹ. Ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.

Verse 2: May He send you help from His holy place, and may He support you from Zion.

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O good Comforter. We sing to You, Alleluia.

Στίχ. γʹ. Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.

Verse 3: May He remember every sacrifice of yours, and may your whole burnt offering be honored.

Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Save us, O good Comforter. We sing to You, Alleluia.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς.

Only-begotten Son and Logos of God, being immortal, You condescended for our salvation to take flesh from the holy Theotokos and ever-virgin Mary and, without change, became man. Christ, our God, You were crucified and conquered death by death. Being one of the Holy Trinity, glorified with the Father and the Holy Spirit: Save us.

   

   

Ἀντίφωνον Γʹ. Ἦχος πλ. δʹ. Ψαλμὸς 20.

Antiphon 3. Mode pl. 4. Psalm 20.

Στίχ. αʹ. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ Βασιλεύς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα.

Verse 1: O Lord, the king shall be glad in Your power, and in Your salvation he will greatly rejoice. [SAAS]

Στίχ. βʹ. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν.

Verse 2: You gave him his soul’s desire, and You did not deprive him of his lips’ request.

Στίχ. γʹ. Ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου.

Verse 3: For You anticipated him with blessings of goodness; You placed a crown of precious stones on his head.

Στίχ. δʹ. Ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμερῶν εἰς αἰῶνα αἰῶνος.

Verse 4: He asked You for life, and You gave it to him, length of days unto ages of ages.

Ἀπολυτίκιον τῆς Ἑορτῆς.

Apolytikion of the Feast.

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διʼ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, Φιλάνθρωπε, δόξα σοι.

Blessed are You, O Christ our God. You sent down the Holy Spirit into the fishermen, and You gave them knowledge and wisdom in everything; and through them, as in a net You caught the whole world. O Lord who loves humanity, glory to You! [SD]

   

   

Εἰσοδικόν. Ἦχος βʹ.

Entrance Hymn. Mode 2.

Ὑψώθητι, Κύριε, ἐν τῇ δυνάμει σου, ᾄσομεν καὶ ψαλοῦμεν τὰς δυναστείας σου. Σῶσον ἡμᾶς, Παράκλητε ἀγαθέ, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Be exalted, O Lord, in Your power; we will sing and praise Your mighty deeds. Save us, O good Comforter. We sing to You, Alleluia. [SAAS]

   

   

Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον

Hymns after the Entrance.

Ἀπολυτίκιον τῆς Ἑορτῆς.

Apolytikion of the Feast.

Τοῦ Πεντηκοσταρίου - - -

From Pentecostarion - - -

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Εὐλογητὸς εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ διʼ αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, Φιλάνθρωπε, δόξα σοι.

Blessed are You, O Christ our God. You sent down the Holy Spirit into the fishermen, and You gave them knowledge and wisdom in everything; and through them, as in a net You caught the whole world. O Lord who loves humanity, glory to You! [SD]

Τῶν Ἀποστόλων.

For the Apostles.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος δʹ.

Mode 4.

Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Preeminent Apostles and teachers of the universe, intercede with the Master of all, to grant peace to the whole world, and great mercy to our souls. [SD]

Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα·

The Apolytikion of the parish church is sung. Then:

   

   

Τοῦ Πεντηκοσταρίου - - -

From Pentecostarion - - -

Κοντάκιον τῆς Ἑορτῆς.

Kontakion of the Feast.

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε· καὶ συμφώνως δοξάζομεν τὸ Πανάγιον Πνεῦμα.

When the Most High God came down and confused the tongues, * He divided the nations. * When He distributed the tongues of fire, * He called all to unity. * And with one voice we glorify the all-holy Spirit. [SD]

   

   

Ὁ Τρισάγιος Ὗμνος

Trisagios Hymn

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy Immortal, have mercy on us.

   

   

Ὁ Ἀπόστολος

The Epistle

Τῶν Ἀποστόλων.

For the Apostles.

Προκείμενον. Ἦχος πλ. δʹ. Ψαλμὸς 18.

Prokeimenon. Mode pl. 4. Psalm 18.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν.

Their proclamation went forth into all the earth. [SAAS]

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

Verse: The heavens declare the glory of God. [SAAS]

Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Second Letter to the Corinthians.

Βʹ Κορ 11:21 – 33; 12:1 – 9

2 Cor. 11:21 – 33; 12:1 – 9

Ἀδελφοί, ἐν ᾧ δ᾿ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Ἑβραῖοί εἰσι; κἀγώ· Ἰσραηλῖταί εἰσι; κἀγώ· σπέρμα Ἀβραάμ εἰσι; κἀγώ· διάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις· ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθημερὸν ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι· χωρὶς τῶν παρεκτὸς ἡ ἐπισύστασίς μου ἡ καθ᾿ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἀρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων, καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ. Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ. Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι. ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾿ ἐμοῦ· καὶ εἴρηκέ μοι· ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾿ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.

Brethren, whatever anyone dares to boast of — I am speaking as a fool — I also dare to boast of that. Are they Hebrews? So am I. Are they Israelites? So am I. Are they descendants of Abraham? So am I. Are they servants of Christ? I am a better one — I am talking like a madman — with far greater labors, far more imprisonments, with countless beatings, and often near death. Five times I have received at the hands of the Jews the forty lashes less one. Three times I have been beaten with rods; once I was stoned. Three times I have been shipwrecked; a night and a day I have been adrift at sea; on frequent journeys, in danger from rivers, danger from robbers, danger from my own people, danger from Gentiles, danger in the city, danger in the wilderness, danger at sea, danger from false brethren; in toil and hardship, through many a sleepless night, in hunger and thirst, often without food, in cold and exposure. And, apart from other things, there is the daily pressure upon me of my anxiety for all the churches. Who is weak, and I am not weak? Who is made to fall, and I am not indignant? If I must boast, I will boast of the things that show my weakness. The God and Father of the Lord Jesus, he who is blessed for ever, knows that I do not lie. At Damascus, the governor under King Aretas guarded the city of Damascus and wanted to seize me, but I was let down in a basket through a window in the wall, and escaped his hands. I must boast; there is nothing to be gained by it, but I will go on to visions and revelations of the Lord. I know a man in Christ who fourteen years ago was caught up to the third heaven — whether in the body or out of the body I do not know, God knows. And I know that this man was caught up into Paradise — whether in the body or out of the body I do not know, God knows — and he heard things that cannot be told, which man may not utter. On behalf of this man I will boast, but on my own behalf I will not boast, except of my weaknesses. Though if I wish to boast, I shall not be a fool, for I shall be speaking the truth. But I refrain from it, so that no one may think more of me than he sees in me or hears from me. And to keep me from being too elated by the abundance of revelations, a thorn was given me in the flesh, a messenger of Satan, to harass me, to keep me from being too elated. Three times I besought the Lord about this, that it should leave me; but he said to me, “My grace is sufficient for you, for my power is made perfect in weakness.” I will all the more gladly boast of my weaknesses, that the power of Christ may rest upon me. [RSV]

   

   

Ἀλληλούϊα. Ἦχος αʹ. Ψαλμὸς 88.

Alleluia. Mode 1. Psalm 88.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. αʹ. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.

Verse 1: The heavens shall confess Your wonders, O Lord. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. βʹ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.

Verse 2: God is glorified in the counsel of saints.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Τὸ Εὐαγγέλιον

The Gospel

Τῶν Ἀποστόλων.

For the Apostles.

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Matthew.

Μτ 16:13 – 19

Mt. 16:13 – 19

Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; οἱ δὲ εἶπον· οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἱερεμίαν ἢ ἕνα τῶν προφητῶν. λέγει αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπε· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῷ· μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾿ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.

At that time, when Jesus came into the district of Caesarea Philippi, he asked his disciples, “Who do men say that the Son of man is?” And they said, “Some say John the Baptist, others say Elijah, and others Jeremiah or one of the prophets.” He said to them, “But who do you say that I am?” Simon Peter replied, “You are the Christ, the Son of the living God.” And Jesus answered him, “Blessed are you, Simon son of Jonah! For flesh and blood has not revealed this to you, but my Father who is in heaven. And I tell you, you are Peter, and on this rock I will build my church, and the gates of Hades shall not prevail against it. I will give you the keys of the kingdom of heaven, and whatever you bind on earth shall be bound in heaven, and whatever you loose on earth shall be loosed in heaven.” [RSV]

   

   

Ὕμνος εἰς τὴν Θεοτόκον.

Hymn to the Theotokos.

Ἦχος δʹ.

Mode 4.

Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος· * Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα, * Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως· * Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον * Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν.

Theotokos, rejoice! Queen of all and the glory * Of mothers and virgins! There is no eloquence, * There is no hymn, no poetry, that can worthily * Honor you. And when we think about your childbirth, * Every mind is dazed. Therefore we all glorify you. [SD]

   

   

Κοινωνικόν.

Communion Hymn.

Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἀλληλούϊα.

Your good Spirit shall guide me in the land of uprightness. Alleluia. [SAAS]

   

   

Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν.

Hymn after Holy Communion.

Ἦχος βʹ.

Mode 2.

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὓρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us.

   

   

ΑΠΟΛΥΣΙΣ

DISMISSAL

Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, O Christ our God. Glory to You.

Ὁ ἐν εἴδει πυρίνων γλωσσῶν οὐρανόθεν καταπέμψας τὸ πανάγιον Πνεῦμα ἐπὶ τοὺς ἁγίους αὐτοῦ Μαθητὰς καὶ Ἀποστόλους, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· καὶ τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων καὶ Πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου, ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων τῶν ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May He who sent down the all-holy Spirit from heaven in the form of fiery tongues on His holy Disciples and Apostles, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, the holy, glorious, and all-laudable, paramount Apostles Peter and Paul, whose memory we celebrate; and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.

Εἶναι ἡ ἑβδομάδαα τῆς Πεντηκοστῆς.

It is Pentecost week.