Link to Matins Ordinary

Use back button to return here.

 

Βιβλία - Πηγαί

Books - Sources

Πεντηκοστάριον

Pentecostarion

Κυριακὴ τῶν Ἁγ. Πατέρων

Sunday of the Holy Fathers

Μηναῖον - Τῌ ΙϚʹ ΙΟΥΝΙΟΥ

Menaion - June 16

__________

__________

   

   

ΟΡΘΡΟΣ

MATINS

ΧΟΡΟΣ

CHOIR

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord. [SAAS]

Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Verse 1: Give thanks to the Lord and call upon His holy name.

Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them.

Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἀπολυτίκιον Ἀναστάσιμον.

Resurrectional Apolytikion.

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Ἀγγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμα σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν· καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπʼ αὐτοῦ· ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

When the angelic powers appeared at Your tomb, the soldiers guarding it feared and became as dead. And standing by the sepulcher was Mary, who was seeking Your immaculate body. Unassailed by Hades, You divested it of spoils. Then You met the Virgin. You granted life. O Lord, risen from the dead, glory to You! [GOASD]

Δόξα. Τῶν Πατέρων.

Glory. For the Fathers.

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Ὑπερδεδοξασμένος εἶ, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ φωστῆρας ἐπὶ γῆς τοὺς Πατέρας ἡμῶν θεμελιώσας, καὶ διʼ αὐτῶν πρὸς τὴν ἀληθινὴν πίστιν, πάντας ἡμᾶς ὁδηγήσας· πολυεύσπλαγχνε, δόξα σοι.

Supremely blessed are You, O Christ our God. You established the holy Fathers upon the earth as beacons, and through them You have guided us all to the true Faith, O greatly merciful One, glory be to You. [SD]

Καὶ νῦν.

Both now.

Ἀπολυτίκιον τῆς Ἑορτῆς.

Apolytikion of the Feast.

Τοῦ Πεντηκοσταρίου - - -

From Pentecostarion - - -

Ἦχος δʹ.

Mode 4.

Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Λυτρωτὴς τοῦ κόσμου.

You ascended in glory, O Christ our God, after You filled the Disciples with joy, by promising to send them the Holy Spirit, and You blessed them and established their faith, that You are the Son of God, the Redeemer of the world. [SD]

ΙΕΡΕΥΣ

PRIEST

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ· Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Yours is the dominion, and Yours is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

ΧΟΡΟΣ

CHOIR

Κάθισμα Αʹ.

Kathisma I.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Τοῦ τάφου ἀνεῳγμένου, τοῦ ᾅδου ὀδυρομένου, ἡ Μαρία ἐβόα, πρὸς τοὺς κεκρυμμένους Ἀποστόλους· Ἐξέλθετε οἱ τοῦ ἀμπελῶνος ἐργάται, κηρύξατε τὸν τῆς ἀναστάσεως λόγον· Ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

The sepulcher had been opened, and Hades was lamenting. And Mary cried aloud to the Apostles in hiding, “You laborers of the vineyard, go out and proclaim the message of the resurrection: The Lord has risen and granted to the world the great mercy.” [GOASD]

Δόξα.

Glory.

Κύριε, παρίστατο τῷ τάφῳ σου, Μαρία ἡ Μαγδαληνή, καὶ ἔκλαιε βοῶσα, καὶ κηπουρόν σε νομίζουσα ἔλεγε· Ποῦ ἔθηκας τὴν αἰώνιον ζωήν; ποῦ ἔκρυψας τὸν ἐπὶ θρόνου Χερουβίμ; οἱ γὰρ τοῦτον φυλάσσοντες, ἀπὸ τοῦ φόβου ἀπενεκρώθησαν· ἢ τὸν Κύριόν μου δότε μοι, ἢ σὺν ἐμοὶ κραυγάσατε· Ὁ ἐν νεκροῖς, καὶ τοὺς νεκροὺς ἀναστήσας, δόξα σοι.

Standing by Your sepulcher was Mary Magdalene, O Lord, and she was weeping loudly; and mistaking You for the gardener, she said to You, “Where have you laid Him who is everlasting life? Where have you hidden Him who sits enthroned upon the Cherubim? Out of fear, those who guarded Him became like dead men. Either give my Lord to me or cry aloud along with me, ‘You were among the dead and raised the dead. Glory to You!’” [GOASD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ὁ τὴν εὐλογημένην καλέσας σου Μητέρα, ἦλθες ἐπὶ τὸ πάθος ἑκουσίᾳ βουλῇ, λάμψας ἐν τῷ Σταυρῷ, ἀναζητῆσαι θέλων τὸν Ἀδάμ, λέγων τοῖς Ἀγγέλοις· Συγχάρητέ μοι, ὅτι εὑρέθη ἡ ἀπολομένη δραχμή. Ὁ πάντα σοφῶς οἰκονομήσας, δόξα σοι.

You who called her who was blessed among women Your Mother, proceeded to the Passion, of Your own will, O Lord. On the Cross, You shined Your light, seeking Adam, as You wished; and You said to the Angels, “Rejoice with me, for I have found the coin that was lost.” You have arranged everything wisely. Glory to You! [GOASD]

Κάθισμα Βʹ.

Kathisma II.

Τοῦ Πεντηκοσταρίου - - -

From Pentecostarion - - -

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Ἡ ζωὴ ἐν τῷ τάφῳ ἀνέκειτο, καὶ σφραγὶς ἐν τῷ λίθῳ ἐπέκειτο· ὡς βασιλέα ὑπνοῦντα, στρατιῶται ἐφύλαττον Χριστόν· καὶ τοὺς ἐχθροὺς αὐτοῦ, ἀορασίᾳ πατάξας, ἀνέστη ὁ Κύριος.

Life was placed in the tomb, and a seal was placed on the stone. The soldiers were guarding Christ like a sleeping king. Then the Lord struck His enemies and stunned them, as He awoke and rose. [GOASD]

Δόξα.

Glory.

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Τῷ ἑκουσίῳ θανάτῳ σου, ζωὴν ἀθάνατον εὕρομεν, παντοδύναμε καὶ μόνε τῶν ὅλων Σωτήρ· σὺ γὰρ ἐν τῇ σεπτῇ σου Ἐγέρσει, πάντας ἀνεκαλέσω, ὁ λύσας ᾍδου τὸ νῖκος, καὶ θανάτου τὸ κέντρον.

By Your voluntary death, we have found life immortal, O Almighty One and only Savior of all; for in Your august Rising You have recalled everyone. You have destroyed the victory of Hades and the sting of death. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

O Virgin Theotokos, implore Your Son, Christ our God, who voluntarily was nailed to the Cross, and who rose from the dead; and entreat Him to save our souls. [GOASD]

Εὐλογητάρια Ἀναστάσιμα.

Resurrectional Evlogetaria.

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Blessed are You, O Lord, teach me Your statutes.

Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα.

When the hosts of the Angels saw how You were accounted among the dead, they all marveled. You, O Savior, are the One who destroyed the might of death; and when You arose You raised Adam with yourself and from Hades liberated everyone. [SD]

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Blessed are You, O Lord, teach me Your statutes.

Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις· Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος.

“Why do you mingle the ointments with your tears full of pity, O women disciples?” Thus the Angel who was shining in the tomb cried to the myrrh-bearing women. “See for yourselves the empty tomb and understand, that the Savior has risen from the sepulcher.”

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Blessed are You, O Lord, teach me Your statutes.

Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλʼ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε.

Very early in the morning, the myrrh-bearing women were hastening to Your tomb lamenting. But the Angel appeared to them and uttered, “The time for lamentation has ended; weep no more. Go announce the Resurrection to the Apostles.”

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Blessed are You, O Lord, teach me Your statutes.

Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος.

When the myrrh-bearing women had come with their spices to Your sepulcher, O Savior, they heard the voice of an Angel clearly speaking to them, “Why do you account among the dead the One who lives? For as God, He has risen from the sepulcher.”

Δόξα.

Glory.

Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε.

We bow down in worship to the Father and His Son and the Holy Spirit, the Holy Trinity, one in essence; and we cry aloud with the Seraphim: Holy, Holy, Holy are You, O Lord.

Καὶ νῦν.

Both now.

Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος.

Giving birth to the Giver of life, O Virgin, you delivered Adam from sin, and to Eve you have rendered joy in place of sorrow. He who from you became incarnate, God and man, has directed to life him who fell from it.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. (3)

Alleluia. Alleluia. Alleluia. Glory to You, O God. (3)

ΙΕΡΕΥΣ

PRIEST

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ· Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For blessed is Your name, and glorified is Your kingdom, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ὑπακοή. Ἦχος πλ. βʹ.

Hypakoe. Mode pl. 2.

Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾅδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον· καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐῤῥύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.

By your voluntary, life-giving death, O Christ, You smashed the gates of Hades as God, and You opened to us the ancient Garden of Paradise. Then rising from the dead, You delivered our life from destruction. [GOASD]

ΧΟΡΟΣ

CHOIR

Οἱ Ἀναβαθμοί.

Anavathmoi.

Ἀντίφωνον Αʹ. Ἦχος πλ. βʹ.

Antiphon 1. Mode pl. 2.

Ἐν τῷ οὐρανῷ τοὺς ὀφθαλμούς μου αἴρω, πρὸς σὲ Λόγε· οἴκτειρόν με, ἵνα ζῶ σοι.

I lift my eyes to You in heaven, O Logos. Show me mercy, so that I may live in You. [GOASD]

Ἐλέησον ἡμᾶς τοὺς ἐξουθενουμένους, καταρτίζων εὔχρηστα, σκεύη σου Λόγε.

Have mercy on us who are the object of contempt, O Logos, and make us Your useful vessels. [GOASD]

Δόξα· καὶ νῦν.

Glory. Both now.

Ἁγίῳ Πνεύματι, πανσωστικὴ αἰτία· εἴ τινι τούτων κατʼ ἀξίαν πνεύσει, τάχει ἐξαίρει τῶν τῆς γῆς, πτεροῖ, αὔξει, τάττει ἄνω.

In the Holy Spirit is the cause of the salvation of all. When He blows on anyone as befits His nature, He quickly uplifts them from anything mundane, He gives them wings, He gives them growth, He gives them high position. [GOASD]

Ἀντίφωνον Βʹ.

Antiphon 2.

Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, οὐδεὶς ἡμῶν ἀντισχεῖν ἠδύνατο, ἐχθροῦ πάλαισμα· οἱ νικῶντες γὰρ ἔνθεν ὑψοῦνται.

If the Lord had not been with us, none of us could have withstood a single battle with the foe. Those who are victorious are from here exalted. [GOASD]

Τοῖς ὁδοῦσιν αὐτῶν, μή μου ληφθήτω ἡ ψυχή, ὡς στρουθίον Λόγε· οἴ μοι! πῶς μέλλω τῶν ἐχθρῶν ῥυσθῆναι, φιλαμαρτήμων ὑπάρχων.

Let not my soul be caught like a sparrow in their teeth, O Logos. Woe is me! How shall I be delivered from the enemy, enamored with sin as I am? [GOASD]

Δόξα· καὶ νῦν.

Glory. Both now.

Ἁγίῳ Πνεύματι, ἐνθέωσις τοῖς πᾶσιν, εὐδοκία σύνεσις, εἰρήνη καὶ ἡ εὐλογία· ἰσουργὸν γὰρ τῷ Πατρί ἐστι καὶ Λόγῳ.

In the Holy Spirit deification is possible for all, good pleasure, understanding, peace, and blessing. He has the same energies as the Father and the Logos. [GOASD]

Ἀντίφωνον Γʹ.

Antiphon 3.

Οἱ πεποιθότες ἐπὶ Κύριον, ἐχθροῖς φοβεροί, καὶ πᾶσι θαυμαστικοί· ἄνω γὰρ ὁρῶσιν.

Those who trust in the Lord are fearsome to foes and marveled by all, for they look up to heaven. [GOASD]

Ἐν ἀνομίαις χεῖρας αὐτῶν, ὁ τῶν δικαίων κλῆρος, ἐπίκουρόν σε ἔχων, Σῶτερ οὐκ ἐκτείνει.

Having You as helper, the inheritance of the righteous do not stretch out their hands in lawlessness, O Savior. [GOASD]

Δόξα· καὶ νῦν.

Glory. Both now.

Ἁγίῳ Πνεύματι, τὸ κράτος ἐπὶ πάντων· ὅπερ αἱ ἄνω στρατηγίαι προσκυνοῦσι, σὺν πάσῃ πνοῇ τῶν κάτω.

In the Holy Spirit is universal dominion, which the armies in heaven worship, as does every breathing being on earth. [GOASD]

Προκείμενον.

Prokeimenon.

Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. (δίς)

O Lord, raise up Your power, and come for our salvation. (2)

Στίχ. Ὁ ποιμαίνων τὸν Ἰσραήλ, πρόσχες.

Verse: Give heed, O You who shepherd Israel.

Κύριε, ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.

O Lord, raise up Your power, and come for our salvation. [SAAS]

Ode 6: Short Litany

Ode 6: Short Litany

ΙΕΡΕΥΣ

PRIEST

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ· Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are the King of peace and the savior of our souls, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τοῦ Πεντηκοσταρίου - - -

From Pentecostarion - - -

Κοντάκιον τῆς Ἑορτῆς.

Kontakion of the Feast.

Ἦχος πλ. βʹ. Αὐτόμελον.

Mode pl. 2. Automelon.

Τὴν ὑπὲρ ἡμῶν.

Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ, Χριστε ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί σε· Ἐγώ εἰμι μεθʼ ὑμῶν, καὶ οὐδεὶς καθʼ ὑμῶν.

When You had fulfilled the dispensation for our sake, * and united things on earth with the things in heaven, * You were taken up thither in glory, O Christ our God, * going not away from any place, * but continuing inseparable, * and to them that love You crying out: * “I am with you, and there is, therefore, none against you.” [SD]

Κοντάκιον. Τῶν Πατέρων.

Kontakion. For the Fathers.

Τοῦ Πεντηκοσταρίου - - -

From Pentecostarion - - -

Ἦχος πλ. δʹ. Αὐτόμελον.

Mode pl. 4. Automelon.

Τῶν Ἀποστόλων τὸ κήρυγμα, καὶ τῶν Πατέρων τὰ δόγματα, τῇ Ἐκκλησίᾳ μίαν τὴν πίστιν ἐκράτυνεν· ἣ καὶ χιτῶνα φοροῦσα τῆς ἀληθείας, τὸν ὑφαντὸν ἐκ τῆς ἄνω θεολογίας, ὀρθοτομεῖ καὶ δοξάζει, τῆς εὐσεβείας τὸ μέγα μυστήριον.

The preaching of the Apostles and the dogmas of the Fathers confirmed the Church as one in faith; and wearing the garment of truth, woven of theology from above, she rightly expounds and holds the great mystery of piety. [SD]

Ὁ Οἶκος.

Oikos.

Ἐν ὑψηλῷ κηρύγματι, τῆς τοῦ Θεοῦ Ἐκκλησίας, ἀκούσωμεν βοώσης· Ὁ διψῶν, ἐρχέσθω καὶ πινέτω· ὁ κρατήρ, ὃν φέρω, κρατήρ ἐστι σοφίας. Τούτου τὸ πόμα, ἀληθείας λόγῳ κεκέρακα, ὕδωρ οὐ προχέω ἀντιλογίας, ἀλλʼ ὁμολογίας, ἧς πίνων ὁ νῦν Ἰσραήλ, Θεὸν ὁρᾷ φθεγγόμενον· Ἴδετε ἴδετε, ὅτι αὐτὸς ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι. Ἐγὼ Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα, καὶ πλήν μου ἄλλος οὐκ ἔστιν ὅλως. Ἐντεύθεν οἱ μετέχοντες πλησθήσονται, καὶ αἰνέσουσι τῆς εὐσεβείας τὸ μέγα μυστήριον.

Let us hear the Church of God crying out with a loud proclamation, “Let the thirsty come and drink. The bowl that I hold is a bowl of wisdom. I have mixed its drink with the word of truth, and it pours out not water of Contention, but of Confession.” Imbibing this confession, the actual Israel sees God who says, “See, see that I AM, and I am not altered. I am God first and I am thereafter, and aside from Me there is no other at all.” Hence will partakers be filled, and they will praise the great mystery of piety. [GKD]

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΙϚʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Τύχωνος, Ἐπισκόπου Ἀμαθοῦντος τῆς Κύπρου.

On June 16 we commemorate our Father among the Saints Tikhon, Bishop of Amathus in Cyprus.

Τοῦ Πεντηκοσταρίου.

From the Pentecostarion.

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ἑβδόμῃ ἀπὸ τοῦ Πάσχα, τὴν ἐν Νικαίᾳ πρώτην Οἰκουμενικὴν Σύνοδον ἑορτάζομεν, τῶν τριακοσίων δέκα καὶ ὀκτὼ Θεοφόρων Πατέρων.

On this day, the seventh Sunday of Pascha, we celebrate the First Ecumenical Synod in Nicaea of the three hundred eighteen God-bearing Fathers.

Στίχοι

Verses

Πόλου νοητοῦ ἀστέρες σελασφόροι.

Luminous stars of the spiritual sky,

Ἀκτῖσιν ὑμῶν φωτίσατέ μοι φρένας.

illumine my mind with the light of your rays.

Κατὰ Ἀρείου

Against Arius

Ξένον τὸν Υἱὸν Πατρὸς οὐσίας, λέγων,

Arius be a stranger to God’s glory,

Ἄρειος, ἤτω τῆς Θεοῦ δόξης ξένος.

for calling the Son a stranger to the Father’s essence.

Ταῖς τῶν ἁγίων τριακοσίων δέκα καὶ ὀκτὼ Θεοφόρων Πατέρων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercession of the three hundred and eighteen God-bearing Fathers, O Christ our God, have mercy on us. Amen.

Katavasias Odes 1-8

Katavasias Odes 1-8

ΧΟΡΟΣ

CHOIR

Καταβασίαι τῆς Πεντηκοστῆς Βʹ

Katavasias of Pentecost II

ᾨδὴ αʹ. Ἦχος δʹ.

Ode i. Mode 4.

Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ, * Ἐῤῥητόρευσε τὸν θεογράφον νόμον· * Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, * Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος * Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν.

Long ago, Moses entered the darkness where God was. * Obtaining divine inscriptions, he promulgated * God’s Law. For cleansing his mind’s eye he saw the only * One who Is and was given knowledge of the Holy * Spirit, whom he honored with inspired songs of praise. [GOASD]

ᾨδὴ γʹ.

Ode iii.

Ἔῤῥηξε γαστρὸς ἠτεκνωμένης πέδας, * Ὕβριν τε δυσκάθεκτον εὐτεκνουμένης, * Μόνη προσευχὴ τῆς Προφήτιδος πάλαι * Ἄννης, φερούσης πνεῦμα συντετριμμένον, * Πρὸς τὸν δυνάστην, καὶ Θεὸν τῶν γνώσεων.

Unembarrassed prayer of the Prophetess Hannah * Shattered fetters on her womb that made her barren, * Ending the irritation of her fruitful rival’s * Needling; for she brought a broken heart and spirit * To the omniscient God and only Sovereign. [GOASD]

ᾨδὴ δʹ.

Ode iv.

Ἄναξ ἀνάκτων, οἷος ἐξ οἵου μόνος, * Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου. * Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις, * Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης, * ᾌδουσι· Δόξα τῷ κράτει σου, Κύριε.

Now, O King of kings, only Logos begotten * Of the only uncaused Father, as Benefactor * To Your Apostles You send out Your unerring, * Holy, consubstantial, equipotent Spirit. * Evermore we sing, “Glory to Your might, O Lord!” [GOASD]

ᾨδὴ εʹ.

Ode v.

Λυτήριον κάθαρσιν ἀμπλακημάτων, * Πυρίπνοον δέξασθε Πνεύματος δρόσον, * Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας· * Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος, * Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις.

Experience the fire-breathing dew of the Spirit, * Forgiving and purging your sins and offenses, * All you children of the Church who are illumined. * The grace of the Holy Spirit, as tongues of fire, * Has gone forth today as a new law from Zion. [GOASD]

ᾨδὴ Ϛʹ.

Ode vi.

Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία, * Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου, * Ἵνʼ ὡς Προφήτην θηρὸς ἐκ θαλατίου, * Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς, * Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα.

To snatch from corruption Adam and the entire * Human race that was fallen, like Prophet Jonah * Out of the maw of the sea beast, You, our Master, * Shone forth, O Christ our God, from the immaculate * Ever-Virgin, as expiation and salvation. [GOASD]

ᾨδὴ ζʹ.

Ode vii.

Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος, * Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας· * Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις, * Σεβασμιάζει τοῦ βοᾷν· Τριὰς μόνη, * Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ.

Instruments were played discordantly, demanding * Everyone fall down before the gold, lifeless image. * Rousing the faithful now to sing with reverence: * “You are blessed, equipotent, unoriginate * Trinity!” is the luminous grace of the Spirit. [GOASD]

ᾨδὴ ηʹ.

Ode viii.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

We praise and we bless and we worship the Lord.

Λύει τὰ δεσμὰ καὶ δροσίζει τὴν φλόγα, * Ὁ τρισσοφεγγὴς τῆς θεαρχίας τύπος, * Ὑμνοῦσι Παῖδες, εὐλογεῖ δὲ τὸν μόνον, * Σωτῆρα καὶ παντουργόν, ὡς εὐεργέτην, * ἡ δημιουργηθεῖσα σύμπασα κτίσις.

Emblematic of the tri-luminous Godhead, * Releasing bonds and damping flames of old, those Servants * Extolled the Lord and invited all created * Nature to bless and to exalt beyond measure * The only omnific Savior as Benefactor. [GOASD]

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Εὐαγγελίου.

Stand for the Gospel reading.

ΔΙΑΚΟΝΟΣ· Τοῦ Κυρίου δεηθῶμεν.

DEACON: Let us pray to the Lord.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You, our God, are holy, and You rest among the holy ones, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

Ἦχος βʹ.

Mode 2.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δίς) Αἰνεσάτω πνοή πᾶσα τὸν Κύριον.

Let everything that breathes praise the Lord. (2) Let everything that breathes praise the Lord. [SAAS]

ΔΙΑΚΟΝΟΣ

DEACON

Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.

Let us pray to the Lord our God that we may be made worthy to hear the holy Gospel.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον. (3)

CHOIR: Lord, have mercy. (3)

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Wisdom. Arise. Let us hear the holy Gospel.

ΙΕΡΕΥΣ· Εἰρήνη πᾶσι.

PRIEST: Peace be with all.

ΧΟΡΟΣ· Καὶ τῷ πνεύματί σου.

CHOIR: And with your spirit.

ΙΕΡΕΥΣ

PRIEST

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to John.

ΔΙΑΚΟΝΟΣ· Πρόσχωμεν.

DEACON: Let us be attentive.

ΧΟΡΟΣ

CHOIR

Δόξα σοι, Κύριε, δόξα σοι.

Glory to You, O Lord, glory to You.

ΙΕΡΕΥΣ (ἀπὸ τῆς ἁγίας τραπέζης)

PRIEST (from the altar table)

Ἑωθινὸν Ιʹ

Eothinon 10

Ιω 21:1 – 14

Jn. 21:1 – 14

Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, ἐγερθεὶς ἐκ νεκρῶν, ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσε δὲ οὕτως. ἦσαν ὁμοῦ Σίμων Πέτρος, καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος, καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανᾶ τῆς Γαλιλαίας, καὶ οἱ τοῦ Ζεβεδαίου, καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. λέγει αὐτοῖς Σίμων Πέτρος· ὑπάγω ἁλιεύειν. λέγουσιν αὐτῷ· ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ πλοῖον εὐθύς, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν. πρωΐας δὲ ἤδη γενομένης ἔστη ὁ Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστι. λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς· παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· οὔ. ὁ δὲ εἶπεν αὐτοῖς· βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι ἴσχυσαν ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος, ὃν ἠγάπα ὁ Ἰησοῦς, τῷ Πέτρῳ· ὁ Κύριός ἐστι. Σίμων οὖν Πέτρος ἀκούσας ὅτι ὁ Κύριός ἐστι, τὸν ἐπενδύτην διεζώσατο· ἦν γὰρ γυμνός· καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον· οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς, ἀλλ᾽ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων. ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν, βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. ἀνέβη Σίμων Πέτρος καὶ εἵλκυσε τὸ δίκτυον ἐπὶ τῆς γῆς, μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. λέγει αὐτοῖς ὁ Ἰησοῦς· δεῦτε ἀριστήσατε. οὐδεὶς δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτὸν σὺ τίς εἶ, εἰδότες ὅτι ὁ Κύριός ἐστιν. ἔρχεται οὖν ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. Τοῦτο ἤδη τρίτον ἐφανερώθη ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ ἐγερθεὶς ἐκ νεκρῶν.

At that time, Jesus revealed himself again to the disciples by the Sea of Tiberias; and he revealed himself in this way. Simon Peter, Thomas, called the Twin, Nathanael of Cana in Galilee, the sons of Zebedee, and two others of his disciples were together. Simon Peter said to them, “I am going fishing.” They said to him, “We will go with you.” They went out and got into the boat, but that night they caught nothing. Just as day was breaking, Jesus stood on the beach, yet the disciples did not know that it was Jesus. Jesus said to them, “Children, have you any fish?” They answered him, “No.” He said to them, “Cast the net on the right side of the boat, and you will find some.” So they cast it, and now they were not able to haul it in, for the quantity of fish. That disciple whom Jesus loved said to Peter, “It is the Lord!” When Simon Peter heard that it was the Lord, he put on his clothes, for he was stripped for work, and sprang into the sea. But the other disciples came in the boat, dragging the net full of fish, for they were not far from the land, but about a hundred yards off. When they got out on land, they saw a charcoal fire there with fish lying on it, and bread. Jesus said to them, “Bring some of the fish that you have just caught.” So Simon Peter went aboard and hauled the net ashore, full of large fish, a hundred and fifty-three of them; and although there were so many, the net was not torn. Jesus said to them, “Come and have breakfast.” Now none of the disciples dared ask him, “Who are you?” They knew it was the Lord. Jesus came and took the bread and gave it to them, and so with the fish. This was now the third time that Jesus was revealed to the disciples after he was raised from the dead. [RSV]

ΧΟΡΟΣ

CHOIR

Δόξα σοι, Κύριε, δόξα σοι.

Glory to You, O Lord, glory to You.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας διʼ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Having beheld the Resurrection of Christ, let us worship the holy Lord Jesus, the only sinless one. Your Cross, O Christ, we venerate, and Your holy Resurrection we praise and glorify. For You are our God; apart from You we know no other; we call upon Your name. Come, all faithful, let us venerate the holy Resurrection of Christ; for behold, through the Cross, joy has come to the whole world. Ever blessing the Lord, let us praise His Resurrection; for having endured the Cross for us, He destroyed death by death. [GOA]

ΧΟΡΟΣ

CHOIR

Ψαλμὸς Nʹ (50).

Psalm 50 (51).

Ἦχος βʹ. (ἢ τῆς ἑβδομάδος.)

Mode 2. (or the Mode of the week)

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression.

Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.

Wash me thoroughly from my lawlessness and cleanse me from my sin.

Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.

For I know my lawlessness, and my sin is always before me.

Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.

Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged.

Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.

For behold, I was conceived in transgressions, and in sins my mother bore me.

Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.

Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom.

Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.

You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow.

Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.

You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice.

Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.

Turn Your face from my sins, and blot out all my transgressions.

Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.

Create in me a clean heart, O God, and renew a right spirit within me.

Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ.

Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me.

Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με.

Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit.

Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.

I will teach transgressors Your ways, and the ungodly shall turn back to You.

Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.

Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness.

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.

O Lord, You shall open my lips, and my mouth will declare Your praise.

Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.

For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings.

Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.

A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise.

Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ.

Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built.

Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα.

Then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings.

Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ ἐλέησόν με, ὁ Θεός.

Then shall they offer young bulls on Your altar. And have mercy on me, O God. [SAAS]

Δόξα.

Glory.

Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

At the intercession of the Apostles, O Lord of mercy, blot out my many offenses. [SD]

Καὶ νῦν.

Both now.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

At the intercession of the Theotokos, O Lord of mercy, blot out my many offenses. [SD]

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Verse: Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression.

Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωήν, καὶ μέγα ἔλεος.

Jesus, having risen from the grave as He foretold, has granted us eternal life and great mercy. [SD]

ΙΕΡΕΥΣ

PRIEST

Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφʼ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια·

O God, save Your people and bless Your inheritance. Look upon Your world with mercy and compassion. Raise the Orthodox Christians in glory, and send down upon us Your rich mercies:

πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος πατριαρχῶν Ἀλεξανδρίας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ μυροβλήτου, Θεοδώρου τοῦ τήρωνος, Θεοδώρου τοῦ στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τῶν τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων, τῶν τὴν ἐν Νικαίᾳ πρώτην Οἰκουμενικὴν Σύνοδον συγκροτησάντων, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων σου τῶν ἁγίων·

through the intercessions of our all-immaculate Lady Theotokos and ever-virgin Mary, by the power of the precious and life-giving Cross, the protection of the honorable, heavenly, bodiless powers, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, the holy, glorious, and praiseworthy apostles, our fathers among the saints, the great hierarchs and ecumenical teachers Basil the Great, Gregory the Theologian, and John Chrysostom; Athanasios, Cyril, and John the Merciful, patriarchs of Alexandria, Nicholas, bishop of Myra, Spyridon, bishop of Trimythous, Nektarios of Pentapolis, the wonderworkers; the holy, glorious, great martyrs George the triumphant, Demetrios the myrrh-streamer, Theodore the soldier, and Theodore the general; Menas the wonderworker; Charalambos and Eleutherios, the hieromartyrs; the holy, glorious, and victorious martyrs; the glorious great Martyr and all-laudable Euphemia; the holy and glorious Martyrs Thecla, Barbara, Anastasia, Katherine, Kyriake, Fotene, Marina, Paraskeve and Irene; our venerable and God-bearing fathers; (local patron saint); holy and righteous ancestors of God Joachim and Anna; the 318 Holy Fathers who convened the First Ecumenical Council in Nicea, and all Your saints:

ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.

We beseech you, only merciful Lord, hear us sinners who pray to you and have mercy on us.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον. (ιβʹ)

Lord, have mercy. (12)

ΙΕΡΕΥΣ

PRIEST

Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Through the mercy, compassion, and love for humankind of Your only-begotten Son, with whom You are blessed, and Your all-holy, good and life-creating Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν.

Stand for the singing of Ode ix.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.

Let us honor and magnify in song the Theotokos and the Mother of the light.

ΧΟΡΟΣ

CHOIR

ᾨδὴ θʹ.

Ode ix.

Μεγαλυνάριον. Ἦχος δʹ.

The Magnificat. Mode 4.

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

Ode 9: Katavasia

Ode 9: Katavasia

ᾨδὴ θʹ. Καταβασία. Ἦχος δʹ.

Ode ix. Katavasia. Mode 4.

Χαίροις Ἄνασσα, μητροπάρθενον κλέος· * Ἅπαν γὰρ εὐδίνητον εὔλαλον στόμα, * Ῥητρεῦον, οὐ σθένει σε μέλπειν ἀξίως· * Ἰλιγγιᾷ δὲ νοῦς ἅπας σου τὸν τόκον * Νοεῖν· ὅθεν σε συμφώνως δοξάζομεν.

Theotokos, rejoice! Queen of all and the glory * Of mothers and virgins! There is no eloquence, * There is no hymn, no poetry, that can worthily * Honor you. And when we think about your childbirth, * Every mind is dazed. Therefore we all glorify you. [GOASD]

ΙΕΡΕΥΣ

PRIEST

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ· Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰωνων.

For all the powers of heaven praise You, and to You they offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

ΧΟΡΟΣ

CHOIR

Ἦχος βʹ.

Mode 2.

Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. (δίς)

Holy is the Lord our God. (2) [SAAS]

Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.

Exalt the Lord our God, and worship at the footstool of His feet.

Ὅτι ἅγιός ἐστι.

For He is holy.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἐξαποστειλάριον.

Exaposteilarion.

Τὸ Ιʹ Ἑωθινόν.

Eothinon 10.

Ἦχος βʹ. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Mode 2. Let us in faith.

Τοῖς Μαθηταῖς συνέλθωμεν.

Τιβεριάδος θάλασσα, σὺν παισὶ Ζεβεδαίου, Ναθαναὴλ τῷ Πέτρῳ τε, σὺν δυσὶν ἄλλοις πάλαι, καὶ Θωμᾶν εἶχε πρὸς ἄγραν· οἳ Χριστοῦ τῇ προστάξει, ἐν δεξιοῖς χαλάσαντες, πλῆθος εἷλκον ἰχθύων· ὃν Πέτρος γνούς, πρὸς αὐτὸν ἐνήχετο· οἷς τὸ τρίτον, φανεὶς καὶ ἄρτον ἔδειξε, καὶ ἰχθὺν ἐπʼ ἀνθράκων.

Once, the Sea of Tiberias * had Simon Peter, Thomas, * Nathanael, the sons of Zebedee, * and two other disciples * in a boat together fishing. * At Christ’s command they let down * the net on the right side and caught * so many fish. When Peter heard it was the Lord, * he jumped and ran to Him. This was the third time * He showed himself to them, here with * bread and a fish on charcoals. [GOASD]

Τῶν Πατέρων.

For the Fathers.

Τοῦ Πεντηκοσταρίου - - -

From Pentecostarion - - -

Ἦχος βʹ. Γυναῖκες ἀκουτίσθητε.

Mode 2. O Women, hearken.

Γυναῖκες ἀκουτίσθητε.

Πατέρων θείων σήμερον, τὴν μνήμην ἑορτάζοντες, ταῖς παρακλήσεσι τούτων, δεόμεθα πανοικτίρμον· Πάσης βλάβης αἱρέσεων, ρῦσαι λαόν σου, Κύριε, καὶ πάντας καταξίωσον, Πατέρα, Λόγον δοξάζειν, καὶ τὸ πανάγιον Πνεῦμα

As we all celebrate today * the holy Fathers’ memory, * O all-compassionate Master, * we ask You at their entreaty * to save Your people and Your flock * from any harm of heresy, * O Lord, and account us worthy * to glorify You, the Father, * the Word and the Holy Spirit. [SD]

Τῆς Ἑορτῆς.

For the Feast.

Τοῦ Πεντηκοσταρίου - - -

From Pentecostarion - - -

Ἦχος βʹ. Αὐτόμελον.

Mode 2. Automelon.

Τῶν Μαθητῶν ὁρώντων σε.

Τῶν Μαθητῶν ὁρώντων σε ἀνελήφθης, Χριστὲ πρὸς τὸν Πατέρα συνεδριάζων. Ἄγγελοι προτρέχοντες ἐκραύγαζον· Ἄρατε πύλας ἄρατε· ὁ Βασιλεὺς γὰρ ἀνῆλθε, πρὸς τὴν ἀρχίφωτον δόξαν.

With the disciples witnessing, You ascended, * O Christ, unto the Father, to sit beside Him. * Angels ran before You and they cried aloud, * Lift up the gates, O lift them up. * Behold the King has ascended * to light-principial glory. [SD]

Οἱ Αἶνοι. Ἦχος πλ. βʹ.

Lauds. Mode pl. 2.

Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Let everything that breathes praise the Lord. Praise the Lord from the heavens, praise Him in the highest. It is fitting to sing a hymn to You, O God. [SAAS]

Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Praise Him, all you His angels; praise Him, all you His hosts. It is fitting to sing a hymn to You, O God. [SAAS]

Δείξε Στιχολογίαν

Show Stichologia

Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς.

Praise Him, sun and moon; praise Him, all you stars and light.

Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου.

Praise Him, you heavens of heavens, and you waters above the heavens. Let them praise the Lord’s name.

Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.

For He spoke, and they were made; He commanded, and they were created.

Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.

He established them forever and unto ages of ages; He set forth His ordinance, and it shall not pass away.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι.

Praise the Lord from the earth, you dragons and all the deeps.

Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.

Fire and hail, snow and ice, stormy wind, which perform His word.

Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι.

Mountains and all the hills, fruitful trees and all cedars.

Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά.

Wild animals and all cattle, creeping things and flying birds.

Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς.

Kings of the earth and all peoples, princes and all judges of the earth.

Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.

Young men and maidens, elders with younger, let them praise the Lord’s name, for His name alone is exalted.

Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.

His thanksgiving is in earth and heaven. And He shall exalt the horn of His people.

Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

A hymn for all His saints, for the children of Israel, a people who draw near to Him.

Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.

Sing to the Lord a new song, His praise in the assembly of His holy ones.

Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.

Let Israel be glad in Him who made him, and let the children of Zion greatly rejoice in their King.

Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.

Let them praise His name with dance; with tambourine and harp let them sing to Him.

Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.

For the Lord is pleased with His people, and He shall exalt the gentle with salvation.

Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

The holy ones shall boast in glory, and they shall greatly rejoice on their beds.

Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν.

The high praise of God shall be in their mouth and a two-edged sword in their hand.

Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.

To deal retribution to the nations, reproving among the peoples.

Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.

To shackle their kings with chains and their nobles with fetters of iron.

Κρύψε Στιχολογίαν

Hide Stichologia

   

   

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Στιχηρὰ Ἀναστάσιμα.

Resurrectional Stichera.

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

To fulfill among them the written judgment: this glory have all His holy ones. [SAAS]

Ὁ Σταυρός σου Κύριε, ζωὴ καὶ ἀνάστασις, ὑπάρχει τῷ λαῷ σου· καὶ ἐπʼ αὐτῷ πεποιθότες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν· ἐλέησον ἡμᾶς.

O Lord, Your Cross is life and resurrection for us Your people. And now that we trust in it, we extol You, our God who has risen. Have mercy on us. [GOASD]

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ.

Praise God in His saints; praise Him in the firmament of His power. [SAAS]

Ἡ ταφή σου Δέσποτα, Παράδεισον ἤνοιξε, τῷ γένει τῶν ἀνθρώπων· καὶ ἐκ φθορᾶς λυτρωθέντες, σὲ τὸν ἀναστάντα, Θεὸν ἡμῶν ὑμνοῦμεν· ἐλέησον ἡμᾶς.

O Lord, Your burial has opened Paradise to the human race. And now that we have been set free from death and decay, we extol You, our God who has risen. Have mercy on us. [GOASD]

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.

Praise Him for His mighty acts; praise Him according to the abundance of His greatness. [SAAS]

Σὺν Πατρὶ καὶ Πνεύματι, Χριστὸν ἀνυμνήσωμεν τὸν ἀναστάντα ἐκ νεκρῶν, καὶ πρὸς αὐτὸν ἐκβοῶμεν· Σὺ ζωὴ ὑπάρχεις, ἡμῶν καὶ ἀνάστασις· ἐλέησον ἡμᾶς.

Let us extol the Father and the Spirit, and also Christ, who rose from the dead; and to Him let us cry aloud, “You are our life and resurrection. Have mercy on us.” [GOASD]

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Praise Him with the sound of trumpet; praise Him with the harp and lyre. [SAAS]

Τριήμερος ἀνέστης Χριστέ, ἐκ τάφου, καθὼς γέγραπται, συνεγείρας τὸν προπάτορα ἡμῶν· διό σε καὶ δοξάζει, τὸ γένος τῶν ἀνθρώπων, καὶ ἀνυμνεῖ σου τὴν ἀνάστασιν.

You rose within three days from the tomb, * O Christ, as holy Scripture says, * also raising our progenitor with You. * Now all mankind together * forever glorifies You, and we extol Your resurrection, O Lord. [GOASD]

Τῶν Πατέρων.

For the Fathers.

Τοῦ Πεντηκοσταρίου - - -

From Pentecostarion - - -

Ἦχος πλ. βʹ. Ὅλην ἀποθέμενοι.

Mode pl. 2. When the saints deposited.

Ὅλην ἀποθέμενοι.

Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ.

Praise Him with timbrel and dance; praise Him with strings and flute. [SAAS]

Ὅλην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι, τὸ μακάριον, καὶ σεπτὸν Σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατα, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες.

When the holy Fathers brought all of their spiritual knowledge * to the Council, they discussed * everything, with the divine Spirit guiding them. * They inscribed the sublime Creed and holy Symbol, * as if God himself had written it, * clearly explaining that consubstantial and unoriginate * with God the Father is the Son and Logos, begotten eternally. * Teaching thus, these famous and truly happy godly-minded men * were right and faithfully following * that which the Apostles taught. [GOASD]

Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Praise Him with resounding cymbals; praise Him with triumphant cymbals; let everything that breathes praise the Lord. [SAAS]

Ὅλην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι, τὸ μακάριον, καὶ σεπτὸν Σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατα, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες.

When the holy Fathers brought all of their spiritual knowledge * to the Council, they discussed * everything, with the divine Spirit guiding them. * They inscribed the sublime Creed and holy Symbol, * as if God himself had written it, * clearly explaining that consubstantial and unoriginate * with God the Father is the Son and Logos, begotten eternally. * Teaching thus, these famous and truly happy godly-minded men * were right and faithfully following * that which the Apostles taught. [GOASD]

Στίχ. Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας.

Verse: Blessed are You, O Lord God of our fathers, for You are praiseworthy and exalted beyond measure unto the ages. [SAAS]

Ὅλην εἰσδεξάμενοι, τὴν νοητὴν λαμπηδόνα, τοῦ Ἁγίου Πνεύματος, τὸ ὑπερφυέστατον χρησμολόγημα, τὸ βραχὺ ρήματι, καὶ πολὺ συνέσει, θεοπνεύστως ἀπεφθέγξαντο, ὡς Χριστοκήρυκες, εὐαγγελικῶν προϊστάμενοι, δογμάτων οἱ μακάριοι, καὶ τῶν εὐσεβῶν παραδόσεων, ἄνωθεν λαβόντες, τὴν τούτων ἀποκάλυψιν σαφῶς, καὶ φωτισθέντες ἐξέθεντο, ὅρον θεοδίδακτον.

When those holy hierarchs, preachers of Christ, and defenders * of the Gospel teachings and Orthodox traditions had received in themselves * the divine radiance of the Holy Spirit, * they proclaimed the supernatural * pronouncement openly * to be their conviction inspired by God, * namely the Creed, which is concise * yet defines the true faith sufficiently. * Clearly these enlightened and blessed men, receiving from on high * the revelation, declared to all * the decision taught by God. [GOASD]

Στίχ. Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ, τοὺς διατιθεμένους τὴν διαθήκην αὐτοῦ ἐπὶ θυσίαις.

Verse: Gather His holy ones to Him, who establish His covenant upon sacrifices. [SAAS]

Ὅλην συλλεξάμενοι, ποιμαντικὴν ἐπιστήμην, καὶ θυμὸν κινήσαντες, νῦν τὸν δικαιότατον ἐνδικώτατα, τοὺς βαρεῖς ἤλασαν, καὶ λοιμώδεις λύκους, τῇ σφενδόνῃ τῇ τοῦ Πνεύματος, ἐκσφενδονήσαντες, τοῦ τῆς Ἐκκλησίας πληρώματος, πεσόντας ὡς πρὸς θάνατον, καὶ ὡς ἀνιάτως νοσήσαντας, οἱ θεῖοι Ποιμένες, ὡς δοῦλοι γνησιώτατοι Χριστοῦ, καὶ τοῦ ἐνθέου κηρύγματος, μύσται ἱερώτατοι.

When the holy Shepherds brought all of their pastoral knowledge * to the Council and they stirred * their most righteous anger now justifiably, * they drove out with the sling of the Holy Spirit * the offensive and corruptive wolves, * and from the complement of the Church of Christ they expelled them all, * as having fallen mortally, and as being ill and incurable. * Thus they demonstrated themselves as loyal servants of the Lord, * and sacred mystics of the divine * and inspired preaching of Christ. [GOASD]

Δόξα.

Glory.

Τοῦ Πεντηκοσταρίου - - -

From Pentecostarion - - -

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Τῶν ἁγίων Πατέρων ὁ χορός, ἐκ τῶν τῆς οἰκουμένης περάτων συνδραμών, Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου, μίαν οὐσίαν ἐδογμάτισε καὶ φύσιν· καὶ τὸ μυστήριον τῆς θεολογίας, τρανῶς παρέδωκε τῇ Ἐκκλησίᾳ. Οὓς εὐφημοῦντες ἐν πίστει, μακαρίσωμεν λέγοντες· Ὦ θεία παρεμβολή, θεηγόροι ὁπλῖται, παρατάξεως Κυρίου· ἀστέρες πολύφωτοι, τοῦ νοητοῦ στερεώματος· τῆς μυστικῆς Σιών, οἱ ἀκαθαίρετοι πύργοι· τὰ μυρίπνοα ἄνθη τοῦ Παραδείσου· τὰ πάγχρυσα στόματα τοῦ Λόγου· Νικαίας τὸ καύχημα, οἰκουμένης ἀγλάϊσμα· ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

When the council of holy fathers from far and wide had convened, they defined the dogma of the one essence and nature of the Father, Son, and Holy Spirit. And they handed down the formula of this mystery of theology to the Church. Let us with faith call them blessed and extol them and say: “Oh divine battalion, artillery of theologians of the Lord’s army! You are luminaries, who shine like stars in the spiritual firmament, indestructible towers of mystical Zion, fragrant flowers of Paradise, the solid gold mouthpieces of the Logos, the pride and joy of Nicea and celebrities of Christendom. We implore you earnestly intercede for our souls.” [GOASD]

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεις ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι.

You are supremely blessed, O Virgin Theotokos. For through Him who from you became incarnate, Hades has been captured, and Adam has been called back; the curse has been killed, and Eve has been freed; death has been put to death, and we have been brought back to life. Therefore we extol Him and cry out, “O Christ our God, You are blessed, for so was Your good pleasure. Glory to You!” [GOASD]

Ὁ λαὸς ἵσταται διὰ τὴν Μ. Δοξολογίαν.

Stand for the Great Doxology.

Ἡ Μεγάλη Δοξολογία

Great Doxology

Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

Glory be to You who showed the light. Glory in the highest to God. His peace is on earth, His good pleasure in mankind. [SD]

Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

We praise You, we bless You, we worship You, we glorify You, we give thanks to You for Your great glory.

Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

Lord King, heavenly God, Father, Ruler over all; Lord, only-begotten Son, Jesus Christ; and You, O Holy Spirit.

Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

Lord God, Lamb of God, Son of the Father, who take away the sin of the world, have mercy on us, You who take away the sins of the world.

Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς.

Accept our supplication, You who sit at the right hand of the Father, and have mercy on us.

Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

For You alone are holy, You alone are Lord, Jesus Christ, to the glory of God the Father. Amen.

Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Every day I will bless You, and Your name will I praise to eternity, and to the ages of ages.

Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

Vouchsafe, O Lord, this day, that we be kept without sin.

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν.

Blessed are You, O Lord, the God of our fathers, and praised and glorified is Your name to the ages. Amen.

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

Let Your mercy be on us, O Lord, as we have set our hope on You.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Blessed are You, O Lord. Teach me Your statutes.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Blessed are You, O Lord. Teach me Your statutes.

Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Blessed are You, O Lord. Teach me Your statutes.

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

Lord, You have been our refuge from generation to generation. I said: Lord, have mercy on me. Heal my soul, for I have sinned against You.

Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

Lord, I have fled to You. Teach me to do Your will, for You are my God.

Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

For with You is the fountain of life; in Your light we shall see light.

Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Continue Your mercy to those who know You.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy Immortal, have mercy on us.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us.

Μετὰ τὸ τέλος τῆς Δοξολογίας λέγομεν Τροπάριον Ἀναστάσιμον.

After the Doxology, sing the following Resurrectional Troparion.

Ἦχος δʹ. (ἢ τῆς ἑβδομάδος.)

Mode 4. (or the Mode of the week)

Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν. ᾌσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος.

Today has salvation come to pass in the world. Let us sing to Him who resurrected from the tomb and is the Author of our life. For, destroying death by death, He gave us the victory and the great mercy. [SD]

ἢ κατὰ τὴν παλαιωτέραν τάξιν·

Or, according to the older practice:

Ἦχος πλ. δʹ. (ἢ τῆς ἑβδομάδος.)

Mode pl. 4. (or the Mode of the week)

Ἀναστὰς ἐκ τοῦ μνήματος, καὶ τὰ δεσμὰ διαῤῥήξας τοῦ ᾍδου, ἔλυσας τὸ κατάκριμα, τοῦ θανάτου Κύριε, πάντας ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ ῥυσάμενος, ἐμφανίσας σεαυτὸν τοῖς, Ἀποστόλοις σου, ἐξαπέστειλας αὐτοὺς ἐπὶ τὸ κήρυγμα, καὶ διʼ αὐτῶν τὴν εἰρήνην παρέσχες τῇ οἰκουμένῃ, μόνε πολυέλεε.

When You rose from the sepulcher and broke the bonds of Hades, You repealed the sentence of death, O Lord, and delivered all from the snares of the enemy. And when You showed yourself to Your Apostles, You sent them out to preach, and through them You granted peace to the whole world, O only very merciful One. [SD]