Βιβλία - Πηγαί

Books - Sources

Ἱερατικόν

Hieratikon

Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου

Divine Liturgy of St. John Chrysostom

Ὀκτώηχος - Ἦχος πλ. αʹ.

Octoechos - Mode pl. 1.

Τῇ Κυριακῇ Πρωΐ

On Sunday Morning

Πεντηκοστάριον

Pentecostarion

Κυριακὴ τοῦ Τυφλοῦ

Sunday of the Blindman

__________

__________

   

   

ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ

LITURGY OF ST. JOHN CHRYSOSTOM

Ἤ, ἀντὶ τῶν Ἀντιφώνων, κατὰ τὸ τυπικόν, ψάλλονται τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί.

An optional alternative to the Antiphons are the Typika (Psalms 102 and 145), and the Beatitudes with the appointed troparia, which are provided here.

Ψαλμὸς 102.

Psalm 102.

Ψαλμὸς 145.

Psalm 145.

   

   

Οἱ Μακαρισμοί.

The Beatitudes.

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.

In Your kingdom. Remember us, O Lord, when You come in Your kingdom. Blessed are the poor in spirit, for theirs is the kingdom of heaven

Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.

Blessed are those who mourn, for they shall be comforted.

Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.

Blessed are the meek, for they shall inherit the earth.

Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.

Blessed are those who hunger and thirst for righteousness, for they shall be satisfied.

Ἀναστάσιμα.

Resurrectional.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.

Blessed are the merciful, for they shall obtain mercy. [RSV]

Ὁ λῃστὴς ἐν τῷ Σταυρῷ, Θεὸν εἶναί σε πιστεύσας Χριστέ, ὡμολόγησέ σε εἰλικρινῶς ἐκ καρδίας. Μνήσθητί μου Κύριε βοῶν, ἐν τῇ βασιλείᾳ σου.

When the robber had believed * that You the crucified were truly God, * he wholeheartedly and sincerely confessed You, * and he cried aloud to You, O Christ, “In Your kingdom, remember me.” [SD]

Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.

Blessed are the pure in heart, for they shall see God. [RSV]

Τὸν ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, ζωὴν ἀνθήσαντα τῷ γένει ἡμῶν, καὶ ξηράναντα τὴν ἐκ τοῦ ξύλου κατάραν, ὡς Σωτῆρα καὶ Δημιουργόν, συμφώνως ὑμνήσωμεν.

Crucified upon the tree * of the Cross, He blossomed life for our race, * and He dried up the curse from the tree, as our Savior; * whom, as our Creator, let us all in unison extol in song. [SD]

Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται.

Blessed are the peacemakers, for they shall be called sons of God. [RSV]

Τῷ θανάτῳ σου Χριστέ, θανάτου ἔλυσας τὴν δύναμιν, καὶ συνήγειρας τοὺς ἀπʼ αἰῶνος θανέντας, σὲ ὑμνοῦντας τόν, ἀληθινὸν Θεόν, καὶ Σωτῆρα ἡμῶν.

By Your death, O Christ our Lord, * You released us from the power of death, * and raised with yourself those who had died from the ages; * for You are our Savior and true God, whom all now extol in song. [SD]

Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.

Blessed are those who are persecuted for righteousness’ sake, for theirs is the kingdom of heaven. [RSV]

Θεοτοκίον.

Theotokion.

Χαῖρε ἔμψυχε ναὲ Θεοῦ, καὶ πύλη ἀδιόδευτε, χαῖρε ἄφλεκτε καὶ πυρίμορφε θρόνε, χαῖρε Μήτηρ τοῦ Ἐμμανουήλ, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

Rejoice, living temple of God, * rejoice, O impassable gate, * and throne that is fiery and yet not burning. * Rejoice, holy Mother of the Lord Emmanuel Christ our God. [SD]

Κανὼν τοῦ Τυφλοῦ.

Canon for the Blindman.

ᾨδὴ Ϛʹ. Ἦχος πλ. αʹ. Ὡς τὸν Προφήτην τοῦ θηρός.

Ode vi. Mode pl. 1. O Lord, You rescued.

Ὡς τὸν Προφήτην τοῦ θηρός.

Τοῦ Πεντηκοσταρίου - - -

From Pentecostarion - - -

Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθʼ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.

Blessed are you when men revile you and persecute you and utter all kinds of evil against you falsely [for my sake]. [RSV]

Ὁ σταυρωθεὶς μετὰ λῃστῶν, ἐῤῥύσω Δέσποτα, λῃστῶν πονηρῶν, καὶ ψυχοφθόρων παθῶν, φιλάνθρωπε Κύριε πάντας τοὺς ὑμνοῦντάς σου τὴν Σταύρωσιν, καὶ τὴν Ἔγερσιν συμφώνως.

Among the robbers You were crucified, O loving Lord. * O Master, You saved from evil robbers and passions that destroy the soul * all who in unison extol Your crucifixion and Your resurrection. [GOASD]

Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

Rejoice and be glad, for your reward is great in heaven. [RSV]

Πηλὸν ποιήσας ὀφθαλμούς, Τυφλοῦ ἐπέχρισας, τοῦ ἐκ γενετῆς, καὶ ἐχαρίσω αὐτῷ τὸ βλέπειν, ὑμνοῦντί σου Λόγε, τὴν ἄχραντον δύναμιν, διʼ ἧς ἔσωσας τὸν κόσμον.

O Lord, You spat upon the ground, with spittle making clay, * anointed the eyes of someone blind from his birth, and gave him the gift of sight. * And he extolled Your immaculate might, by which You saved the world, O Logos. [GOASD]

Δόξα. Τριαδικόν.

Glory. For the Trinity.

Ἡ τρισυπόστατος μονάς, Πάτερ ἀγέννητε, Υἱὲ γεννητέ, καὶ Πνεῦμα ἐκπορευτόν, τρισάγιε Κύριε, μία οὐσία καὶ δύναμις, σῷζε πάντα τὸν λαόν σου.

Thrice-holy Lord, the single God in three hypostases, * O unbegotten Father and begotten Son and Spirit who proceeds, * one in essence and omnipotence: we pray You save all Your people. [GOASD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Τὰ μεγαλεῖά σου Ἁγνή, τίς διηγήσεται; Θεὸν γὰρ ἐν σαρκί, ἔτεκες ὑπερφυῶς, κόσμον διὰ σοῦ ῥυόμενον, Παρθένε πανάμωμε, ἀπὸ πάσης ἁμαρτίας.

All-blameless Virgin, who can speak of your magnificence? * Ineffably you gave birth to God in the flesh; and through you He saved the world, * and He released it from every sin, O all-immaculate Lady. [GOASD]

Εἰσοδικόν. Ἦχος βʹ.

Entrance Hymn. Mode 2.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Come, let us worship and bow down before Christ. Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia.

   

   

Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον

Hymns after the Entrance.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἀπολυτίκιον Ἀναστάσιμον.

Resurrectional Apolytikion.

Ἦχος πλ. αʹ. Αὐτόμελον.

Mode pl. 1. Automelon.

Τὸν συνάναρχον Λόγον.

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ ἀναστάσει αὐτοῦ.

As the Father and Spirit are unoriginate, * so the Word, who was born from the Virgin for us. * Let us praise Him, O believers, and let us worship Him. * For our salvation He was pleased * to be crucified in the flesh, * and to undergo death, * and to resurrect the dead, by His glorious resurrection. [GOASD]

Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα·

The Apolytikion of the parish church is sung. Then:

   

   

Τοῦ Πεντηκοσταρίου - - -

From Pentecostarion - - -

Κοντάκιον τοῦ Πάσχα.

Kontakion of Pascha.

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Εἰ καὶ ἐν τάφῳ κατῆλθες Ἀθάνατε, ἀλλὰ τοῦ ᾅδου καθεῖλες τὴν δύναμιν· καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

Though You went down into the tomb, O Immortal One, yet You brought down the dominion of Hades; and You rose as the victor, O Christ our God; and You called out “Rejoice” to the Myrrh-bearing women, and gave peace to Your Apostles, O Lord who to the fallen grant resurrection. [SD]

   

   

Ὁ Τρισάγιος Ὗμνος

Trisagios Hymn

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy Immortal, have mercy on us.

   

   

Ὁ Ἀπόστολος

The Epistle

Κυριακῇ Ἕκτῃ, τοῦ Τυφλοῦ

Sixth Sunday, of the Blind Man

Προκείμενον. Ἦχος πλ. αʹ. Ψαλμὸς 11.

Prokeimenon. Mode pl. 1. Psalm 11.

Σύ, Κύριε, φυλάξαις ἡμᾶς καὶ διατηρήσαις ἡμᾶς.

You shall guard us, O Lord; You shall preserve us. [SAAS]

Στίχ. Σῶσόν με, Κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος.

Verse: Save me, O Lord, for the holy man has ceased. [SAAS]

Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα.

The reading is from the Acts of the Apostles.

Πραξ 16:16 – 34

Acts 16:16 – 34

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγένετο πορευομένων ἡμῶν τῶν ἀποστόλων εἰς προσευχὴν παιδίσκην τινὰ ἔχουσαν πνεῦμα πύθωνος ἀπαντῆσαι ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχε τοῖς κυρίοις αὐτῆς μαντευομένη. αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ τῷ Σίλᾳ ἔκραζε λέγουσα· οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας. τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. διαπονηθεὶς δὲ ὁ Παῦλος καὶ ἐπιστρέψας τῷ πνεύματι εἶπε· παραγγέλλω σοι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ᾿ αὐτῆς. καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον· οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν Ἰουδαῖοι ὑπάρχοντες, καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσι. καὶ συνεπέστη ὁ ὄχλος κατ᾿ αὐτῶν. καὶ οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν, πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· ὃς παραγγελίαν τοιαύτην εἰληφὼς ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον. Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν· ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι. ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι καὶ πάντων τὰ δεσμὰ ἀνέθη. ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. ἐφώνησε δὲ φωνῇ μεγάλῃ ὁ Παῦλος λέγων· μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. αἰτήσας δὲ φῶτα εἰσεπήδησε, καὶ ἔντρομος γενόμενος προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη· κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; οἱ δὲ εἶπον· πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα, ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον αὐτοῦ παρέθηκε τράπεζαν, καὶ ἠγαλλιάσατο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ.

In those days, as we apostles were going to the place of prayer, we were met by a slave girl who had a spirit of divination and brought her owners much gain by soothsaying. She followed Paul and us, crying, “These men are servants of the Most High God, who proclaim to us the way of salvation.” And this she did for many days. But Paul was annoyed, and turned and said to the spirit, “I charge you in the name of Jesus Christ to come out of her.” And it came out that very hour. But when her owners saw that their hope of gain was gone, they seized Paul and Silas and dragged them into the market place before the rulers; and when they had brought them to the magistrates they said, “These men are Jews and they are disturbing our city. They advocate customs which it is not lawful for us Romans to accept or practice.” The crowd joined in attacking them; and the magistrates tore the garments off them and gave orders to beat them with rods. And when they had inflicted many blows upon them, they threw them into prison, charging the jailer to keep them safely. Having received this charge, he put them into the inner prison and fastened their feet in the stocks. But about midnight Paul and Silas were praying and singing hymns to God, and the prisoners were listening to them, and suddenly there was a great earthquake, so that the foundations of the prison were shaken; and immediately all the doors were opened and every one’s fetters were unfastened. When the jailer woke and saw that the prison doors were open, he drew his sword and was about to kill himself, supposing that the prisoners had escaped. But Paul cried with a loud voice, “Do not harm yourself, for we are all here.” And he called for lights and rushed in, and trembling with fear he fell down before Paul and Silas, and brought them out and said, “Men, what must I do to be saved?” And they said, “Believe in the Lord Jesus, and you will be saved, you and your household.” And they spoke the word of the Lord to him and to all that were in his house. And he took them the same hour of the night, and washed their wounds, and he was baptized at once, with all his family. Then he brought them up into his house, and set food before them; and he rejoiced with all his household that he had believed in God. [RSV]

   

   

Ἀλληλούϊα. Ἦχος πλ. αʹ. Ψαλμὸς 88.

Alleluia. Mode pl. 1. Psalm 88.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. αʹ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.

Verse 1: O Lord, I will sing of Your mercies forever. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. βʹ. Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται.

Verse 2: For You said, “Mercy shall be built up forever.”

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Τὸ Εὐαγγέλιον

The Gospel

Κυριακῇ Ἕκτῃ τοῦ Τυφλοῦ

Sixth Sunday of the Blind Man

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to John.

Ιω 9:1 – 38

Jn. 9:1 – 38

Τῷ καιρῷ ἐκείνῳ παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; ἀπεκρίθη Ἰησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλ᾽ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. ὅταν ἐν τῷ κόσμῳ ᾦ, φῶς εἰμι τοῦ κόσμου. ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων. Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι τυφλὸς ἦν, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν; ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι. ἔλεγον οὖν αὐτῷ· πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί; ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα. εἶπον οὖν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα. Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν. ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ δὲ εἶπεν αὐτοῖς· πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω. ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὗτος ὁ ἄνθρωπος οὐκ ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον· πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. λέγουσι τῷ τυφλῷ πάλιν· σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν. οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει; ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν, ἀποσυνάγωγος γένηται. διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε. ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶ εἶπον αὐτῷ· δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος ἁμαρτωλός ἐστιν. ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. εἶπον δὲ αὐτῷ πάλιν· τί ἐποίησέ σοι; πῶς ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ἀπεκρίθη αὐτοῖς· εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι; ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί. ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν. ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· ἐν γὰρ τούτῳ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς ὀφθαλμούς. οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ᾽ ἐάν τις θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει. ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν. ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω. Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν αὐτῷ· σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ; ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· καὶ τίς ἐστι, Κύριε, ἵνα πιστεύσω εἰς αὐτόν; εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν. ὁ δὲ ἔφη· πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ.

At that time, as Jesus passed by, he saw a man blind from his birth. And his disciples asked him, “Rabbi, who sinned, this man or his parents, that he was born blind?” Jesus answered, “It was not that this man sinned, or his parents, but that the works of God might be made manifest in him. We must work the works of him who sent me, while it is day; night comes, when no one can work. As long as I am in the world, I am the light of the world.” As he said this, he spat on the ground and made clay of the spittle and anointed the man’s eyes with the clay, saying to him, “Go, wash in the pool of Siloam” (which means Sent). So he went and washed and came back seeing. The neighbors and those who had seen him before as a beggar, said, “Is not this the man who used to sit and beg?” Some said, “It is he”; others said, “No, but he is like him.” He said, “I am the man.” They said to him, “Then how were your eyes opened?” He answered, “The man called Jesus made clay and anointed my eyes and said to me, ‘Go to Siloam and wash’; so I went and washed and received my sight.” They said to him, “Where is he?” He said, “I do not know.” They brought to the Pharisees the man who had formerly been blind. Now it was a sabbath day when Jesus made the clay and opened his eyes. The Pharisees again asked him how he had received his sight. And he said to them, “He put clay on my eyes and I washed, and I see.” Some of the Pharisees said, “This man is not from God, for he does not keep the sabbath.” But others said, “How can a man who is a sinner do such signs?” There was a division among them. So they again said to the blind man, “What do you say about him, since he has opened your eyes?” He said, “He is a prophet.” The Jews did not believe that he had been blind and had received his sight, until they called the parents of the man who had received his sight, and asked them, “Is this your son, who you say was born blind? How then does he now see?” His parents answered, “We know that this is our son, and that he was born blind; but how he now sees we do not know, nor do we know who opened his eyes. Ask him; he is of age, he will speak for himself.” His parents said this because they feared the Jews, for the Jews had already agreed that if anyone should confess him to be Christ he was to be put out of the synagogue. Therefore his parents said, “He is of age, ask him.” So for the second time they called the man who had been blind, and said to him, “Give God the praise; we know that this man is a sinner.” He answered, “Whether he is a sinner, I do not know; one thing I know, that though I was blind, now I see.” They said to him, “What did he do to you? How did he open your eyes?” He answered them, “I have told you already and you would not listen. Why do you want to hear it again? Do you too want to become his disciples?” And they reviled him, saying, “You are his disciple, but we are disciples of Moses. We know that God has spoken to Moses, but as for this man, we do not know where he comes from.” The man answered, “Why, this is a marvel! You do not know where he comes from, and yet he opened my eyes. We know that God does not listen to sinners, but if anyone is a worshiper of God and does his will, God listens to him. Never since the world began has it been heard that anyone opened the eyes of a man born blind. If this man were not from God, he could do nothing.” They answered him, “You were born in utter sin, and would you teach us?” And they cast him out. Jesus heard that they had cast him out, and having found him he said, “Do you believe in the Son of man?” He answered, “And who is he, sir, that I may believe in him?” Jesus said to him, “You have seen him, and it is he who speaks to you.” He said, “Lord, I believe”; and he worshiped him. [RSV]

   

   

Ὕμνος εἰς τὴν Θεοτόκον.

Hymn to the Theotokos.

Ἦχος αʹ.

Mode 1.

Ὁ Ἀγγελος ἐβόα τῇ κεχαριτωμένῃ, Ἁγνὴ Παρθένε, χαῖρε, καὶ πάλιν ἐρῶ, χαῖρε, ὁ σὸς Υἱὸς ἀνέστη τριήμερος ἐκ τάφου.

The Angel cried aloud to the Lady full of grace: Rejoice, O pure Virgin; and again I say Rejoice. Your Son has truly risen from the grave on the third day. [SD]

Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν, καὶ ἀγάλλου Σιών, σὺ δὲ ἁγνή, τέρπου Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.

Arise, shine! Arise, shine, O new Jerusalem! Shine! * For the glory of the Lord has risen upon you. * Zion, exult and be glad now. * O pure Mother of God, rejoice, celebrating * the resurrection of Christ your Son! [SD]

   

   

Κοινωνικόν.

Communion Hymn.

Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε.

Receive the Body of Christ; taste from the immortal fount. [SD]

   

   

Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν.

Hymn after Holy Communion.

Ἀντὶ τό· Εἴδομεν τὸ φῶς.

Instead of “We have seen.”

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. [GOA]

   

   

ΑΠΟΛΥΣΙΣ

DISMISSAL

Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, O Christ our God. Glory to You.

Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· καὶ πάντων τῶν ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May He who rose from the dead, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.