Βιβλία - Πηγαί

Books - Sources

Ὡρολόγιον

Horologion

Ἀπόδειπνον Μικρόν

Small Compline

Τριώδιον

Triodion

Ἁγία καὶ Μεγάλη Τετάρτη - Τῇ Τετάρτῃ Ἑσπέρας εἰς τὸ Ἀπόδειπνον.

Holy Wednesday - On Wednesday Evening at Compline.

__________

__________

   

   

Ἀπόδειπνον Μικρόν

Small Compline

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is our God always, now and ever and to the ages of ages.

( Ἀμήν. )

( Amen. )

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, O God, glory to You.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῷσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Heavenly King, Comforter, Spirit of Truth, present in all places and filling all things, treasury of good things and giver of life: come; take Your abode in us; cleanse us of every stain, and save our souls, O Good one. [GOA]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. [GOA]

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν. Κύριε, ἐλέησον. (ιβʹ)

Amen. Lord, have mercy. (12)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before Christ God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Come, let us worship and bow down before Him, Christ our King and God.

Ψαλμὸς Nʹ (50).

Psalm 50 (51).

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS]

Ψαλμὸς ΞΘʹ (69).

Psalm 69 (70).

Ὁ Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες, Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι, οἱ λέγοντές μοι· Εὖγε, εὖγε. Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες, οἱ ζητοῦντές σε, ὁ Θεός, καὶ λεγέτωσαν διαπαντός· Μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης, ὁ Θεός, βοήθησόν μοι· Βοηθός μου καὶ ῥύστης μου εἶ σύ, Κύριε, μὴ χρονίσῃς.

O God, [give heed] to help me. [O Lord, make haste to help me.] May those who seek my soul be dishonored and shamed; may those who plot evils against me be turned back and disgraced; may those be turned back immediately who shame me, saying, “Well done! Well done!” May all who seek You greatly rejoice and be glad in You, and let those who love Your salvation always say, “Let God be magnified.” But I am poor and needy; O God, help me. You are my helper and deliverer, O Lord; do not delay. [SAAS]

Ψαλμὸς ΡΜΒʹ (142).

Psalm 142 (143).

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με· ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

O Lord, hear my prayer; give ear to my supplication in Your truth; answer me in Your righteousness; do not enter into judgment with Your servant, for no one living shall become righteous in Your sight. For the enemy persecuted my soul; he humbled my life to the ground; he caused me to dwell in dark places as one long dead, and my spirit was in anguish within me; my heart was troubled within me. I remembered the days of old, and I meditated on all Your works; I meditated on the works of Your hands. I spread out my hands to You; my soul thirsts for You like a waterless land. Hear me speedily, O Lord; my spirit faints within me; turn not Your face from me, lest I become like those who go down into the pit. Cause me to hear Your mercy in the morning, for I hope in You; make me know, O Lord, the way wherein I should walk, for I lift up my soul to You. Deliver me from my enemies, O Lord, for to You I flee for refuge. Teach me to do Your will, for You are my God; Your good Spirit shall guide me in the land of uprightness. For Your name’s sake, O Lord, give me life; in Your righteousness You shall bring my soul out of affliction. In Your mercy You shall destroy my enemies; You shall utterly destroy all who afflict my soul, for I am Your servant. [SAAS]

Δοξολογία

Doxology

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθʼ ἑκάστην ἑσπέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητός εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to God in the highest, and on earth peace, good will to men. We praise you, we bless you, we worship you, we glorify you, and we thank you, for your great glory. Lord, King, Heavenly God, Father Almighty; only-begotten Son, Lord Jesus Christ and Holy Spirit. Lord God, the Lamb of God, the Son of the Father, who take away the sin of the world, have mercy on us, you who take away the sins of the world. Accept our supplication, you who sit at the right of the Father, and have mercy on us. For you are the only Holy One, you are the only Lord, Jesus Christ, to the glory of God the Father. Amen. Every evening I shall bless you, and I shall praise your name forever, and unto the ages of ages. Lord, you have become for us a refuge from generation to generation. I have said: Lord, have mercy on me, heal my soul, for I have sinned against you. Lord, to you I have fled; teach me to do your will, for you are my God. For with you is the fountain of life; in your light we shall see light. Extend your mercy to those who know you. Grant, O Lord, that in this night we may be kept without sin. Blessed are you, O Lord, the God of our Fathers, and praised and glorified is your name unto the ages. Amen. Let your mercy, Lord, come upon us, just as we have hoped in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, O Master, make me understand your commandments. Blessed are you, O Holy One, enlighten me with your commandments. Lord, your mercy remains forever, do not turn away from the works of your hands. To you belongs praise, to you belongs a hymn, to you belongs glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. Amen.

Τὸ Πιστεύω

The Creed

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, διʼ οὗ τὰ πάντα ἐγένετο. Τὸν διʼ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου, καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ Κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

I believe in one God, Father Almighty, Creator of heaven and earth, and of all things visible and invisible. And in one Lord Jesus Christ, the only-begotten Son of God, begotten of the Father before all ages; Light of Light, true God of true God, begotten, not created, of one essence with the Father, through Whom all things were made. Who for us men and for our salvation came down from heaven and was incarnate of the Holy Spirit and the Virgin Mary and became man. He was crucified for us under Pontius Pilate, and suffered and was buried; And He rose on the third day, according to the Scriptures. He ascended into heaven and is seated at the right hand of the Father; And He will come again with glory to judge the living and the dead. His kingdom shall have no end. And in the Holy Spirit, the Lord, the Creator of life, Who proceeds from the Father, Who together with the Father and the Son is worshiped and glorified, Who spoke through the prophets. In one, holy, catholic, and apostolic Church. I confess one baptism for the forgiveness of sins. I look for the resurrection of the dead, and the life of the age to come. Amen. [GOA]

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos. [GOA]

ΧΟΡΟΣ

CHOIR

Τοῦ Τριωδίου - - -

From Triodion - - -

Κανὼν τοῦ Τριωδίου.

Canon from the Triodion.

Ποίημα Ἀνδρέου Κρήτης.

By Andrew of Crete.

ᾨδὴ δʹ. Ἦχος πλ. βʹ. Ὁ Εἱρμός.

Ode iv. Mode pl. 2. Heirmos.

Ἀκήκοεν ὁ Προφήτης, τὴν ἔλευσίν σου Κύριε, καὶ ἐφοβήθη, ὅτι μέλλεις ἐκ Παρθένου τίκτεσθαι, καὶ ἀνθρώποις δείκνυσθαι, καὶ ἔλεγεν· Ἀκήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, δόξα τῇ δυνάμει σου Κύριε. (δίς)

The Prophet heard of Thy coming, O Lord, and he was afraid: how Thou wast to be born of a Virgin and revealed to men, and he said: ‘I have heard the report of Thee and I was afraid.’ Glory to Thy power, O Lord. (2) [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Ἀνώγεων ἐστρωμένον, ἐδέξατό σε τὸν Κτίστην καὶ τοὺς συμμύστας, καὶ αὐτοῦ τὸ Πάσχα ἐπετέλεσας, καὶ αὐτοῦ εἰργάσω τὰ μυστήρια· αὐτοῦ γὰρ τῶν δύο σταλέντων, νῦν Μαθητῶν σου, τὸ Πάσχα ἡτοιμάσθη σοι.

Furnished and ready, the upper room received Thee, O Creator, with Thy companions at the mystical supper. There hast Thou sent Thy two disciples to prepare the feast for Thee; there hast Thou kept the Passover, and perforn1ed its mysteries. [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Ὑπάγετε πρὸς τὸν δεῖνα, ὁ πάντα εἰδὼς προλέγει, τοῖς Ἀποστόλοις, καὶ μακάριός ἐστιν ὃς δύναται, πιστῶς ὑποδέξασθαι τὸν Κύριον, ἀνώγεων μὲν τὴν καρδίαν προετοιμάσας, καὶ δεῖπνον τὴν εὐσέβειαν.

‘Go to such a man’, He who knows all things said beforehand to His apostles, ‘and blessed is he who can receive the Lord with faith, preparing his heart as an upper room and his devotion as supper.’ [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Ἡ γνώμη φιλαργυρίας, ὁ τρόπος σου ἀπονοίας, ἄφρον Ἰούδα· πιστευθεὶς γὰρ μόνος τὸ γλωσσόκομον, ὅλως οὐκ ἐκάμφθης πρὸς συμπάθειαν, ἀλλʼ ἔκλεισας τὰ τῆς σκληρᾶς σου, καρδίας σπλάγχνα, προδοὺς τὸν μόνον εὔσπλαγχνον.

O senseless Judas, in thy folly thou art filled with thoughts of avarice. For to thee alone the bag of money was entrusted, yet thou wast not moved at all to mercy; but thou hast closed thy hard heart and betrayed the Lord who alone is compassionate. [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Ἡ γνώμη τῶν θεοκτόνων, τῇ πράξει τοῦ φιλαργύρου συναρμοσθεῖσα, ἡ μὲν πρὸς ἀναίρεσιν ὡπλίζετο, ἡ δὲ τὰ ἀργύρια ἐφείλκετο· ἀγχόνην γὰρ μεταμελείας τότε προκρίνας, κακῶς τοῦ ζῇν ἐστέρηται.

The purpose of the Jews who sought to kill God fitted with the action of Judas in his avarice: they armed then1selves for murder, and he was tempted by the money. But in misery he lost his life, preferring a noose rather than repentance. [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Τὸ φίλημα γέμει δόλου, τὸ χαῖρέ σου ἐν μαχαίρᾳ, πλάνε Ἰούδα· τῇ μὲν γλώσσῃ φθέγγῃ τὰ πρὸς ἕνωσιν, τῇ δὲ γνώμῃ νεύεις πρὸς διάστασιν· προδοῦναι γὰρ τοῖς παρανόμοις τὸν Εὐεργέτην, δολίως ἐμελέτησας.

O deceiving Judas, thy kiss is full of guile, thy greeting brings a sword; thy tongue speaks of unity, yet in thy thoughts thou dost consent to separation. For craftily thou hast purposed to betray the Benefactor to the transgressors. [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Φιλεῖς καὶ πωλεῖς Ἰούδα, ἀσπάζῃ καὶ οὐκ ὀκλάζεις δόλῳ προστρέχων, τίς μισῶν ἀσπάζεται τρισάθλιε; τίς φιλῶν ἐξωνεῖται τιμήματι; τὸ φίλημα τῆς ἀναιδοῦς σου κακοβουλίας, ἐλέγχει τὴν προαίρεσιν.

Thou dost kiss and yet dost sell thy Lord, O Judas; thou dost embrace yet lie in wait for Him deceitfully. Thrice miserable! Who can embrace in hatred? Who can love, yet sell for a price? Thy kiss betrays the evil purpose of thy shameless heart. [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Δόξα. Τριαδικόν.

Glory. For the Trinity.

Ἀμέριστον τῇ οὐσίᾳ, ἀσύγχυτον τοῖς προσώποις θεολογῶ σε, τὴν τριαδικὴν μίαν Θεότητα, ὡς ὁμοβασίλειον καὶ σύνθρονον, βοῶ σοι τὸ ᾎσμα τὸ μέγα, τὸ ἐν ὑψίστοις, τρισσῶς ὑμνολογούμενον.

Undivided in Essence, unconfused in Persons, I confess Thee as God: Triune Deity, one in kingship and throne; and to Thee I raise the great thrice-holy hymn that is sung on high. [KW]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ἡ σύλληψις ὑπὲρ λόγον, ὁ τόκος σου ὑπὲρ φύσιν Θεογεννῆτορ· ἡ μὲν γὰρ ἐκ Πνεύματος οὐ σπέρματος, ἡ δὲ νόμους φύσεως λανθάνουσα, ὡς ἄφθορος καὶ ὑπὲρ φύσιν, πάσης λοχείας· Θεὸς γὰρ τὸ τικτόμενον.

O Mother of God, past speech is thy conceiving and beyond nature is thy childbearing. Thou hast conceived from the Spirit, not from human seed, and thy childbearing has escaped nature’s laws, since it was without corruption and above the nature of all birthgiving. for He whom thou hast borne is God. [KW]

Κάθισμα.

Kathisma.

Ἦχος δʹ. Ἐπεφάνης σήμερον.

Mode 4. (NM)

Συνεσθίων Δέσποτα, τοῖς Μαθηταῖς σου, μυστικῶς ἐδήλωσας, τὴν σὴν ἁγίαν τελευτήν, διʼ ἧς φθορᾶς ἐλυτρώθημεν, οἱ τὰ σεπτά σου τιμῶντες Παθήματα.

Eating, O Master, with Thy disciples, Thou hast mystically revealed Thy holy end, whereby we who honour Thy sacred Passion are delivered from corruption. [KW]

ᾨδὴ ηʹ. Ἦχος πλ. βʹ. Ὁ Εἱρμός.

Ode viii. Mode pl. 2. Heirmos.

Ὃν Στρατιαὶ οὐρανῶν δοξάζουσι καὶ φρίττει τὰ Χερουβεὶμ καὶ τὰ Σεραφείμ, πᾶσα πνοὴ καὶ κτίσις ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

The hosts of heaven give Him glory; before Him tremble cherubim and seraphim; let everything that has breath and all creation praise Him, bless Him, and exalt Him above all for ever. [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Τὴν νομικήν, ἐκπληρώσας πρόσταξιν, ὁ πλάκας τὰς νομικάς, γράψας ἐν Σινᾷ, ἔφαγε μὲν τὸ Πάσχα, τὸ πάλαι καὶ σκιῶδες, γέγονε δὲ πάσχα, καὶ μυστικὴ ζωοθυσία.

He who wrote the tables of the Law on Sinai, Himself fulfilled the ordinance of the Law. He ate the old Passover which was but a shadow, and He became the new Passover, a mystical and living Sacrifice. [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Τὴν ἀπʼ αἰῶνος, κεκαλυμμένην Χριστός, σοφίαν μυσταγωγῶν, ἔδειξας ὁμοῦ, πᾶσι τοῖς Ἀποστόλοις, Σωτὴρ ἐπὶ τοῦ δείπνου, ἣν ταῖς Ἐκκλησίαις, παρέδωκαν οἱ θεοφόροι.

Revealing in a mystery the wisdom hidden from all ages, O Christ our Saviour, Thou hast disclosed it at the Supper to all Thine apostles: and, inspired by God, they delivered it to the Churches. [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Εἷς ἐξ ὑμῶν, δόλῳ παραδώσει με. Ἑβραίοις ἀπεμπολῶν, ταύτῃ τῇ νυκτί, τοῦτο Χριστὸς βοήσας, συνέχεε τοὺς φίλους, τότε εἷς πρὸς ἕνα, διαπορῶν προσεκινεῖτο.

‘One of you shall betray Me by guile this night and sell Me to the Hebrews’, Christ cried aloud to His friends, filling them with dismay; and then they turned one to another in doubt. [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Ταπεινωθείς, διʼ ἡμᾶς ὁ πλούσιος, τοῦ δείπνου ἐξαναστάς, λέντιον λαβών, τοῦτο περιεζώσω, καὶ κλίνας τὸν αὐχένα, ἔνιψας τοὺς πόδας, τῶν Μαθητῶν καὶ τοῦ προδότου.

He who is rich made Himself lowly for our sakes: rising from the Supper, He took a towel and girded Himself, and bowing down He washed the feet of the disciples and the traitor. [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Τῆς ὑπὲρ νοῦν, καὶ ἀφράστου γνώσεως, τὸ ὕψος σου Ἰησοῦ, τίς μὴ ἐκπλαγῇ, ὅτι πηλῷ παρέστης, ὁ Κτίστης τῶν ἁπάντων, νίπτων μὲν τοὺς πόδας, ἐκμάσσων δὲ καὶ τῷ λεντίῳ;

Who would not be struck with wonder at the height of Thy knowledge, which no mind can understand nor tongue describe! Thou, the Creator of all, hast drawn near to Thy creatures of clay, and washed their feet and dried them with a towel. [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Ὁ Μαθητής, ὃν ἠγάπα Κύριος, τῷ στήθει ἀναπεσών, ἔφη πρὸς αὐτόν· Τίς ὁ παραδιδούς σε; Χριστὸς δὲ πρὸς ἐκεῖνον. Οὗτος ὁ ἐμβάψας, ἐν τῷ τρυβλίῳ νῦν τὴν χεῖρα.

The disciple whom the Lord loved, lying on His breast, said to Him: ‘Who is he that shall betray Thee?’ And Christ answered: ‘It is he who dips his hand now in the dish.’ [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Ὁ Μαθητὴς τὸν ψωμὸν δεξάμενος, κατὰ τοῦ ἄρτου χωρεῖ, πρᾶσιν μελετῶν· τρέχει πρὸς Ἰουδαίους, λέγει τοῖς παρανόμοις· Τί παρέχετέ μοι, κᾀγὼ ὑμῖν αὐτὸν προδώσω;

The disciple received the sop, yet was parted from the Bread; scheming how to sell Him, he ran to the Jews and said to the transgressors: ‘What will ye give me if I deliver Him to you?’ [KW]

Δόξα. Τριαδικόν.

Glory. For the Trinity.

Ἕνα Θεόν, κατʼ οὐσίαν σέβομαι, τρεῖς ὑποστάσεις ὑμνῶ, διοριστικῶς, ἄλλας ἀλλʼ οὐκ ἀλλοίας, ἐπεὶ Θεότης μία, ἐν τρισὶ τὸ κράτος· καὶ γὰρ Πατήρ, Υἱός, καὶ Πνεῦμα.

I honour God one in Essence, I sing the praises of the three Persons, distinct from one another yet not differing in Nature, for there is one Godhead and one Power in the three, Father, Son and Holy Spirit. [KW]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ῥῦσαι ἡμᾶς, Ἰησοῦ Σωτὴρ ἡμῶν, ἐκ πλάνης καὶ πειρασμοῦ, καὶ τοῦ πονηροῦ, δέχου τὴν Θεοτόκον, πρεσβεύουσαν ἀπαύστως· Μήτηρ γὰρ ὑπάρχει, καὶ δύναταί σε δυσωπῆσαι.

O Jesus our Saviour, deliver us from error and temptation and the evil one. Accept the Theotokos who intercedes for us without ceasing: for she is Thy Mother and has power to entreat Thee. [KW]

ᾨδὴ θʹ. Ἦχος πλ. βʹ. Ὁ Εἱρμός.

Ode ix. Mode pl. 2. Heirmos.

Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄσπορος ἡ κύησις. Θεοῦ γὰρ ἡ γέννησις καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν. (δίς)

Conception without seed; nativity past understanding, from a Mother who never knew a man; childbearing undefiled. For the birth of God makes both natures new. Therefore, as Bride and Mother of God, with true worship all generations magnify thee. (2) [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Τὸ μέγα μυστήριον, τῆς σῆς ἐνανθρωπήσεως, ἐπὶ τοῦ δείπνου, συνανακειμένου σου, τοῖς Μύσταις Φιλάνθρωπε, ἀνακαλύψας ἔφης· Φάγετε ἄρτον τὸν ζωτικόν, πίστει πίετε τὸ αἷμα, κενωθὲν τῆς θεοπλεύρου σφαγῆς.

Sitting at supper with Thy companions, O Lord who lovest mankind, Thou hast revealed to them the great mystery of Thine Incarnation, saying: ‘Eat the living Bread, drink with faith the Blood shed from My divine side at My death.’ [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Σκηνὴ ἐπουράνιος, ἐδείχθη τὸ ἀνώγεων, ἔνθα τὸ Πάσχα, Χριστὸς ἐπετέλεσε, τὸ δεῖπνον ἀναίμακτον, καὶ λογικὴ λατρεία· ἡ τράπεζα δὲ τῶν ἐκεῖ, τελεσθέντων μυστηρίων, νοητὸν θυσιαστήριον.

The upper room wherein Christ kept the Passover was revealed as a heavenly tabernacle; the supper without shedding of blood is our reasonable worship; the table on which the Mysteries were celebrated there is our spiritual altar. [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Τὸ Πάσχα Χριστός ἐστι, τὸ μέγα καὶ σεβάσμιον, βρωθεὶς ὡς ἄρτος, τυθεὶς δὲ ὡς πρόβατον· αὐτὸς γὰρ ἀνήνεκται, ὑπὲρ ἡμῶν θυσία, αὐτοῦ τὸ Σῶμα εὐσεβῶς, καὶ αὐτοῦ τὸ Αἷμα πάντες, μυστικῶς μεταλαμβάνομεν.

Christ is our great and honoured Passover, eaten as bread and slain as a Lamb. He has been offered as a sacrifice for us, and mystically we all receive with reverence His Body and His Blood. [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Τὸν ἄρτον εὐλόγησας, ὁ Ἄρτος ὁ οὐράνιος, εὐχαριστήσας, Πατρὶ τῷ γεννήτορι, λαβὼν καὶ ποτήριον, τοῖς Μαθηταῖς ἐδίδως. Λάβετε, φάγετε βοῶν, τοῦτό μού ἐστι τὸ Σῶμα, καὶ τὸ Αἷμα τῆς ἀφθάρτου ζωῆς.

Having blessed the bread, O heavenly Bread, Thou hast offered thanks to Thy Father, and taking the cup Thou hast given it to Thy disciples, saying: ‘Take, eat, this is My Body and the Blood of Life incorruptible.’ [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Ἀμὴν λέγων ἔφησε, τοῖς κλήμασιν ἡ ἄμπελος, τοῖς Ἀποστόλοις, Χριστὸς ἡ ἀλήθεια, ἀπʼ ἄρτι οὐ μὴ πίω ἐκ τῆς ἀμπέλου πόμα, ἕως ἂν πίω αὐτὸ καινόν, ἐν τῇ δόξῃ τοῦ Πατρός μου, μεθʼ ὑμῶν τῶν κληρονόμων μου.

Christ the true Vine spoke to His branches, the apostles, saying: ‘Amen, I will not drink henceforth from the vine until I drink it new with you My heirs in the glory of My Father.’ [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Πιπράσκεις τριάκοντα, ἀργύρων τὸν ἀτίμητον, καὶ οὐ λογίζῃ, Ἰούδα παράνομε, τοῦ δείπνου τὴν μύησιν, ἢ τὸν σεπτὸν νιπτῆρα; Ὢ πῶς εἰς τέλος τοῦ φωτός, ὀλισθήσας πτῶμα ἦλθες, τὴν ἀγχόνην ἀσπασάμενος!

For thirty pieces of silver thou dost sell Him who is above all price; and dost thou not think, wicked Judas, of the mystery of the Supper and the holy washing of the feet? O how hast thou fallen utterly from the light, embracing with love the hangman’s noose! [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Τὰς χεῖρας ἐξέτεινας, ἐν αἷς τὸν ἄρτον ἔλαβες, τῆς ἀφθαρσίας, λαβεῖν τὰ ἀργύρια, τὸ στόμα πρὸς φίλημα, προσαγαγὼν δολίως, ἐν ᾧ τὸ Σῶμα τοῦ Χριστοῦ, καὶ τὸ Αἷμα ὑπεδέξω, ἀλλʼ οὐαί σοι! ὡς φησὶν ὁ Χριστός.

The hands in which thou hast taken the Bread of incorruption, thou hast stretched out to take the money; and with the mouth in which thou hast received the Body and Blood of Christ, thou hast given a kiss deceitfully. But woe to thee, as Christ has said. [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Χριστὸς εἱστιάσατο, τὸν Κόσμον ὁ οὐράνιος, κάί θεῖος Ἄρτος. Δεῦτε οὖν φιλόχριστοι, πηλίνοις ἐν στόμασιν, ἀγναῖς δὲ ταῖς καρδίαις, ὑποδεξώμεθα πιστῶς, τὸν θυόμενον τὸ Πάσχα, ἐν ἡμῖν ἱερουργούμενον.

Christ, the divine and heavenly Bread, gives food to all the world. Come, then, O lovers of Christ, and in our mouths of clay but with pure hearts let us receive in faith the Passover that is sacrificed and offered in our midst. [KW]

Δόξα. Τριαδικόν.

Glory. For the Trinity.

Πατέρα δοξάσωμεν, Υἱὸν ὑπερυψώσωμεν, τὸ θεῖον Πνεῦμα, πιστῶς προσκυνήσωμεν, Τριάδα ἀχώριστον, Μονάδα κατʼ οὐσίαν, ὡς φῶς καὶ φῶτα καὶ ζωήν, καὶ ζωὰς ζωοποιοῦσαν, καὶ φωτίζουσαν τὰ πέρατα.

Let us glorify the Father, let us exalt the Son, and with faith let us worship the divine Spirit, undivided Trinity and Unity in Essence. Let us adore Light and Lights, Life and Lives, giving life and light to the ends of the earth. [KW]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Παστὰς ἐπουράνιος, καὶ Νύμφη ἀειπάρθενος, μόνη ἐδείχθης, Θεὸν μὲν βαστάσασα, τεκοῦσα δὲ ἀτρέπτως, ἐκ σοῦ σεσαρκωμένον· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.

Thou alone art revealed as heavenly bridal chamber and ever­virgin Bride. Thou hast carried God in thy womb and given birth to Him; and He took flesh from thee yet underwent no change. Therefore, as Bride and Mother of God, with true worship all generations magnify thee. [KW]

Ὁ Εἱρμός.

Heirmos.

Ἀσπόρου συλλήψεως, ὁ τόκος ἀνερμήνευτος, Μητρὸς ἀνάνδρου, ἄσπορος ἡ κύησις. Θεοῦ γὰρ ἡ γέννησις καινοποιεῖ τὰς φύσεις· διό σε πᾶσαι αἱ γενεαί, ὡς Θεόνυμφον Μητέρα, ὀρθοδόξως μεγαλύνομεν.

Conception without seed; nativity past understanding, from a Mother who never knew a man; childbearing undefiled. For the birth of God makes both natures new. Therefore, as Bride and Mother of God, with true worship all generations magnify thee. [KW]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. [GOA]

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

Κοντάκιον.

Kontakion.

Τοῦ Τριωδίου - - -

From Triodion - - -

Ἦχος βʹ. Τὰ ἄνω ζητῶν.

Mode 2. In seeking the heights.

Τὸν ἄρτον λαβών, εἰς χεῖρας ὁ προδότης, κρυφίως αὐτάς, ἐκτείνει καὶ λαμβάνει, τὴν τιμὴν τοῦ πλάσαντος, ταῖς οἰκείαις χερσὶ τὸν ἄνθρωπον· καὶ ἀδιόρθωτος ἔμεινεν, Ἰούδας ὁ δοῦλος καὶ δόλιος.

Receiving the bread in his hands, the betrayer * in secret extends those very hands receiving * from the priests the price of Him * who had fashioned mankind with His own hands. * And he remained incorrigible, Judas the slave and the knave. [SD]

Κύριε, ἐλέησον. (μʹ)

Lord, have mercy. (40)

Ὁ ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καἰ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

O Christ our God, who at all times and at every hour, both in heaven and on earth, are worshipped and glorified, long suffering and plenteous in mercy and compassion; who love the just and show mercy to the sinners; who call all men to salvation through the promise of the blessings to come: Do You, the same Lord, receive also our supplications at this present time, and direct our lives according to Your commandments. Sanctify our souls; purify our bodies; set our minds right; clear up our thoughts, and deliver us from every sorrow, evil and distress. Surround us with Your holy Angels so that being guarded and guided by their presence, we may arrive at the unity of the faith and the knowledge of Your ineffable glory; for blessed are You unto the ages of ages. Amen.

Κύριε, ἐλέησον. (3)

Lord, have mercy. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify.

Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ.

In the name of the Lord, Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Ὁ Θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς· ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφʼ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

May God have compassion on us and bless us; may his face shine upon us and have mercy on us.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

Κύριε, ἐλέησον. (ιβʹ)

Lord, have mercy. (12)

Καὶ σῶσον ἡμᾶς, Παναγία Παρθένε.

Save us, all-holy Theotokos.

Εὐχὴ εἰς τὴν Ὑπεραγίαν Θεοτόκον

Prayer to the Virgin

Παύλου μοναχοῦ, Μονῆς τῆς Εὐεργέτιδος

by Paul the Monk of the Monastery of Evergetis

Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ σου κυήσει ἑνώσασα καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα· ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπὶς καί τῶν πολεμουμένων βοήθεια, ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον· μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καί τῇ τῶν ἡδονῶν τοῦ βίου, ῥαθυμίᾳ γνώμης, δοῦλον γενόμενον. Ἀλλʼ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι ἐπʼ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τὴν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν, καὶ τὸν σὸν Υἱόν, καὶ ἡμῶν Δεσπότην καὶ Κύριον, τῇ μητρικῇ σου παῤῥησίᾳ χρωμένη δυσώπησον, ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὐτοῦ ἀγαθότητος καί, παριδών μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν καί τῶν αὐτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων καὶ συμπαθὴς καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίῳ θερμὴ προστάτις καὶ βοηθός, τὰς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσα με· καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιμόνων πόῤῥω αὐτῆς ἀπελαύνουσα. Ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καί τῆς ἀποῤῥήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. Ἧς καὶ τύχοιμι, Δέσποινα μου, ὑπεραγία Θεοτόκε, διά τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς ΣουΥἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

O spotless, unstained, incorruptible, undefiled, pure Virgin, Lady Bride of God, who through your wondrous birth-giving united God the Word with mankind, and linked the fallen nature of our human race with the heavenly; the only hope of the hopeless and the help of the persecuted; the ready support of those who seek refuge in you, and the shelter of all the Christians: do not despise me, the wretched sinner who have defiled myself with shameful thoughts and words and deeds, and through negligence of thought have become slave to the pleasures of life. But as the Mother of our compassionate God, and a friend of man, have compassion on me the sinner and prodigal, and accept this prayer from my impure lips; and using your motherly standing, entreat your Son and our Master and Lord to open unto me the depths of his loving goodness and, overlooking my innumerable faults, to return me to repentance and make me a worthy servant of his commandments. Stand by me forever; in this life as a merciful and compassionate and good and lovingly warm protector and helper, by repulsing the assaults of the adversary and leading me toward salvation; and at the time of my death, by embracing my miserable soul and driving far away from it the dark faces of the evil demons; and at the awesome day of judgment by redeeming me from eternal hell, and proclaiming me an heir of the ineffable glory of your Son and our God. May I enjoy such fate, my Lady, most-holy Theotokos, through your intercession and protection; through the grace and love for mankind of your only-begotten Son, our Lord and God and Savior Jesus Christ. To whom belong all glory, honor and worship, together with his beginningless Father, and the all holy and good and life giving Spirit, now and ever, and to the ages of ages. Amen. [HC]

Εὐχὴ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν

Prayer to our Lord Jesus Christ

Ἀντιόχου Μοναχοῦ τοῦ Πανδέκτου

by Antiochus, Monk of Pandektos

Καὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν, ἀνάπαυσιν σώματος καὶ ψυχῆς, καὶ διαφύλαξον ἡμᾶς ἀπό τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τὰς ὁρμὰς τῶν παθῶν, σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ τὰ καθʼ ἡμῶν δολίως κινούμενα. Τὰς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμισον. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ὕπνον ἐλαφρόν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου καὶ τὴν μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἡμῖν τὴν σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομα σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

And grant to us, Master, as we depart for sleep, rest of body and soul, and preserve us from the gloomy slumber of sin, and from every dark and nocturnal pleasure. Arrest the drives of passion; extinguish the burning arrows of the Evil One which insidiously fly in our direction; suppress the rebellions of our flesh, and calm our every earthly and material thought. And grant to us, O God, alert mind, prudent thinking, sober heart, light sleep free of any satanic fantasy. Awaken us at the time of prayer rooted in your commandments and having unbroken within us the remembrance of your ordinances. Grant that we may sing your glory through the night by praising and blessing and glorifying your most honorable and majestic name, of the Father and of the Son and of the Holy Spirit, now and ever, and to the ages of ages. Amen. [HC]

Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, καὶ αἴτησαι ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.

Most glorious, ever virgin, blessed Theotokos, bring our prayer before your Son and our God, and entreat him, through you, to save our souls. [HC]

Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ ἅγιον, Τριὰς ἁγία, δόξα σοι.

The Father is my hope, the Son is my refuge, the Holy Spirit is my shelter, Holy Trinity, glory to you. [HC]

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

O Mother of God, I have committed my every hope wholly unto you. Keep me under your shelter. [SD]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Εὐλόγησον.

Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Ἐρχόμενος ὁ Κύριος ἐπὶ τὸ ἑκούσιον πάθος, διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· καὶ πάντων τῶν ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May He who is coming to His voluntary Passion for our salvation, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.

Let us pray for the peace of the world.

ΧΟΡΟΣ (χῦμα μεθʼ ἑκάστην δέησιν)

CHOIR (intoned after each petition)

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

For the pious and Orthodox Christians.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).

For our our Archbishop (name).

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους.

For our nation.

Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.

For the armed forces.

Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν.

For our absent fathers, brothers and sisters.

Ὑπερ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.

For those who help us and those who serve us.

Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.

For those who hate us and those who love us.

Ὑπερ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.

For those who have asked us, the unworthy, to pray for them.

Ὑπὲρ ἀναῤῥύσεως τῶν αἰχμαλώτων.

For the release of the captives.

Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.

For those sailing the seas.

Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.

For those laid up with illnesses.

Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.

Let us also pray for the abundance of the fruits of the earth.

Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων.

And for all our fathers and brethren departed this life, those who lie here in peace, and the Orthodox everywhere.

Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Let us say for ourselves, also: Lord, have mercy; Lord, have mercy; Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us.

( Ἀμήν. )

( Amen. )