2024

2024

Τῇ Παρασκευῇ | Τῌ ΚϚʹ ΑΠΡΙΛΙΟΥ

On Friday | April 26

   

   

__________

__________

Η ΠΡΟΦΗΤΕΙΑ

THE PROPHECY

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Ψαλμὸς ΡΚΑʹ (121).

Psalm 121 (122).

Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι. Εἰς οἶκον Κυρίου πορευσόμεθα.

I was glad when they said to me, “Let us go into the house of the Lord.”

Ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐξεζήτησα ἀγαθά σοι.

For the sake of the house of the Lord our God, I sought good things for you. [SAAS]

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

The reading is from the Prophecy of Isaiah.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ησ ΞϚʹ, 10-24

Is 66:10-24

Εὐφράνθητι, Ἱερουσαλήμ, καὶ πανηγυρίσατε ἐν αὐτῇ, πάντες οἱ ἀγαπῶντες αὐτήν, καὶ οἱ κατοικοῦντες αὐτήν, χάρητε ἅμα αὐτῇ χαρᾷ πάντες ὅσοι ἐπενθεῖτε ἐπʼ αὐτῇ, ἵνα θηλάσητε, καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, καὶ ἵνα ἐκθηλάσαντες, τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς. Ὅτι τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτούς, ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάῤῥους ἐπικλύζων δόξαν ἐθνῶν, τὰ παιδία αὐτῶν ἐπʼ ὤμων ἀρθήσονται, καὶ ἐπὶ γονάτων παρακληθήσονται, ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτω κᾀγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ἱερουσαλὴμ παρακληθήσεσθε. Καὶ ὄψεσθε, καὶ χαρήσεται ἡ καρδία ὑμῶν, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ, καὶ γνωστὴ ἔσται ἡ χεὶρ Κυρίου τοῖς φοβουμένοις αὐτόν, καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν. Ἰδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν, καὶ ἀποσκορακισμὸν αὐτοῦ ἐν φλογὶ πυρός· ἐν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ, καὶ ἐν τῇ ῥομφαίᾳ αὐτοῦ πᾶσα σάρξ. Πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου, οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους, καὶ ἐν τοῖς προθύροις οἱ ἐσθίοντες κρέας ὕειον, καὶ τὰ βδελύγματα, καὶ τὸν μῦν, ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, εἶπε Κύριος. Κᾀγὼ τὰ ἔργα αὐτῶν, καὶ τὸν λογισμὸν αὐτῶν ἐπίσταμαι, καὶ ἐγὼ ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη, καὶ τὰς γλώσσας, καὶ ἥξουσι, καὶ ὄψονται τὴν δόξαν μου, καὶ καταλείψω ἐπʼ αὐτῶν σημεῖον, καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη, εἰς Θαρσεῖς, καὶ Φούδ, καὶ Λούδ, καὶ Μοσόχ, καὶ εἰς Θοβέβ, καὶ εἰς τὴν Ἑλλάδα, καὶ εἰς τὰς νήσους τὰς πόῤῥω, οἳ οὐκ ἀκηκόασί μου τὸ ὄνομα, οὔτε ἑωράκασί μου τὴν δόξαν. Καὶ ἀναγγελοῦσι τὴν δόξαν μου ἐν τοῖς ἔθνεσι, καὶ ἄξουσι τοὺς ἀδελφοὺς ἡμῶν ἐκ πάντων τῶν ἐθνῶν, δῶρον Κυρίῳ, μεθʼ ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων, μετὰ σκιαδίων εἰς τὴν ἁγίαν πόλιν Ἱερουσαλήμ, εἶπε Κύριος· ὡς ἂν εἰσενέγκοιεν ἐμοὶ οἱ υἱοὶ Ἰσραὴλ τὰς θυσίας αὐτῶν μετὰ εὐφροσύνης, καὶ μετὰ ψαλμῶν εἰς τὸν οἶκον Κυρίου, καὶ ἀπʼ αὐτῶν λήψομαι Ἱερεῖς καὶ Λευΐτας, εἶπε Κύριος. Ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινός, καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ, μένει ἐνώπιον ἐμοῦ, λέγει Κύριος· οὕτω στήσεται τὸ σπέρμα ὑμῶν, καὶ τὸ ὄνομα ὑμῶν. Καὶ ἔσται μὴν ἐκ μηνός, καὶ σάββατον ἐκ σαββάτου· καὶ ἥξει πᾶσα σάρξ τοῦ προσκυνῆσαι ἐνώπιον ἐμοῦ ἐν Ἱερουσαλήμ, εἶπε Κύριος. Καὶ ἐξελεύσονται, καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.

“Be glad, O Jerusalem, and celebrate holy days in her. All you who love her, rejoice exceedingly, and all you who mourn over her; that you may nurse and be satisfied by the breast of her consolation; that you may take pleasure in nursing because of the entrance of her glory.” For thus says the Lord: “Behold, I will turn to them like a river of peace and like a brook, to flood them with the glory of the Gentiles. Their children shall be taken up on shoulders and comforted on knees. Like someone a mother comforts, so also will I comfort you, and you shall be comforted in Jerusalem.” You shall see, and your heart will rejoice. Your bones shall rise up like a pasture, and the Lord’s hand shall be known by those who fear Him; but He shall threaten the disobedient. For behold, the Lord shall come like a fire, and His chariots like a sudden blast of wind, to render His vengeance with anger and His renunciation with a flame of fire. For all the earth shall be judged in the fire of the Lord, and all flesh with His sword; and many shall be wounded by the Lord. “Those who purify and cleanse themselves in the gardens and porches, who eat the meat of a pig or any abomination, they shall be destroyed together at the same time,” says the Lord; “and I know their works and their reasoning. I am coming to gather all the nations and tongues, and they shall come and see My glory. And I will leave signs upon them, and those among them who are saved, I will send forth to the Gentiles: to Tarshish, and Pul and Lud and Tubal, and to Greece and to the coastlands far off, to those who have not heard My name, nor seen My glory; and they shall declare My glory among the Gentiles. They shall bring your brethren from among all the Gentiles as a gift to the Lord, with horses and chariots, in litters drawn by mules and covered with sunshades, to the holy city of Jerusalem,” says the Lord, “just as the children of Israel would bring Me their sacrifices with psalms into the house of the Lord. I shall take some of them to be My priests and Levites,” says the Lord. “For just as the new heaven and the new earth which I make shall remain before Me,” says the Lord, “so shall your seed and your name remain. It shall come to pass from month to month and from Sabbath to Sabbath, all flesh shall worship before Me in Jerusalem,” says the Lord. “They shall go forth and see the dead bodies of the men who transgressed against Me, for their worm shall not die, and their fire shall not be extinguished; and they shall be a vision to all flesh.” [SAAS]

Προκείμενον. Ἦχος πλ. βʹ.

Prokeimenon. Mode pl. 2.

Ψαλμὸς ΡΚΒʹ (122).

Psalm 122 (123).

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς.

Have mercy on us, O Lord, have mercy on us.

Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου.

I lift my eyes to You. [SAAS]

Τὰ Ἀναγνώσματα τοῦ Ἑσπερινοῦ

The Readings from Vespers

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος πλ. βʹ.

Prokeimenon. Mode pl. 2.

Ψαλμὸς ΡΚΓʹ (123).

Psalm 123 (124).

Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου.

Our help is in the name of the Lord.

Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραήλ.

“If the Lord had not been with us,” let Israel now say. [SAAS]

Γενέσεως τὸ ἀνάγνωσμα.

The reading is from the book of Genesis.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γεν ΜΘʹ, 33 - Νʹ, 26

Gn 49:33, 50:1-26

Κατέπαυσεν Ἰακώβ, ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ, καὶ ἐξάρας τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην, ἐξέλιπε, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. Καὶ ἐπιπεσὼν Ἰωσὴφ ἐπὶ πρόσωπον τοῦ πατρὸς αὐτοῦ, ἔκλαυσε πικρῶς ἐπʼ αὐτῷ, καὶ ἐφίλησεν αὐτόν. Καὶ προσέταξεν, Ἰωσὴφ τοῖς παισὶν αὐτοῦ τοῖς ἐνταφιασταῖς, ἐνταφιάσαι τὸν πατέρα αὐτοῦ· καὶ ἐνεταφίασαν οἱ ἐνταφιασταὶ τὸν Ἰσραήλ. Καὶ ἐπλήρωσαν αὐτοῦ τεσσαράκοντα ἡμέρας· οὕτω γὰρ καταριθμοῦνται αἱ ἡμέραι τῆς ταφῆς, καὶ ἐπένθησεν αὐτὸν Αἴγυπτος ἑβδομήκοντα ἡμέρας. Ἐπεὶ δὲ παρῆλθον αἱ ἡμέραι τοῦ πένθους, ἐλάλησεν Ἰωσὴφ πρὸς τοὺς δυνάστας Φαραώ, λέγων· Εἰ εὗρον χάριν ἐναντίον ὑμῖν, λαλήσατε περὶ ἐμοῦ εἰς τὰ ὦτα Φαραώ, λέγοντες· Ὁ πατήρ μου ὥρκισέ με, πρὸ τοῦ τελευτῆσαι αὐτόν, λέγων· Ἐν τῷ μνημείῳ, ὃ ὤρυξα ἐμαυτῷ ἐν γῇ Χαναάν, ἐκεῖ με θάψεις. Νῦν οὖν ἀναβάς, θάψω τὸν πατέρα μου, καὶ ἐπανελεύσομαι. Εἶπον οὖν τῷ Φαραώ, κατὰ τὰ εἰρημένα ὑπὸ τοῦ Ἰωσήφ. Καὶ εἶπε Φαραὼ τῷ Ἰωσήφ· Ἀνάβηθι, θάψον τὸν πατέρα σου, καθάπερ ὥρκισέ σε. Καὶ ἀνέβη Ἰωσὴφ θάψαι τὸν πατέρα αὐτοῦ, καὶ συνανέβησαν μετʼ αὐτοῦ πάντες οἱ παῖδες Φαραώ, καὶ οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ, καὶ πάντες οἱ πρεσβύτεροι γῆς Αἰγύπτου, καὶ πᾶσα ἡ παροικία Ἰωσήφ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πᾶσα ἡ οἰκία ἡ πατρικὴ αὐτοῦ, καὶ τὴν συγγένειαν αὐτοῦ, καὶ τὰ πρόβατα, καὶ τοὺς βόας ὑπελείποντο ἐν γῇ Γεσέμ. Καὶ συνανέβησαν μέτʼ αὐτοῦ ἅρματα, καὶ ἱππεῖς, καὶ ἐγένετο ἡ παρεμβολὴ μεγάλη σφόδρα. Καὶ παρεγένοντο εἰς ἅλωνα Ἀτάδ, ὅ ἐστι πέραν τοῦ Ἰορδάνου, καὶ ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν, καὶ ἰσχυρὸν σφόδρα, καὶ ἐποίησε τὸ πένθος τῷ πατρὶ αὐτοῦ ἑπτὰ ἡμέρας. Καὶ εἶδον οἱ κάτοικοι τῆς γῆς Χαναὰν τὸ πένθος ἐπὶ ἅλωνι Ἀτάδ, καὶ εἶπον· Πένθος μέγα τοῦτό ἐστι τοῖς Αἰγυπτίοις· διὰ τοῦτο ἐκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Πένθος Αἰγύπτου, ὅ ἐστι πέραν τοῦ Ἰορδάνου. Καὶ ἐποίησαν αὐτῷ οὕτως οἱ υἱοὶ αὐτοῦ, καθὼς ἐνετείλατο αὐτοῖς, καὶ ἀνέλαβον αὐτὸν οἱ υἱοὶ αὐτοῦ εἰς γῆν Χαναάν, καὶ ἔθαψαν αὐτὸν εἰς τὸ σπήλαιον τὸ διπλοῦν, ὃ ἐκτήσατο Ἀβραὰμ τὸ σπήλαιον ἐν κτήσει μνημείου, παρὰ Ἐφρὼν τοῦ Χετταίου, κατέναντι Μαμβρῆ. Καὶ ὑπέστρεψεν Ἰωσὴφ εἰς Αἴγυπτον, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πάντες οἱ συναναβάντες θάψαι τὸν πατέρα αὐτοῦ. Ἰδόντες δὲ οἱ ἀδελφοὶ Ἰωσήφ, ὅτι τέθνηκεν ὁ πατὴρ αὐτῶν, εἶπον· Μήποτε μνησικακήσῃ ἡμῖν Ἰωσήφ, καὶ ἀνταπόδομα ἀνταποδῷ ἡμῖν πάντα τὰ κακά, ἃ ἐνεδειξάμεθα αὐτῷ, καὶ παραγενόμενοι πρὸς Ἰωσήφ, εἶπον· Ὁ πατήρ σου ὥρκισε πρὸ τοῦ τελευτῆσαι αὐτόν, λέγων. Οὕτως εἴπατε Ἰωσήφ· Ἄφες αὐτοῖς τὴν ἀδικίαν καὶ τὴν ἁμαρτίαν αὐτῶν, ὅτι πονηρά σοι ἐνεδείξαντο, καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ Θεοῦ τοῦ πατρός σου. Καὶ ἔκλαυσεν Ἰωσήφ, λαλούντων αὐτῶν πρὸς αὐτόν. Καὶ ἐλθόντες πρὸς αὐτόν, εἶπον· Ἴδε, ἡμεῖς σοι οἰκέται. Καὶ εἶπεν αὐτοῖς Ἰωσήφ· Μὴ φοβεῖσθε· τοῦ γὰρ Θεοῦ εἰμι ἐγώ, ὑμεῖς ἐβουλεύσασθε κατʼ ἐμοῦ εἰς πονηρά, ὁ δὲ Θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθά, ὅπως ἂν γενηθῇ ὡς σήμερον, καὶ ἵνα τραφῇ λαὸς πολύς. Καὶ εἶπεν αὐτοῖς· Μὴ φοβεῖσθε, ἐγὼ διαθρέψω ὑμᾶς, καὶ τὰς οἰκίας ὑμῶν, καὶ παρεκάλεσεν αὐτούς, καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν. Καὶ κατῴκησεν Ἰωσὴφ ἐν Αἰγύπτῳ, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πᾶσα ἡ παροικία τοῦ πατρὸς αὐτοῦ. Καὶ ἔζησεν Ἰωσὴφ ἔτη ἑκατὸν δέκα. Καὶ εἶδεν Ἰωσὴφ Ἐφραὶμ παιδία, ἕως τρίτης γενεᾶς, καὶ οἱ υἱοὶ Μαχεὶρ τοῦ υἱοῦ Μανασσῆ ἐτέχθησαν ἐπὶ μηρῶν Ἰωσήφ. Καὶ εἶπεν Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, λέγων· Ἐγὼ ἀποθνήσκω, ἐπισκοπῇ δὲ ἐπισκέψεται ὁ Θεὸς ὑμᾶς, καὶ ἀνάξει ὑμᾶς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσιν ὑμῶν Ἀβραάμ, Ἰσαάκ, καὶ Ἰακώβ. Καὶ ὥρκισεν Ἰωσήφ, τοὺς υἱοὺς Ἰσραὴλ λέγων· Ἐν τῇ ἐπισκοπῇ, ᾗ ἐπισκέψηται ὁ Θεὸς ὑμᾶς, καὶ συνανοίσετε τὰ ὀστᾷ μου ἐντεῦθεν μεθʼ ὑμῶν. Καὶ ἐτελεύτησεν Ἰωσὴφ ἐτῶν ἑκατὸν δέκα, καὶ ἔθαψαν αὐτὸν ἐν τῇ σορῷ ἐν Αἰγύπτῳ.

Thus when Jacob finished commanding his sons, he drew his feet up into the bed and breathed his last, and was added to his people. Now Joseph fell on his father’s face and wept over him, and kissed him. Then Joseph commanded his servants the physicians to embalm his father. So the physicians embalmed Israel. Forty days were required for him, for such are the days required for those embalmed; and the Egyptians mourned for him seventy days. So when the days of his mourning were past, Joseph spoke to the princes of Pharaoh, saying, “If now I have found grace in your sight, speak in the hearing of Pharaoh, saying, ‘My father made me swear, saying, “Behold, in the grave I dug for myself in the land of Canaan, there you shall bury me.” Now therefore, let me go up and bury my father, and I will come back.’” Then Pharaoh said, “Go up and bury your father, as he made you swear.” So Joseph went up to bury his father; and with him went up all the servants of Pharaoh, the elders of his house, and all the elders of the land of Egypt, as well as all the house of Joseph, his brothers, and his father’s house. Only their sheep and oxen they left in the land of Goshen. There also went up with him both chariots and horses, and it was a very great gathering. Then they came to the threshing floor of Atad, which is beyond the Jordan, and they mourned there with a great and very solemn lamentation. He observed seven days of mourning for his father. So when the inhabitants of the land of Canaan saw the mourning at the threshing floor of Atad, they said, “This is a deep mourning of the Egyptians.” Therefore its name was called the Mourning of Egypt, which is beyond the Jordan. Thus his sons did for him just as he commanded them. For his sons carried him to the land of Canaan, and buried him in the cave of the field of Machpelah, opposite Mamre, which Abraham bought from Ephron the Hittite as property for a burial place. After he buried his father, Joseph returned to Egypt, he and his brothers and all who went up with him to bury his father. When Joseph’s brothers saw their father was dead, they said, “Perhaps Joseph will hate us, and may actually repay us for all the evil we did to him.” So they came to Joseph, saying, “Before your father died he commanded, saying, ‘Thus you shall say to Joseph, “I beg you, forgive the injustice of your brothers and their sin; for they did evil to you.’” Now, forgive the injustice of the servants of the God of your father.” And Joseph wept when they spoke to him. Then his brothers also went and fell down before his face, and they said, “Behold, we are your servants.” So Joseph said to them, “Do not be afraid, for I belong to God. But as for you, you meant evil against me; but God meant it for good, in order to bring it about as it is this day, to save many people alive. Now therefore, do not be afraid; I will provide for you and your households.” Thus he comforted them and spoke to their heart. So Joseph dwelt in Egypt, he and his brothers. Then Joseph lived one hundred and ten years. Joseph saw Ephraim’s children to the third generation and the children of Machir, the son of Manasseh, were also brought up on Joseph’s knees. Then Joseph said to his brethren, “I am about to die; but God will surely visit you, and bring you out of this land to the land God swore to our fathers, Abraham, Isaac, and Jacob.” Thus Joseph took an oath from the children of Israel, saying, “God will surely visit you, and you shall carry up my bones from here.” So Joseph died, being one hundred and ten years old; and they embalmed him, and put him in a coffin in Egypt. [SAAS]

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Ψαλμὸς ΡΚΔʹ (124).

Psalm 124 (125).

Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών.

Those who trust in the Lord are like Mount Zion.

Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἰερουσαλήμ.

He who dwells in Jerusalem shall be unshaken forever. [SAAS]

Παροιμιῶν τὸ ἀνάγνωσμα.

The reading is from the Proverbs of Solomon.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Πρμ ΛΑʹ, 8-31

Pr 31:8-30

Υἱέ, ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρίνε πάντα ὑγιῶς. Ἄνοιγε σὸν στόμα, καὶ κρίνε δικαίως, διάκρινε δὲ πένητα καὶ ἀσθενῆ. Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπʼ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ εἰς ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λῖνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις, θεωρήσασα γεώργιον, ἐπρίατο, ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ, οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρʼ αὐτῇ ἐνδεδυμένοι εἰσί. Διττὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα, περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων καὶ κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε, καὶ ἀπέδοτο τοῖς Φοίνιξι, καὶ περιζώματα τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν ἐστείλατο, τῇ γλώσση αὐτῆς. Στεναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν. Ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησαν, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐποίησαν δύναμιν, πολλαὶ ἐκτήσαντο πλοῦτον, σὺ δὲ ὑπέρκεισαι, καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι, καὶ μάταιον κάλλος γυναικὸς οὐκ ἔστιν ἐν σοί· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτὴ ἀπὸ καρπῶν χειλέων αὐτῆς, καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Open your mouth for the word of God, and judge all men fairly; Open your mouth and judge righteously, and plead the cause of the poor and helpless. Who will find a courageous wife? For such a one is more valuable than precious stones. The heart of her husband trusts in her; she will not be at a loss for fine spoils, for she provides good things for her husband all her life. She weaves wool and linen cloth and is productive with her hands. She is like a ship trading afar off, so she procures her livelihood. She also rises before dawn and gives food to her household, and appoints tasks for her maidservants. Seeing a farm, she buys it, and from the fruits of her hands she plants her plot of land. Strongly girding her loins, she strengthens her arms for work. She experiences work as a good thing, and her lamp is not quenched all night. She extends her arms to do profitable things, and she applies her hands to the spindle. She opens her hands to the poor and reaches out with her fruit to the needy. Her husband is not anxious about those at home when he spends a long time elsewhere, for all her household are clothed. She makes a double upper garment for her husband and garments of fine linen and purple for herself. Her husband is respected at the gates and when he sits in council with the elders who inhabit the land. She makes and sells fine linens and girdles to the Canaanites. She opens her mouth carefully and lawfully and controls her tongue. She clothes herself with strength and dignity and rejoices in the last days. She runs her household carefully, and she does not eat the bread of idleness. She opens her mouth wisely and lawfully, and her charity raises her children, and they become rich, and her husband praises her, “Many daughters acquire riches; many do mighty things, but you excel and surpass all.” Desires to please are deceitful, and the beauty of a wife is vain; for a wise wife is blessed, and let her in fear praise the Lord. Give to her from the fruits of her hands, and let her husband praise her at the gates. [SAAS]

   

   

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚϚʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλέως, Ἐπισκόπου Ἀμασείας.

On April 26 we commemorate the holy Hieromartyr Vasilevs, Bishop of Amasia.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Γλαφύρα ἐν εἰρήνῃ τελειοῦται.

On this day Saint Glaphyra died in peace.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Ἰοῦστα ἐν εἰρήνῃ τελειοῦται.

On this day devout St. Justa died in peace.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νέστωρ, τοὺς γονεῖς καταλιπὼν καὶ μονάσας, ἐν εἰρήνῃ τελειοῦται.

On this day devout St. Nestor, who left his parents and became a monk, died in peace.

Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your saints, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Νηστεία.

Strict: Refrain from meat, fish, oil, dairy, and eggs.

Εἶναι Μ. Τεσσαρακοστή.

It is a weekday in Lent.