Link to Vesperal Prayers

Use back button to return here.

 

Βιβλία - Πηγαί

Books - Sources

Τριώδιον

Triodion

Τῇ Τρίτῃ Εʹ Ἑβδομάδος εἰς τὸν Ἑσπερινόν.

On Tuesday of the Fifth Week at Vespers

Μηναῖον - Τῌ ΙΖʹ ΑΠΡΙΛΙΟΥ

Menaion - April 17

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεὼν τοῦ ἐν Περσίδι, καὶ τῶν σὺν αὐτῷ

Memory of Holy Hieromartyr Symeon of Persia and those with him

__________

__________

   

   

ΕΣΠΕΡΙΝΟΣ

VESPERS

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is our God always, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

Καθʼ ὃν δὲ χρόνον αναγινώσκεται ὁ Προοιμιακὸς Ψαλμός, ὁ Ἱερεύς, πρὸ τῆς ἁγίας Τραπέζης ἱστάμενος, ἀναγινώσκει τὰς λεγομάνας εὐχὰς τοῦ Λυχνικοῦ.

While the Introductory Psalm is being read, the Priest stands in front of the holy Table and reads the so-called Lamp-lighting Prayers.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before Christ God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Come, let us worship and bow down before Him, Christ our King and God.

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Προϊμιακου Ψαλμοῦ.

Stand for the reading of the Introductory Psalm.

Ψαλμὸς ΡΓʹ (103).

Psalm 103 (104).

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γήν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα· ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπʼ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς. Ἐποίησε σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ, ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον, δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γήν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Bless the Lord, O my soul. O Lord my God, You are magnified exceedingly; You clothe Yourself with thanksgiving and majesty, who cover Yourself with light as with a garment, who stretch out the heavens like a curtain; You are He who covers His upper chambers with water, who makes the clouds His means of approach, who walks on the wings of the winds, who makes His angels spirits and His ministers a flame of fire. He established the earth on its stable foundation; it shall not be moved unto ages of ages. The deep like a garment is His covering; the waters shall stand upon the mountains; at Your rebuke they shall flee; at the sound of Your thunder, they shall be afraid. The mountains rise up, and the plains sink down to the place You founded for them. You set a boundary they shall not pass over; neither shall they return to cover the earth. You are He who sends springs into the valley; the waters shall pass between the mountains; they shall give drink to all the wild animals of the field; the wild asses shall quench their thirst; the birds of heaven shall dwell beside them; they shall sing from the midst of the rocks. You are He who waters the mountains from His higher places; the earth shall be satisfied with the fruit of Your works. You are He who causes grass to grow for the cattle, and the green plant for the service of man, to bring forth bread from the earth; and wine gladdens the heart of man, to brighten his face with oil; and bread strengthens man’s heart. The trees of the plain shall be full of fruit, the cedars of Lebanon, which You planted; there the sparrows shall make their nests; the house of the heron takes the lead among them. The high mountains are for the deer; the cliff is a refuge for the rabbits. He made the moon for seasons; the sun knows its setting. You established darkness, and it was night, wherein all the wild animals of the forest will prowl about; the young lions roar and snatch their prey, and seek their food from God. The sun arises, and they are gathered together; and they shall be put to bed in their dens. Man shall go out to his work and to his labor until evening. O Lord, Your works shall be magnified greatly; You made all things in wisdom; the earth was filled with Your creation. There is this great and spacious sea: the creeping things are there without number; the living things are there, both small and great; there the ships pass through; there is this dragon You formed to play therein. All things wait upon You, that You may give them food in due season. When You give it to them, they shall gather it; when You open Your hand, all things shall be filled with Your goodness. But when You turn Your face away, they shall be troubled; when You take away their breath, they shall die and return again to their dust. You shall send forth Your Spirit, and they shall be created, and You shall renew the face of the earth. Let the glory of the Lord be forever; the Lord shall be glad in His works; He looks upon the earth and makes it tremble; He touches the mountains, and they smoke. I will sing to the Lord all my life; I will sing to my God as long as I exist; may my words be pleasing to Him, and I shall be glad in the Lord. May sinners cease from the earth, and the lawless, so as to be no more. Bless the Lord, O my soul.

Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ.

The sun knows its setting. You established darkness, and it was night.

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.

O Lord, Your works shall be magnified greatly; You made all things in wisdom. [SAAS]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (3)

Alleluia. Alleluia. Alleluia. Glory to You, O God. (3)

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Our hope, O Lord, glory to You.

ΤΑ ΕΙΡΗΝΙΚΑ

THE PEACE LITANY

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

In peace let us pray to the Lord.

ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν)

CHOIR (after each petition)

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.

For the peace from above and for the salvation of our souls, let us pray to the Lord.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν.

For the peace of the whole world, for the stability of the holy churches of God, and for the unity of all, let us pray to the Lord.

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ τοῦ Κυρίου δεηθῶμεν.

For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord.

Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τοῦ Κυρίου δεηθῶμεν.

For pious and Orthodox Christians, let us pray to the Lord.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν.

For our Archbishop (name), for the honorable presbyterate, for the diaconate in Christ, and for all the clergy and the people, let us pray to the Lord.

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν γένους, τοῦ προέδρου καὶ πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν, καὶ τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

For our country, the president, all those in public service, and for our armed forces everywhere, let us pray to the Lord.

Ὑπὲρ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, [τῆς Ἱερᾶς Μητροπόλεως ταύτης,] τῆς πόλεως καὶ κοινότητος ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

For the Holy and Great Church of Christ, for our Sacred Archdiocese, [for this Sacred Metropolis,] for this city and parish, for every city and land, and for the faithful who live in them, let us pray to the Lord.

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν.

For favorable weather, for an abundance of the fruits of the earth, and for peaceful times, let us pray to the Lord.

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν.

For those who travel by land, sea, and air, for the sick, the suffering, the captives and for their salvation, let us pray to the Lord.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger, and distress, let us pray to the Lord.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ

CHOIR

Σοί, Κύριε.

To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

Ἐὰν ὁ Μέγας Κανὼν ψάλλεται τῇ Τετάρτῃ εἰς τὸ Ἀπόδειπνον, ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 18. Μεθʼ ὃ ἡ μικρὰ Συναπτή.

If the Great Canon is on Wednesday at Compline, the appointed Kathisma of the Psalter is Kathisma 18. Then the short litany.

Ἐὰν ὅμως ὁ Μέγας Κανὼν ψάλλεται τῇ Πέμπτῃ εἰς τὸν Ὄρθρον, ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 19. Μεθʼ ὃ ἡ μικρὰ Συναπτή.

If, however, the Great Canon is on Thursday at Matins, the appointed Kathisma of the Psalter is Kathisma 19. Then the short litany.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

( Σοί, Κύριε. )

( To You, O Lord. )

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Yours is the dominion, and Yours is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

( Ἀμήν. )

( Amen. )

ΧΟΡΟΣ

CHOIR

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰσάκουσόν μου, Κύριε.

Lord, I have cried to You; hear me. Hear me, O Lord. Lord, I have cried to You; hear me. Give heed to the voice of my supplication when I cry to You. Hear me, O Lord. [SAAS]

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε.

Let my prayer be set forth before You as incense, the lifting up of my hands as the evening sacrifice. Hear me, O Lord. [SAAS]

Δείξε Στιχολογίαν

Show Stichologia

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

Set a watch, O Lord, before my mouth, a door of enclosure about my lips.

Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

Incline not my heart to evil words, to make excuses in sins.

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

With men who work lawlessness; and I will not join with their choice ones.

Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

The righteous man shall correct me with mercy, and he shall reprove me; but let not the oil of the sinner anoint my head.

Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

For my prayer shall be intense in the presence of their pleasures. Their judges are swallowed up by the rock.

Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν· ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

They shall hear my words, for they are pleasant. As a clod of ground is dashed to pieces on the earth, so their bones were scattered beside the grave.

Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

For my eyes, O Lord, O Lord, are toward You; in You I hope; take not my soul away.

Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

Keep me from the snares they set for me, and from the stumbling blocks of those who work lawlessness.

Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω.

Sinners shall fall into their own net; I am alone, until I escape.

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

I cried to the Lord with my voice, with my voice I prayed to the Lord.

Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

I shall pour out my supplication before Him; I shall declare my affliction in His presence.

Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

When my spirit fainted within me, then You knew my paths.

Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

For on the way I was going, they hid a trap for me.

Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.

I looked on my right, and saw there was no one who knew me.

Ἀπώλετο φυγὴ ἀπʼ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

Refuge failed me, and there was no one who cared for my soul.

Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

I cried to You, O Lord; I said, “You are my hope, my portion in the land of the living.”

Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

Attend to my supplication, for I was humbled exceedingly.

Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Deliver me from my persecutors, for they are stronger than I.

Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Bring my soul out of prison to give thanks to Your name, O Lord.

Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.

The righteous shall wait for me, until You reward me.

Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.

Out of the depths I have cried to You, O Lord; O Lord, hear my voice.

Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Let Your ears be attentive to the voice of my supplication.

Κρύψε Στιχολογίαν

Hide Stichologia

   

   

Στιχηρὰ τοῦ Τριωδίου.

Stichera from the Triodion.

Τοῦ Τριωδίου - - -

From Triodion - - -

Ἦχος πλ. δʹ. Τί ὑμᾶς καλέσωμεν.

Mode pl. 4. (NM) What shall we call you.

Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

If You, O Lord, should mark transgression, O Lord, who would stand? For there is forgiveness with You. [SAAS]

Βρῶμα τὴν ἀγάπην ποιούμενοι, ἐγκρατείᾳ τῶν παθῶν, κατακρατήσωμεν πιστοί, καὶ Θεῷ τῷ διʹ ἡμᾶς, ἀνυψωθέντι ἐν Σταυρῷ, καὶ λόγχῃ, κεντηθέντι τὴν πλευράν, βιῶσαι, εὐαρέστως ἐπειχθείημεν, ἵνα τρυφῆς ἀπολαύσωμεν, αἰωνιζούσης καὶ κρείττονος, δοξάζοντες, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

O ye faithful, taking love as our food, through abstinence let us gain control over our passions; and let us strive to live a life acceptable to God, who for our sakes was raised upon the Cross, and His side was pierced by a spear. So shall we enjoy eternal blessedness, and glorify the Saviour of our souls. [KW]

Ἦχος πλ. δʹ. Τί ὑμᾶς καλέσωμεν.

Mode pl. 4. (NM) What shall we call you.

Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Because of Your law, O Lord, I waited for You; my soul waited for Your word. My soul hopes in the Lord. [SAAS]

Ξύλῳ πάλαι θάνατον εὕρομεν, νῦν δὲ πάλιν τὴν ζωήν, διὰ τοῦ ξύλου τοῦ Σταυροῦ, τῶν παθῶν οὖν τὰς ὁρμάς, ἀπονεκρώσωμεν πιστοί, καὶ φθάσαι, τὴν σωτήριον Ἀνάστασιν, τῶν πάντων Εὐεργέτην δυσωπήσωμεν, πράξεσι θείαις λαμπόμενοι, καὶ ἀρεταῖς καλλυνόμενοι, δοξάζοντες, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Through a tree we once found death, but now we find life again through the Tree of the Cross. Let us then put to death the impulses of the passions; and with all the faithful let us pray to the Benefactor of all: that, shining with the radiance of divine actions and made beautiful by the virtues, we may attain the holy Resurrection and glorify the Saviour of our souls. [KW]

Ἦχος βʹ. Τῶν ὑπὲρ νοῦν ἀγαθῶν.

Mode 2.

Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

From the morning watch until night; from the morning watch until night, let Israel hope in the Lord. [SAAS]

Τὸν ζωηφόρον Σταυρόν, αἰνοῦμέν σου Κύριε, καὶ τὰ καθʹ ἡμᾶς ἱερά, τῆς σαρκός σου παθήματα, τὴν λόγχην τε τὴν σφαγήν, τοὺς γέλωτας τοὺς ἐμπτυσμούς, τὰ ῥαπίσματα καὶ τὰ κολαφίσματα, σὺν τῇ πορφύρᾳ, καὶ τὸ στέφος τὸ ἀκανθόπλεκτον, ἐν οἷς ἐκ τῆς κατάρας πάντας, ἐκλυτρωσάμενος ἔσωσας ἡμᾶς. Διὸ δυσωποῦμέν σε· Τῶν Νηστειῶν τὸν χρόνον, εἰρηνικῶς τελέσαι παράσχου ἡμῖν.

We praise Thy lifegiving Cross, O Lord, and the holy sufferings of Thy flesh for our sake: the spear, the death, the derision and the spitting, blows and buffetings, the purple robe and crown of thorns, by which Thou hast redeemed us all and saved us from the curse. Therefore we entreat Thee: Grant us to complete in peace the time of the Fast. [KW]

Στιχηρὰ τοῦ Μηναίου.

Stichera from the Menaion.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος δʹ. Ἔδωκας σημείωσιν.

Mode 4. N/M (You have given.)

Ἔδωκας σημείωσιν.

Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρʼ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

For with the Lord there is mercy, and with Him is abundant redemption; and He shall redeem Israel from all his transgressions. [SAAS]

Ἤστραψεν ὡς ἥλιος, ἡ θεία μνήμη σου σήμερον, τοὺς πιστοὺς καταυγάζουσα, τὴν κτίσιν φωτίζουσα, θείαις φρυκτωρίαις, Συμεὼν Παμμάκαρ, καὶ παθημάτων τὴν ἀχλύν, καὶ τῶν δαιμόνων σκότος διώκουσα· διὸ σε μακαρίζομεν, καὶ ἐτησίως γεραίρομεν, ὡς φωστῆρα παγκόσμιον, πρεσβευτὴν ὡς θερμότατον.

Your divine memory flashed like the sun today, shining upon the faithful and illumining creation with divine rays, all-blessed Symeon, driving away the cloud of passions and the darkness of demons. Therefore we bless you and yearly honor you as a light for all the world and a most fervent intercessor. [VPA]

Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

Praise the Lord, all you Gentiles; praise Him, all you peoples. [SAAS]

Σοφῶς ἀντικτώμενος, τῶν ἐπὶ γῆς τὰ οὐράνια, καὶ ῥεόντων τὰ ἄῤῥευστα, φθαρτῆς δόξης ἄφθαρτον, ἀντημείψω χαίρων, βασάνων τε νέφους, καὶ αἰκισμῶν παντοδαπῶς, τὰ ὑπὲρ λόγον Θεοῦ Βασίλειε, ἐν οἷς καὶ ἀγαλλόμενος, σὺν τοῖς συνάθλοις σου ἔνδοξε, ὑπὲρ πάντων ἱκέτευε, τῶν πιστῶς εὐφημούντων σε.

Having manifestly exchanged earthly things for the heavenly, changeable things for unchangeable ones, and corruptible glory for incorrupt; you have given with joy clouds of tortures and manifold pains for the kingdom of God which passes speech. Rejoicing in it with your fellow athletes, glorious one, entreat the Lord on behalf of all who praise you. [VPA]

Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφʼ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

For His mercy rules over us; and the truth of the Lord endures forever. [SAAS]

Βέλει τῷ τῶν λόγων σου, παρανομούντων συστήματα, Συμεὼν Μάρτυς ἔτρωσας· φωνὴν ὅθεν ἔδωκαν οὐρανῶν νεφέλαι, χοροὶ τῶν Ἀγγέλων, συνεπεκρότησαν λοιπόν, τῶν σῶν ἀγώνων τὴν καρτερότητα· διὸ ἐπαγαλλόμενοι, πάντες πιστῶς ἑορτάζομεν, τὴν ἁγίαν σου κοίμησιν, τὸν Σωτῆρα δοξάζοντες.

With the arrow of your words you wounded the ranks of the unlawful ones. Therefore the clouds of heaven gave voice and the choirs of angels clapped their hands together at your the steadfastness of your struggles. Therefore, with joy, we all faithfully celebrate your holy dormition, glorifying the Savior. [VPA]

Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον.

Glory. Both now. Stavrotheotokion.

Ἦχος δʹ. Ἔδωκας σημείωσιν.

Mode 4. N/M (You have given.)

Ἔδωκας σημείωσιν.

Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ὕμνει τὸν ἐκ σπλάγχνων, αὐτῆς προελθόντα, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα ἀνεκραύγαζε· Τέκνον μου ποθεινότατον, μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.

Seeing Christ, the lover of humanity, crucified and with His side gouged by a spear, the all-pure one hymns Him who came from her womb and she cried out amazed at His long-suffering: My most yearned-for child, do not forget your servant; do not prolong my heaviness of heart, O lover of humanity. [VPA]

   

   

(Εἴσοδος οὐ γίνεται.)

(No Entrance)

   

   

Ὁ λαὸς ἵσταται διὰ τὸ Φῶς Ἱλαρόν.

Stand for the hymn.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Φῶς ἱλαρὸν ἁγίας δόξης ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει.

Gladsome light of holy glory of the holy, blessed, heavenly, immortal Father, O Jesus Christ: arriving at the hour of sunset and having seen the evening light, we praise the Father, Son, and Holy Spirit, God. It is worthy for You to be praised at all times with happy voices, O Son of God and Giver of life; * and therefore the world glorifies You. [SD]

Τὰ Ἀναγνώσματα

The Readings

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἑσπέρας…

The evening…

Τοῦ Τριωδίου - - -

From Triodion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Ψαλμὸς ΠΘʹ (89).

Psalm 89 (90).

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν.

O Lord, You became a refuge to us.

Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς.

And let the brightness of the Lord our God be upon us. [SAAS]

Γενέσεως τὸ ἀνάγνωσμα.

The reading is from the book of Genesis.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γεν ΙΕʹ, 1-15

Gn 15:1-15

Ἐγένετο ῥῆμα Κυρίου πρὸς Ἄβραμ ἐν ὁράματι τῆς νυκτός, λέγων· Μὴ φοβοῦ Ἄβραμ, ἐγὼ ὑπερασπίζω σου. Ὁ μισθός σου πολὺς ἔσται σφόδρα. Λέγει δὲ Ἄβραμ· Δέσποτα Κύριε, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος. Ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς Ἐλιέζερ. Καὶ εἶπεν Ἄβραμ· Ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με. Καὶ εὐθὺς φωνὴ Κυρίου ἐγένετο πρὸς αὐτόν, λέγουσα· Οὐ κληρονομήσει σε οὗτος, ἀλλʹ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. Ἐξήγαγε δὲ αὐτὸν ἔξω, καὶ εἶπεν αὐτῷ· Ἀνάβλεψον εἰς τὸν οὐρανόν, καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς, καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου. Καὶ ἐπίστευσεν Ἄβραμ τῷ Θεῷ, καὶ ἑλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Εἶπε δὲ πρὸς αὐτόν· Ἐγὼ ὁ Θεός, ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι. Εἶπε δέ, Δέσποτα Κύριε, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω αὐτήν; Εἶπε δὲ αὐτῷ· Λάβε μοι δάμαλιν τριετίζουσαν, καὶ αἶγα τριετίζουσαν, καὶ κριὸν τριετίζοντα, καὶ τρυγόνα, καὶ περιστεράν. Ἔλαβε δὲ αὐτῷ πάντα ταῦτα, καὶ διεῖλεν αὐτὰ μέσα, καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις· τὰ δὲ ὄρνεα οὐ διεῖλε· κατέβη δὲ τὰ ὄρνεα ἐπὶ τὰ σώματα, τὰ διχοτομήματα αὐτῶν, καὶ συνεκάθισεν αὐτοῖς Ἄβραμ. Περὶ δὲ ἡλίου δυσμάς, ἔκστασις ἐπέπεσε τῷ Ἄβραμ· καὶ ἰδού, φόβος σκοτεινὸς μέγας ἐμπίπτει αὐτῷ· καὶ ἐῤῥέθη πρὸς Ἄβραμ· Γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῆ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτούς, καὶ κακώσουσιν αὐτούς, καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη· τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ᾧδε μετὰ ἀποσκευῆς πολλῆς. Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ, τραφεὶς ἐν γήρᾳ καλῷ.

The Word of the Lord came to Abram in a vision, saying, “Do not be afraid, Abram. I am your shield and will be your exceedingly great reward.” But Abram said, “Lord, what will You give me, seeing I go childless, and the heir of my house is Eliezer of Damascus, the son of Masek, my domestic maidservant?” Then Abram said, “Look, You have given me no offspring; indeed, my household servant is my heir.” And immediately the Voice of the Lord came to him, saying, “This one shall not be your heir, but the One who will come from your own body shall be your heir.” Then He brought him outside and said to him, “Look now toward heaven, and count the stars if you are able to number them.” And He said to him, “So shall your seed be.” And Abram believed God, and He accounted it to him for righteousness. Then He said to him, “I am the God who brought you out of Ur of the Chaldeans, to give you this land to inherit it.” And he said, “Master and Lord, how will I know I will inherit it?” So He said to him, “Bring Me a three-year-old heifer, a three-year-old female goat, a three-year-old ram, a turtledove, and a young pigeon.” So he brought all these to Him and cut them in half, down the middle, and placed each piece opposite the other; but he did not cut the birds in two. And when the vultures came down on the carcasses, Abram drove them away. Now around sunset, a trance fell upon Abram; and behold, horror and great darkness fell upon him. Then He said to Abram, “Know for certain that your seed will be strangers in a land not their own, and will serve them; and they will afflict and humble them four hundred years. Also, the nation they serve I will judge; and afterward, they shall come out with great possessions. But as for you, you shall go to your fathers in peace, buried in a good old age.” [SAAS]

Προκείμενον. Ἦχος πλ. αʹ.

Prokeimenon. Mode pl. 1.

Ψαλμὸς Ϟʹ (90).

Psalm 90 (91).

Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου.

He who dwells in the help of the Most High.

Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ.

He shall say to the Lord, “You are my protector.” [SAAS]

Παροιμιῶν τὸ ἀνάγνωσμα.

The reading is from the Proverbs of Solomon.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Πρμ ΙΕʹ, 7-19

Pr 15:8-21

Χείλη σοφῶν δέδεται αἰσθήσει, καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς, θυσίαι ἀσεβῶν, βδέλυγμα Κυρίῳ, εὐχαὶ δὲ κατευθυνόντων, δεκταὶ παρʹ αὐτῷ. Βδέλυγμα Κυρίῳ· Ὁδοὶ ἀσεβῶν, διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ. Παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων, οἱ δὲ μισοῦντες ἐλέγχους, τελευτῶσιν αἰσχρῶς. ᾍδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ Κυρίῳ, πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων; οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν, μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει. Καρδίας εὐφραινομένης θάλλει πρόσωπον, ἐν δὲ λύπαις οὔσης, σκυθρωπάζει. Καρδία ὀρθὴ ζητεῖ αἴσθησιν, στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά. Πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά, οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσι διαπαντός. Κρεῖσσον μερὶς μικρὰ μετὰ φόβου Θεοῦ, ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας. Κρεῖσσον ξενισμὸς μετὰ λαχάνων πρὸς φιλίαν καὶ χάριν, ἢ παράθεσις μόσχων μετὰ ἔχθρας. Ἀνὴρ θυμώδης παρασκευάζει μάχας· μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπραΰνει. Μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις. Ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον. Ὁδοὶ ἀέργων ἐστρωμέναι ἀκάνθαις, αἱ δὲ τῶν ἀνδρείων λεῖαι.

The lips of the wise are bound by perception, but the hearts of those without discernment are not safe. The sacrifices of the ungodly are an abomination to the Lord, but the prayers of the upright are acceptable with Him. The ways of the ungodly are an abomination to the Lord, but He loves those who pursue righteousness. The instruction of the simple is known by those who pass by, but those who hate reproofs will die shamefully. Hades and destruction are manifest before the Lord; how can the hearts of men not be also? An uninstructed man will not love those who reprove him, and he will not keep company with the wise. When one’s heart is glad, his face is cheerful, but when it is in grief, his face is sad. The upright heart seeks perception, but the mouth of the uninstructed will know evil things. The eyes of evil men are waiting for evil things all the time, but good men are at rest continually. Better is a small portion with the fear of the Lord than great treasures with lack of fear. Better is a dinner of herbs with friendship and grace than a fatted calf with hostility. An angry man stirs up contention, but a longsuffering man even calms the rising quarrel. A longsuffering man will extinguish condemnations, but the ungodly man stirs up more. The ways of idle men are strewn with thorny plants, but the thorny plants of the courageous are worn smooth. [SAAS]

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη σοι.

Peace be with you.

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς εὐχῆς.

Stand for the reading of prayer.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

O Lord, keep us this evening without sin. Blessed are you, O Lord, God of our fathers, and praised and glorified is your name to the ages. Amen. O Lord, let your mercy be upon us for we have set our hope in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, Master, grant me understanding of your commandments. Blessed are you, Holy One, enlighten me with your commandments. Lord, your mercy is forever. Do not despise the works of your hands. To you is due praise, to you is due song, to you is due glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. [HC]

( Ἀμήν. )

( Amen. )

ΤΑ ΠΛΗΡΩΤΙΚΑ

LITANY OF COMPLETION

ΔΙΑΚΟΝΟΣ

DEACON

Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Let us complete our evening prayer to the Lord.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὴν ἑσπέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That the whole evening may be perfect, holy, peaceful, and sinless, let us ask the Lord.

ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν)

CHOIR (after each petition)

Παράσχου, Κύριε.

Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord.

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For pardon and remission of our sins and transgressions, let us ask the Lord.

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord.

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord.

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ

CHOIR

Σοί, Κύριε.

To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are good and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη πᾶσι.

Peace be with all.

ΧΟΡΟΣ

CHOIR

Καὶ τῷ πνεύματί σου.

And with your spirit.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Let us bow our heads to the Lord.

ΧΟΡΟΣ

CHOIR

Σοί, Κύριε.

To You, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ κλῖνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου· σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν· οὓς διαφύλαξον ἐν παντὶ καιρῷ καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας διαβολικῆς καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.

Lord our God, who inclined the heavens and came down for the salvation of humankind, look upon Your servants and Your inheritance; for they have bowed their heads and bent their necks to You, the fearsome yet compassionate Judge, not expecting human help, but awaiting Your mercy and anticipating Your salvation. Guard them at all times, this evening and the coming night, from every enemy, from all demonic activity against them, from unprofitable reflections, and from wicked thoughts.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεἰ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed and glorified be the majesty of Your kingdom, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΧΟΡΟΣ

CHOIR

Ἀπόστιχα. Τοῦ Τριωδίου.

Aposticha. From the Triodion.

Τοῦ Τριωδίου - - -

From Triodion - - -

Ἰδιόμελον. Ἦχος πλ. αʹ.

Idiomelon. Mode pl. 1.

Ἐξοστρακισθεὶς τῆς εὐθείας ὁδοῦ σου, ὑπὸ παθῶν ὁ δύστηνος κατεκρημνίσθην εἰς βάραθρον. Λευΐτης δὲ σὺν Ἱερεῖ ἀθροισθέντες, ἀπηξίωσαν, σὺ δὲ Χριστέ με ἠλέησας, καὶ τῷ ὅπλῳ τῷ τοῦ Σταυροῦ, τῆς ἁμαρτίας τὸ ἔγγραφον διαῤῥήξας, τῇ ἀπαθείᾳ ἐλάμπρυνας, καὶ τῷ Πατρὶ σύνεδρόν με πεποίηκας· ὅθεν κραυγάζω· Ἀκατάληπτε Κύριε, δόξα σοι.

Banished from Thy straight path through the passions, in my wretchedness I have fallen headlong down into the pit. The Levite and the Priest, passing by together, turned from me with disdain; but Thou, O Christ, hast taken pity on me. Tearing up the record of my sins with the weapon of the Cross, Thou hast freed me from the passions and glorified me, enthroning me beside the Father. And so I cry aloud: O Lord beyond my understanding, glory to Thee. [KW]

Ἰδιόμελον. Ἦχος πλ. δʹ.

Idiomelon. Mode pl. 4.

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Verse: I lift my eyes to You, who dwell in heaven. Behold, as the eyes of servants look to the hands of their masters, as the eyes of the maidservant look to the hands of her mistress, so our eyes look to the Lord our God until He shall have compassion on us. [SAAS]

Ἐξ Ἱερουσαλὴμ κατέβην ἀπολισθήσας, τῶν ἐν αὐτῇ τοῖς ἔθνεσιν, γραφέντων ἐνταλμάτων σου· εἰς Ἱεριχὼ δὲ πορευόμενος, τῇ πρὸς μιμήσει ὁρμῇ, τῶν ἐν αὐτῇ πάλαι διὰ κακίαν, ὑπὸ σοῦ πρὸς φόνον ἐκδοθέντων τῷ λαῷ σου, διὰ τῆς παρακοῆς, ψυχοφθόροις ἐνέτυχον πάθεσιν, ὡς λῃσταῖς, ὑφʼ ὧν πληγέντα, καὶ παραβραχὺ θανατωθέντα, ὁ τοῖς ἥλοις καὶ τῇ λόγχῃ, τὸ σῶμα τραυματισθεὶς ἑκουσίως διὰ ἁμαρτίας ἀνθρώπων, καὶ τὴν κοινὴν τελέσας διὰ Σταυροῦ σωτηρίαν ἐν Ἱερουσαλήμ, ἴασαί με Κύριε, καὶ σῶσόν με.

I went down from Jerusalem, slipping away from the commandments which Thou hast written there for all the nations; and I journeyed to Jericho, yielding to my lusts like the dwellers there of old, whom Thou gavest to be slaughtered by Thy people because of their sins. Through my disobedience I fell into soul-destroying passions as though into the hands of thieves; beating me, they left me almost dead. O Lord, who for the sins of men willingly wast wounded in Thy body by the nails and the spear, who hast brought to pass the salvation of us all through the Cross in Jerusalem, heal me and save me. [KW]

Μαρτυρικόν.

For the Martyrs.

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Verse: Have mercy on us, O Lord, have mercy on us, for we are greatly filled with contempt; our soul is greatly filled with it. We are a disgrace to those who prosper, and a contempt to the arrogant. [SAAS]

Οἱ Μάρτυρές σου Κύριε, ἐπιλαθόμενοι τῶν ἐν τῷ βίῳ, καταφρονήσαντες καὶ τῶν βασάνων, διὰ τὴν μέλλουσαν ζωήν, ταύτης κληρονόμοι ἀνεδείχθησαν· ὅθεν καὶ Ἀγγέλοις συναγάλλονται. Αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι τῷ λαῷ σου, τὸ μέγα ἔλεος.

The martyrs, O Lord, forgetting the things of the present life, and despising torture in their longing for the life to come, were granted this eternal life as their inheritance, and now they rejoice with the angels. At their supplications bestow upon Thy people Thy great mercy. [KW]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Ἦχος πλ. δʹ. Κύριε, εἰ καὶ κριτηρίῳ.

Mode pl. 4. N/M (Lord, even though.)

Κύριε, εἰ καὶ κριτηρίῳ.

Κύριε, ὅτε σὲ ὁ ἥλιος εἶδεν, ἐπὶ τοῦ ξύλου κρεμάμενον, Ἥλιε τῆς δικαιοσύνης, τὰς ἀκτῖνας ἐναπέκρυψε, καὶ ἡ σελήνη τὸ φῶς, εἰς σκότος μετεβάλετο, ἡ δὲ πανάμωμός σου Μήτηρ, τὰ σπλάγχνα διετέτρωτο.

O Lord, the Sun of righteousness, when the sun beheld Thee hanging on the Wood, it hid its rays, and the light of the moon was changed to darkness; and Thine all-blameless Mother was pierced to the very heart. [KW]

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῶν εὐχῶν.

Stand for the reading of prayers

ΙΕΡΕΥΣ

PRIEST

ᾨδὴν τοῦ Θεοδόχου Συμεών.

Song of Simeon.

Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Lord, now You are letting Your servant depart in peace, according to Your word; for my eyes have seen Your salvation which You have prepared before the face of all peoples. A light to bring revelation to the Gentiles, and the glory of Your people Israel. [NKJV]

ΛΑΟΣ

PEOPLE

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

Τοῦ Ὡρολογίου - - -

From Horologion - - -

Ἀπολυτίκια. Ἦχος πλ. αʹ.

Apolytikia. Mode pl. 1.

Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

O Virgin Theotokos, rejoice, Mary full of grace. The Lord is with you. Blessed are you among women, and blessed is the fruit of your womb; for you have borne the Savior of our souls. [SD]

Βαπτιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν· σοὶ γὰρ ἐδόθη χάρις πρεσβεύειν ὑπὲρ ἡμῶν.

O Baptist of Christ, be mindful of us all, that we may be delivered from our iniquities; for unto you was given the grace to intercede for us. [SD]

Δόξα.

Glory.

Ἱκετεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Ἀπόστολοι, καὶ Ἅγιοι πάντες, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων, ὑμᾶς γὰρ θερμοὺς προστάτας, πρὸς τὸν Σωτῆρα κεκτήμεθα.

Entreat earnestly for us, O holy Apostles and all Saints, that we be delivered from peril and affliction; for you are our fervent advocates before the Savior. [SD]

Τὸ τελευταῖον τοῦτο τροπάριον κατὰ τὴν ἀρχαίαν τάξιν λέγεται χῦμα ὑπὸ τοῦ ἀναγνώστου. Σήμερον ὅμως συνήθως ψάλλεται καὶ τοῦτο, ὡς καὶ τὰ προηγούμενα.

This final troparion, according to older rules, is simply recited by the Reader. In current practice, however, it is usually, sung much like the preceding hymns.

Καὶ νῦν.

Both now.

Ὑπὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας μὴ παρίδῃς ἐν περιστάσει, ἀλλʼ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.

Beneath your tender compassion we take refuge, O Theotokos. Despise not our supplications in distress, but deliver us from all peril. You alone are pure; you alone are blessed. [SD]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Κύριε, ἐλέησον. (μʹ)

Lord, have mercy. (40)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify.

Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ.

In the name of the Lord, Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is Christ our God, the One who is, always, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

Ἐπουράνιε βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν στερέωσον· τὴν πίστιν στήριξον· τὰ ἔθνη πράυνον· τὸν κόσμον εἰρήνευσον· τὴν ἁγίαν ἐκκλησίαν καὶ τὴν πόλιν (ἢ τὴν ἁγίαν μονὴν) ταύτην καλῶς διαφύλαξον· τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς δικαίων τάξον· καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

O heavenly King, uphold our rulers, strengthen the Faith, calm the nations, give peace to the world. Protect this holy Church (or, Monastery); grant our departed fathers and brethren that they may dwell with the righteous, and accept us in repentance and confession; for You are good and benevolent.

( Ἀμήν. )

( Amen. )

Καὶ ποιοῦμεν Μετανοίας τρεῖς μεγάλας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ Μετανοίᾳ ἀνὰ Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ.

We now make three prostrations: i.e. we recite the Prayer of St. Ephrem (quietly or mentally), and with each verse we make a bow or prostration.

Ἄν καὶ συνηθίζεται ἡ εὐχὴ αὕτη νὰ λέγεται ἐκφώνως, ὅμως ἡ ὀρθὴ πράξις εἶναι νὰ λέγεται μυστικῶς καὶ νοερῶς ὑπὸ πάντων, κλήρου τε καὶ λαοῦ, ποιούντων τῶν μετανοιῶν κτλ.

While it has become customary for this prayer to be recited by someone aloud, nevertheless the indicated practice is that it be recited inaudibly and mentally by everyone, clergy and congregants alike, with the accompanying bows etc.

Εὐχὴ τοῦ Ἁγίου Ἐφραίμ

Prayer of St. Ephrem

Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας καὶ ἀργολογίας μή μοι δῷς.

O Lord and Master of my life, do not permit the spirit of laziness and meddling, the lust for power and idle talk to come into me.

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.

Instead, grant me, Your servant, the spirit of prudence, humility, patience and love.

Ναί, Κύριε βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Yes, Lord and King, give me the power to see my own faults and not to judge my brother. For You are blessed unto the ages of ages. Amen.

Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ Μετανοίας, λέγοντες καθʼ ἑκάστην, «Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με». Εἶ αὖθις Μετάνοιαν μεγάλην μίαν, λέγοντες πάλιν τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς.

Then we make the sign of the cross 12 times, each time saying, “God, be gracious to me a sinner and have mercy on me.” Then we repeat the third verse of the Prayer (quietly or mentally) and make a final bow or prostration.

Ναί, Κύριε βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Yes, Lord and King, give me the power to see my own faults and not to judge my brother. For You are blessed unto the ages of ages. Amen.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Κύριε, ἐλέησον. (ιβʹ)

Lord, have mercy. (12)

Παναγία Τριάς, τὸ ὁμοούσιον κράτος, ἡ ἀδιαίρετος βασιλεία, ἡ πάντων τῶν ἀγαθῶν αἰτία, εὐδόκησον δὴ καὶ ἐπʼ ἐμοὶ τῷ ἁμαρτωλῷ· στήριξον, συνέτισον τὴν καρδίαν μου καὶ πᾶσαν περίελέ μου τὴν βεβηλότητα· φώτισόν μου τὴν διάνοιαν, ἵνα διαπαντὸς δοξάζω, ὑμνῶ, προσκυνῶ καὶ λέγω· Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

All-Holy Trinity, the consubstantial dominion, the indivisible rule, and cause of every good: be well pleased, even with regard to me a sinner. Strengthen my heart and grant it understanding, and take away all my defilement. Illumine my mind, so that I may ever glorify, praise, worship, and say: One is Holy, One is Lord, Jesus Christ, to the Glory of God the Father. Amen.

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (3)

Blessed be the name of the Lord, from this time forth and to the ages. (3)

Ψαλμὸς ΛΓʹ (33).

Psalm 33 (34).

Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πρᾳεῖς, καὶ εὐφρανθήτωσαν. Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με. Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ. Οὗτος ὁ πτωχὸς ἐκέκραξε καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν. Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς. Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπʼ αὐτόν. Φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. Δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς. Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν. Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν. Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν. Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς. Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος· φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. Θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσι. Λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπʼ αὐτόν.

I will bless the Lord at all times; His praise shall continually be in my mouth. My soul shall be praised in the Lord; let the gentle hear, and be glad. Oh, magnify the Lord with me, and let us exalt His name together. I sought the Lord, and He heard me; and He delivered me from all my sojourning. Come to Him, and be enlightened, and your face shall never be ashamed. This poor man cried, and the Lord heard him, and saved him from all his afflictions. The Angel of the Lord shall encamp around those who fear Him, and He will deliver them. Oh, taste and see that the Lord is good; blessed is the man who hopes in Him. Fear the Lord, you His saints, for there is no want for those who fear Him. Rich men turned poor and went hungry; but those who seek the Lord shall not lack any good thing. Come, you children, listen to me; I will teach you the fear of the Lord. Who is the man who desires life, who loves to see good days? Keep your tongue from evil, and your lips from speaking deceit. Shun evil and do good; seek peace and pursue it. The eyes of the Lord are upon the righteous, and His ears are open to their supplications. The Lord’s face is against those who do evil, so as to destroy their remembrance from the earth. The righteous cried, and the Lord heard them; and He delivered them from all their afflictions. The Lord is near those who are brokenhearted, and He will save the humble in spirit. Many are the afflictions of the righteous, but He will deliver them from them all. The Lord shall guard all their bones; not one of them shall be broken. The death of sinners is evil, and those who hate the righteous shall go wrong. The Lord will redeem the souls of His servants, and all who hope in Him shall not go wrong.

Ψαλμὸς ΡΜΔʹ (144).

Psalm 144 (145)

Ὑψώσω σε, ὁ Θεός μου ὁ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Καθ᾽ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι. Τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι καὶ τὰ θαυμάσιά σου διηγήσονται. Καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι καὶ τὴν μεγαλωσύνην σου διηγήσονται. Μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται. Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος. Χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ. Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε. Δόξαν τῆς βασιλείας σου ἐροῦσι καὶ τὴν δυναστείαν σου λαλήσουσι τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου. Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας καὶ ἀνορθοῖ πάντας τοὺς κατεῤῥαγμένους. Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ. Ἀνοίγεις σὺ τὰς χεῖράς σου καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας. Δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ. Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται καὶ σώσει αὐτούς. Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει. Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου· καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

I shall exalt You, my God and my King, and I shall bless Your name forever and unto ages of ages. Every day I shall bless you and praise Your name forever and unto ages of ages. Great is the Lord and exceedingly praiseworthy, and His greatness has no limit. Generation and generation shall praise Your works, and they shall declare Your power. They shall speak of the magnificence of the glory of Your holiness, and they shall describe Your wonders. They shall also speak of the power of Your awesome deeds and describe Your great majesty. They shall overflow with the memory of Your rich goodness, and shall greatly rejoice in Your righteousness. The Lord is gracious and merciful, longsuffering and abundant in mercy. The Lord is good to all, and His mercies are upon all His works. O Lord, let all Your works praise You and Your holy ones bless You. They shall tell of Your kingdom’s glory, and they shall speak of Your power, that all the sons of men may know Your power and the glory of Your kingdom’s magnificence. Your kingdom is a kingdom of all the ages, and Your dominion is from generation to generation. The Lord is faithful in His words and holy in all His works. The Lord supports all who stumble and restores all who are broken down. All eyes hope in You, and You give them their food in due season. You open Your hand and fill every living thing with Your pleasure. The Lord is righteous in all His ways and holy in all His works. The Lord is near to all who call on Him, to all who call upon Him in truth. He shall do the will of those who fear Him, and He shall hear their supplications and save them. The Lord keeps all who love Him, but all the sinners He shall utterly destroy. My mouth shall speak the Lord’s praise, and let all flesh bless His holy name forever and unto ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Εὐλόγησον.

Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, O Christ our God. Glory to You.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· καὶ πάντων τῶν ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.