2024

2024

Τῇ Τρίτῃ | Τῌ ΙΘʹ ΜΑΡΤΙΟΥ

On Tuesday | March 19

   

   

__________

__________

Η ΠΡΟΦΗΤΕΙΑ

THE PROPHECY

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Ψαλμὸς Εʹ (5).

Psalm 5.

Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.

Give heed to the voice of my supplication.

Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε.

Give ear to my words, O Lord. [SAAS]

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

The reading is from the Prophecy of Isaiah.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ησ Αʹ, 19-31 Βʹ, 1-3

Is 1:19-31; 2:1-3

Τάδε λέγει Κύριος· Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών, πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· οἱ κάπηλοί σου σμίγουσι τὸν οἶνον ὕδατι· οἱ ἄρχοντές σου ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοὺς οὐ κρίνοντες, καὶ κρίσει χηρῶν οὐ προσέχοντες. Διὰ τοῦτο, τάδε λέγει Κύριος, ὁ Δεσπότης Σαβαώθ, ὁ Δυνάστης τοῦ Ἰσραήλ· οὐαὶ τοῖς ἰσχύουσιν ἐν Ἱερουσαλήμ! οὐ παύσεται γάρ μου ὁ θυμός ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω, καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σέ, καὶ πυρώσω σε εἰς καθαρόν, τοὺς δὲ ἀπειθοῦντας ἀπολέσω, καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ, καὶ πάντας ὑπερηφάνους ταπεινώσω. Καὶ ἐπιστήσω τοὺς κριτάς σου, ὡς τὸ πρότερον, καὶ συμβούλους σου, ὡς τὸ ἀπʼ ἀρχῆς, καὶ μετὰ ταῦτα κληθήσῃ πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών· μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς, καὶ μετὰ ἐλεημοσύνης. Καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλιπόντες τὸν Κύριον συντελεσθήσονται. Διότι νῦν αἰσχυνθήσονται ἐν τοῖς εἰδώλοις αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ αἰσχυνθήσονται ἐν τοῖς γλυπτοῖς αὐτῶν, ἐφʼ οἷς αὐτοὶ ἐπεποίθησαν, καὶ αἰσχυνθήσονται ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἐφ οἷς αὐτοὶ ἐβουλεύσαντο. Ἔσται γάρ, ὡς τερέβινθος, ἀποβεβληκυῖα τὰ φύλλα αὐτῆς· καὶ ὡς παράδεισος, ὕδωρ μὴ ἔχων. Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν, ὡς καλάμη στυππείου, καὶ ἡ ἐργασία αὐτῶν, σπινθῆρες πυρός, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων. Ὁ λόγος ὁ γενόμενος πρὸς Ἠσαΐαν υἱὸν Ἀμώς, περὶ Ἰουδαίας, καὶ περὶ Ἱερουσαλήμ. Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπʼ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπʼ αὐτῷ πάντα τὰ ἔθνη. Καὶ πορεύσονται λαοὶ πολλοί, καὶ ἐροῦσι· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσώμεθα ἐν αὐτῇ.

Thus says the Lord: “If you are willing and obedient, you shall eat the good things of the land. But if you are unwilling and disobedient, you shall be devoured by the sword,” for the mouth of the Lord has spoken. How the faithful city of Zion has become a prostitute! It was full of judgment. Righteousness lodged in it, but now murderers. Your silver is worthless; your tavern-keepers mix wine with water. Your rulers are disobedient and companions of thieves. Everyone loves bribes and follows after rewards. They do not defend the orphans, nor do they regard the cause of the widow. Therefore says the Master, the Lord of hosts: “Woe to the mighty ones of Israel, for My anger against the adversaries will not cease; and I will execute judgment on My enemies. I will bring My hand upon you and purge you completely. I will destroy those who disobey and remove all the lawless from you; I will humble all the arrogant. I will establish your judges as at the first and your counselors as at the beginning. Afterward, you shall be called the city of righteousness, Zion, the faithful mother-city.” For her captives shall be saved with judgment and with mercy. The lawless and sinners shall be destroyed together. Those who forsake the Lord shall come to an end. For they shall be ashamed of the idols they desired and the gardens they longed for. For they shall be as a terebinth tree that has lost its leaves; like a garden with no water. Their strength shall be as broken fiber and their works as sparks of fire. The lawless and the sinners will burn together, and no one shall quench them. The word that came from the Lord to Isaiah the son of Amoz concerning Judah and Jerusalem. Now it shall come to pass in the last days, the mountain of the Lord and the house of God shall be visible on the tops of the mountains and exalted above the hills. All the Gentiles shall come to it. Many Gentiles shall travel and say, “Come and let us go up to the mountain of the Lord, to the house of the God of Jacob. He will proclaim His way to us, and we shall walk in it.” [SAAS]

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Ψαλμὸς Ϛʹ (6).

Psalm 6.

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με.

O Lord, do not reprove me in Your anger.

Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι.

Have mercy on me, O Lord, for I am weak. [SAAS]

Τὰ Ἀναγνώσματα τοῦ Ἑσπερινοῦ

The Readings from Vespers

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος πλ. αʹ.

Prokeimenon. Mode pl. 1.

Ψαλμὸς Ζʹ (7).

Psalm 7.

Κύριε ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα.

O Lord my God in You I hope.

Σῶσόν με ἐκ πάντων τῶν διωκόντων με.

Save me from all who pursue me, and deliver me. [SAAS]

Γενέσεως τὸ ἀνάγνωσμα.

The reading is from the book of Genesis.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γεν Αʹ, 14-23

Gn 1:14-23

Εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας, καὶ ἀνὰ μέσον τῆς νυκτός, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιρούς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς, καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν, εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω, εἰς ἀρχάς τῆς νυκτός, καὶ τοὺς ἀστέρας. Καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός, καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτός, καὶ ἀνὰ μέσον τοῦ σκότους, καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωΐ, ἡμέρα τετάρτη. Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα, ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετώμενα ἐπὶ τῆς γῆς, κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένος αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. Καὶ εἶδεν ὁ Θεός, ὅτι καλά, καὶ εὐλόγησεν αὐτὰ ὁ Θεὸς λέγων. Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα πέμπτη.

Then God said, “Let there be lights in the firmament of heaven for illumination to divide day from night. Let them be for signs and seasons, and for days and years. Let them be for illumination in the firmament of heaven to give light on the earth.” It was so. Then God made two great lights: the greater light to rule the day, and the lesser light to rule the night. He made the stars also. God set them in the firmament of heaven to give light on the earth, and to rule over the day and over the night, and to divide the light from the darkness. God saw that it was good. So evening and morning were the fourth day. Then God said, “Let the waters bring forth creatures having life, and let birds fly above the earth across the face of heaven’s firmament.” It was so. Thus God made great sea creatures and every living thing that moves with which the waters abounded, according to their kind, and every winged bird according to its kind. God saw that it was good. God blessed them, saying, “Be fruitful and multiply, and fill the waters in the seas, and let birds multiply on earth.” So evening and morning were the fifth day. [SAAS]

Προκείμενον. Ἦχος πλ. αʹ.

Prokeimenon. Mode pl. 1.

Ψαλμὸς Ηʹ (8).

Psalm 8.

Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ Ὄνομά σου!

O Lord, our Lord, how wondrous is Your name!

Ὅτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν Οὐρανῶν.

For Your splendor is exalted far beyond the heavens. [SAAS]

Παροιμιῶν τὸ ἀνάγνωσμα.

The reading is from the Proverbs of Solomon.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Πρμ Κεφ Αʹ, 20-33

Pr 1:20-35

Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παῤῥησίαν ἄγει. Ἐπʼ ἄκρων τειχέων κηρύσσεται, ἐπὶ δὲ πύλαις δυναστῶν παρεδρεύει, ἐπὶ δὲ πύλαις πόλεως θαῤῥοῦσι λέγει. Ὅσον ἂν χρόνον ἄκακοι ἔχωνται τῆς δικαιοσύνης οὐ καταισχυνθήσονται, οἱ δὲ ἄφρονες, τῆς ὕβρεως ὄντες ἐπιθυμηταί, ἀσεβεῖς γενόμενοι, ἐμίσησαν αἴσθησιν, καὶ ὑπεύθυνοι ἐγένοντο ἐλέγχοις. Ἰδού, προήσομαι ὑμῖν ἐμῆς βουλῆς ῥῆσιν, διδάξω δὲ τὸν ἐμὸν λόγον ὑμᾶς. Ἐπειδὴ ἐκάλουν, καὶ οὐχ ὑπηκούσατε, καὶ ἐξέτεινα λόγους, καὶ οὐ προσείχετε, ἀλλὰ ἀκύρους ἐποιεῖτε ἐμᾶς βουλάς, τοῖς δὲ ἐμοῖς ἐλέγχοις οὐ προσείχετε, τοιγαροῦν κᾀγὼ τῇ ἡμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι· ἐπὶ χαροῦμαι δέ, ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος. Καὶ ὡς ἂν ἀφίκηται ὑμῖν θόρυβος ἄφνω, ἡ δὲ καταστροφὴ ὁμοίως καταιγίδι παρῇ, ἢ ὅταν ἔρχηται ἡμῖν θλῖψις καὶ πολιορκία· ἔσται γάρ, ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν, ζητήσουσί με κακοί, καὶ οὐχ εὑρήσουσι. Ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ φόβον Κυρίου οὐ προείλοντο, οὐδὲ ἤθελον προσέχειν βουλαῖς, ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους. Τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς, καὶ τῆς αὐτῶν ἀτιμίας πλησθήσονται, καὶ τῆς ἐπιθυμίας. Ἀνθʼ ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς ὀλέσει ἀσεβεῖς. Ὁ δὲ ἐμοῦ ἀκούων, κατασκηνώσει ἐπʼ ἐλπίδι, καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ.

Wisdom sings in the streets; she moves boldly in the squares. She preaches on high city walls and sits at the gates of lords. At the gates of a city she boldly says, “So long a time as the simple hold fast to righteousness, they shall not be ashamed; but those without discernment, since they are desirous of arrogance, and are become ungodly, they hate perception, and are become subject to reproofs. Behold, I shall bring forth upon you the utterance of my breath, and I shall teach you my word. Since I called, but you did not obey, and spoke at length, but you paid no attention, but made my counsels invalid, and were not persuaded by my reproofs; consequently, I will laugh at your annihilation, and will exult when ruin comes to you, and when confusion reaches you unawares, and overthrow comes like a whirlwind, and when tribulation and anguish come to you, and when destruction comes to you. For it shall be, when you shall call upon me, I will not listen to you; evil men will seek me, but not find me, for they hate wisdom, and choose not the fear of the Lord. Neither do they wish to follow my counsels, but despise my reproofs. Therefore, they shall eat the fruits of their own way and be filled with their own ungodliness. For since they wrong the simple, they shall be killed, and a close examination shall destroy the ungodly. But he who obeys me shall dwell in hope, and shall be at rest without fear from every evil.” [SAAS]

   

   

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΙΘʹ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Μαρτύρων Χρυσάνθου καὶ Δαρείας.

On March 19 we commemorate the holy martyrs Chrysanthos and Daria.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Κλαύδιος ὁ Τριβοῦνος, ἐν θαλάσσῃ βληθείς, τελειοῦται.

On this day St. Claudius the tribune died after being cast into the sea.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἱλαρία, ἡ τούτου σύζυγος, ξίφει τελειοῦται.

On this day the holy martyr Hilary, the wife of St. Claudius, died by the sword.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἰάσων καὶ Μαῦρος, οἱ υἱοὶ αὐτῶν, ξίφει τελειοῦνται.

On this day the holy martyrs Jason and Maurus, their sons, died by the sword.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Παγχαρίου.

On this day we also commemorate the holy martyr Pancharios.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Διόδωρος Πρεσβύτερος, καὶ Μαριανὸς Διάκονος, σπηλαίῳ ἐγκλεισθέντες, τελειοῦνται.

On this day the Sts. Diodore the priest and Marian the deacon reposed after being closed up in a cave.

Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Δημητρίου τοῦ Τορναρᾶ, ξίφει τελειωθέντος ἐν ἔτει ᾳψξδʹ (1564).

We also commemorate the holy new martyr Demetrius the joiner who died by the sword in the year 1564.

Ταῖς αύτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Νηστεία.

Strict: Refrain from meat, fish, oil, dairy, and eggs.

Εἶναι Μ. Τεσσαρακοστή.

It is a weekday in Lent.