2024

2024

Τῇ Δευτέρᾳ | Τῌ ΙΗʹ ΜΑΡΤΙΟΥ

On Monday | March 18

   

   

__________

__________

Η ΠΡΟΦΗΤΕΙΑ

THE PROPHECY

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Ψαλμὸς Αʹ (1).

Psalm 1.

Γινώσκει Κύριος ὁδὸν δικαίων, καὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται.

The Lord knows the way of the righteous, but the way of the ungodly shall perish.

Μακάριος ἀνήρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν.

Blessed is the man who walks not in the counsel of the ungodly. [SAAS]

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

The reading is from the Prophecy of Isaiah.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ησ Αʹ, 1-20

Is 1:1-20

Ὅρασις, ἣν εἶδεν Ἠσαΐας, υἱὸς Ἀμώς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ Ἱερουσαλήμ, ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας. Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου γῆ, ὅτι Κύριος ἐλάλησεν. Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός μου οὐ συνῆκεν. Οὐαί, ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι! ἐγκατελίπατε τὸν Κύριον, καὶ παρωργίσατε τὸν Ἅγιον τοῦ Ἰσραήλ. τί ἔτι πληγεῖτε, προστιθέντες ἀνομίαν, πᾶσα κεφαλὴ εἰς πόνον, καὶ πᾶσα καρδία εἰς λύπην, ἀπὸ ποδῶν ἕως κεφαλῆς, οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρίᾳ, οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα, οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν, ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν, καὶ ἠρήμωται, κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιών, ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμένη. Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγεννήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν. Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων, προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος, πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν, καὶ αἷμα ταύρων, καὶ τράγων οὐ βούλομαι, ουδʼ ἂν ἔρχησθε ὀφθῆναί μοι· τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν, πατεῖν τὴν αὐλήν μου, οὐ προσθήσεσθε, ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον, θυμίαμα, βδέλυγμά μοι ἐστί. Τὰς νουμηνίας ὑμῶν, καὶ τὰ σάββατα, καὶ ἡμέραν μεγάλην, οὐκ ἀνέχομαι, νηστείαν καὶ ἀργίαν, καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου, ἐγεννήθητέ μοι εἰς πλησμονήν, οὐκέτι ἀνοίσω τὰς ἁμαρτίας ὑμῶν. Ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφʼ ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν, αἵματος πλήρεις. Λούσασθε, καὶ καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου, παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν. Καὶ δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος, ἐὰν ὦσιν αἱ ἁμαρτίαι ἡμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. Καὶ ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα.

The vision of Isaiah the son of Amoz, which he saw against Judah and Jerusalem in the kingdom of Uzziah, Jotham, Ahaz, and Hezekiah, kings of Judah. Hear, O heavens, and listen, O earth. For the Lord has spoken: “I have begotten and brought up sons, but they rejected Me. The ox knows its owner and the donkey its master’s crib; but Israel does not know Me, and the people do not understand Me.” Alas, sinful nation, a people full of sins, an evil seed, lawless children. They forsook the Lord; they provoked to anger the Holy One of Israel. Why should you still be struck as you continue in lawlessness? The whole head is in pain, and the whole heart in sadness. From the feet all the way to the head, there is no soundness in them, only wounds and bruises and festering sores. They have not been closed or bandaged, or soothed with ointment. Your land is desolate; your cities are burned with fire. Strangers take over your land in your presence and it is made desolate, overthrown by foreign people. So the daughter of Zion is forsaken, like a tent in a vineyard, like a hut in a garden of cucumbers, like a besieged city. Unless the Lord of hosts had left us a seed, we would have become like Sodom and been made like Gomorrah. Hear the word of the Lord, you rulers of Sodom. Give ear to the law of our God, you people of Gomorrah: “What is the multitude of your sacrifices to Me?” says the Lord. “I am full of the burnt offerings of rams and the fat of lambs. I do not desire the blood of bulls and he-goats. When you come to appear before Me, who required these things from your hands to tread My court? Although you should bring fine wheat flour, it is vain. Incense is an abomination to Me. I cannot endure your new moons, and Sabbaths, and the calling of assemblies, and fasting and holy day. Your new moons and feasts My soul hates. You have become a dissatisfaction to Me; I will not forgive your sins. When you stretch forth your hands to Me, I will turn My eyes from you. Although you make many prayers, I will not listen to you. Your hands are full of blood. Wash yourselves, make yourselves clean. Put away the evils from your souls before My eyes. Cease from your evils. Learn to do good. Seek judgment and redeem the wronged. Defend the orphan and justify the widow. Come now, and let us reason together,” says the Lord, “although your sins are like crimson, I shall make them white like snow, and although they are as scarlet, I shall make them white like wool. If you are willing and obedient, you shall eat the good things of the land. But if you are unwilling and disobedient, you shall be devoured by the sword,” for the mouth of the Lord has spoken. [SAAS]

Προκείμενον. Ἦχος βαρύς.

Prokeimenon. Grave Mode.

Ψαλμὸς Βʹ (2).

Psalm 2.

Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.

Serve the Lord with fear and rejoice in Him with trembling.

Ἰνατί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά;

Why do the nations rage, and the people meditate on vain things? [SAAS]

Τὰ Ἀναγνώσματα τοῦ Ἑσπερινοῦ

The Readings from Vespers

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος πλ. βʹ.

Prokeimenon. Mode pl. 2.

Ψαλμὸς Γʹ (3).

Psalm 3.

Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.

Salvation is of the Lord, and Your blessing is upon Your people.

Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με;

O Lord, why do those who afflict me multiply? [SAAS]

Γενέσεως τὸ ἀνάγνωσμα.

The reading is from the book of Genesis.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γεν Αʹ, 1-13

Gn 1:1-13

Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. καὶ εἶπεν ὁ θεός· Γενηθήτω φῶς. καὶ ἐγένετο φῶς. καὶ εἶδεν ὁ θεὸς τὸ φῶς ὅτι καλόν. καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσεν νύκτα. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα μία. Καὶ εἶπεν ὁ θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. καὶ ἐγένετο οὕτως. καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωμα, καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. καὶ ἐκάλεσεν ὁ θεὸς τὸ στερέωμα οὐρανόν. καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα δευτέρα. Καὶ εἶπεν ὁ θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά. καὶ ἐγένετο οὕτως. καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γῆν καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσεν θαλάσσας. καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν. καὶ εἶπεν ὁ θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθʼ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ ἐγένετο οὕτως. καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθʼ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί, ἡμέρα τρίτη.

In the beginning God made heaven and earth. The earth was invisible and unfinished; and darkness was over the deep. The Spirit of God was hovering over the face of the water. Then God said, “Let there be light”; and there was light. God saw the light; it was good; and God divided the light from the darkness. God called the light Day; the darkness He called Night; and there was evening and morning, one day. Then God said, “Let there be a firmament in the midst of the water, and let it divide the water from the water”; and it was so. Thus God made the firmament, and God divided the water under the firmament from the water above the firmament. So God called the firmament Heaven, and God saw that it was good; and there was evening and morning, the second day. Then God said, “Let the water under heaven be gathered together into one place, and let the dry land appear”; and it was so. The water under heaven was gathered into its places, and the dry land appeared. So God called the dry land Earth, and the gathering together of the waters He called Seas; and God saw that it was good. Then God said, “Let the earth bring forth the herb of grass, bearing seed according to its kind and likeness. Let the fruit tree bear fruit, whose seed is in itself according to its kind on earth.” It was so. Thus the earth brought forth the herb of grass, bearing seed according to its kind and likeness. The fruit tree bore fruit, whose seed is in itself according to its kind on earth. God saw that it was good. So evening and morning were the third day. [SAAS]

Προκείμενον. Ἦχος πλ. αʹ.

Prokeimenon. Mode pl. 1.

Ψαλμὸς Δʹ (4).

Psalm 4.

Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.

The Lord will hear me when I cry to Him.

Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου.

You heard me when I called, O God of my righteousness. [SAAS]

Παροιμιῶν τὸ ἀνάγνωσμα.

The reading is from the Proverbs of Solomon.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Πρμ Αʹ, 1-20

Pr 1:1-20

Παροιμίαι Σολομῶντος υἱοῦ Δαυΐδ, ὃς ἐβασίλευσεν ἐν Ἰσραήλ, γνῶναι σοφίαν καὶ παιδείαν, καὶ νοῆσαι λόγον φρονήσεως, δέξασθαί τε στροφὰς λόγων, νοῆσαί τε δικαιοσύνην ἀληθῆ, καὶ κρῖμα κατευθύνειν, ἵνα δῷ ἀκάκοις πανουργίαν. Παιδὶ δὲ νέῳ, αἴσθησίν τε καὶ ἔννοιαν. Τῶν τε γὰρ ἀκούσας σοφός, σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται, νοήσει τε παραβολήν, καὶ σκοτεινὸν λόγον, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα. Ἀρχὴ σοφίας, φόβος Κυρίου, σύνεσις δὲ ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν, εὐσέβεια εἰς Θεόν, ἀρχὴ αἰσθήσεως, σοφίαν δὲ καὶ παιδείαν, ἀσεβεῖς ἐξουθενήσουσιν. Ἄκουε, Υἱέ, νόμους πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμούς μητρός σου. Στέφανον γὰρ χαρίτων δέξῃ σῇ κορυφῇ, καὶ κλοιὸν χρύσεον περὶ σῷ τραχήλῳ. Υἱέ, μὴ σὲ πλανήσωσιν ἀσεβεῖς ἄνδρες, μηδὲ βουληθῇς, ἐὰν παρακαλέσωσί σε, λέγοντες· ἐλθὲ μεθʼ ἡμῶν, κοινώνησον αἵματος, κρύψωμεν δὲ εἰς γῆν ἄνδρα δίκαιον ἀδίκως, καταπίωμεν δὲ αὐτόν, ὥσπερ ᾍδης ζῶντα, καὶ ἄρωμεν τὸ μνημόσυνον αὐτοῦ ἀπὸ τῆς γῆς, τὴν κτῆσιν αὐτοῦ τὴν πολυτελῆ καταλαβώμεθα, πλήσωμεν δὲ οἴκους ἡμετέρους σκύλων, τὸν δὲ κλῆρόν σου βάλε ἐν μέσῳ ἡμῶν, κοινὸν δὲ βαλλάντιον κτησώμεθα πάντες, καὶ μαρσίππιον ἓν γενηθήτω ἡμῖν· Υἱέ μου, μὴ πορευθῇς ἐν ὁδῷ μετʼ αὐτῶν, ἔκκλινον δὲ τὸν πόδα σου ἐκ τῶν τρίβων αὐτῶν· οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσι, καὶ ταχινοί εἰσι τοῦ ἐκχέαι αἷμα. Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς. Αὐτοὶ γὰρ οἱ φόνου μετέχοντες, θησαυρίζουσιν ἑαυτοῖς κακά, ἡ δὲ καταστροφὴ ἀνδρῶν παρανόμων, κακή. Αὗται αἱ ὁδοί εἰσι πάντων τῶν συντελούντων τὰ ἄνομα· τῇ γὰρ ἀσεβείᾳ τὴν ἑαυτῶν ψυχὴν ἀφαιροῦνται. Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παῤῥησίαν ἔχει.

The Proverbs of Solomon, the son of David, who reigned in Israel, to know wisdom and instruction, and to understand words of discernment; to receive both subtlety of words, and to understand true righteousness and upright judgment; so as to give astuteness to the simple, and both perception and understanding to a young man; for a wise man who hears these things will be wiser, and the man of understanding will gain direction. He will understand both a parable and a hidden saying, both wise words and riddles. The fear of God is the beginning of wisdom, and there is good understanding in all who practice it; and godliness toward God is the beginning of perception, but the ungodly despise wisdom and instruction. Hear, my son, the instruction of your father, and do not reject the laws of your mother. For you will receive a crown of grace on your head and a gold chain around your neck. My son, do not let the ungodly lead you astray, and do not consent if they invite you, saying, “Come with us; take part in bloodshed, and let us hide a righteous man in the earth unjustly; and let us swallow him, just as Hades does the living, and let us take away his remembrance from the earth; let us seize his valuable property, and let us fill our houses with spoils; cast your lot with us and let us acquire a common bag; let there be one purse for us.” Do not walk in the way with them, but turn away your foot from their paths. For their feet run to evil, and they make haste to shed blood. For nets are not spread before birds for no reason,for those who participate in murder store up evils for themselves; and evil is the destruction of lawless men. These are the ways of all who accomplish lawless things, for they take away their own soul in ungodliness. Wisdom sings in the streets; she moves boldly in the squares. [SAAS]

   

   

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΙΗʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κυρίλλου, Ἀρχιεπισκόπου Ἱεροσολύμων.

On March 18 we commemorate our father among the saints Cyril, Patriarch of Jerusalem.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι μύριοι Μάρτυρες, τοὺς αὐχένας τμηθέντες, τελειοῦνται.

On this day the holy myriads of martyrs died when their throats were cut.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Τροφίμου, Εὐκαρπίωνος, καὶ τῶν συν αὐτοῖς.

On this day we also commemorate the holy martyrs Trophimos, Efkarpion, and those with them.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Νηστεία.

Strict: Refrain from meat, fish, oil, dairy, and eggs.

Εἶναι Μ. Τεσσαρακοστή.

It is a weekday in Lent.