Link to Matins Ordinary

Use back button to return here.

 

Βιβλία - Πηγαί

Books - Sources

Ὀκτώηχος - Ἦχος βαρύς.

Octoechos - Grave Mode.

Τῇ Δευτέρᾳ Πρωΐ

On Monday Morning

Τριώδιον

Triodion

Δευτέρα τῆς Τυρινῆς

Monday of Cheese Week

Μηναῖον - Τῌ ΙΑʹ ΜΑΡΤΙΟΥ

Menaion - March 11

Μνήμη τοῦ Ἁγίου Σωφρονίου Ἱεροσολύμων

Memory of St. Sophronius of Jerusalem

__________

__________

   

   

ΟΡΘΡΟΣ

MATINS

Ἀρχὴ τοῦ Ὄρθρου

Matins Ordinary

   

   

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is our God always, now and forever and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ

PRIEST

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God. Glory to You.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῷσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Heavenly King, Comforter, Spirit of Truth, present in all places and filling all things, treasury of good things and giver of life: come; take Your abode in us; cleanse us of every stain, and save our souls, O Good one.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and to the Son and to the Holy Spirit; now and forever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and to the Son and to the Holy Spirit; now and forever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and forever and to ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Save, O Lord, Your people and bless Your inheritance, granting victory to the faithful over the enemy, and by Your Cross protecting Your commonwealth.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Glory to the Father and to the Son and to the Holy Spirit.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός· εὔφρανον ἐν τῇ δυνάμει σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

You who were lifted on the cross voluntarily, * O Christ our God, bestow Your tender compassions * upon Your new community to which You gave Your name. * Cause our faithful emperors to be glad in Your power, * granting them the victories against their adversaries. * And for an ally, Lord, may they have You, * peace as their armor, the trophy invincible.

Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, Ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε· στήριξον Ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.

O awesome and unshamable Protection, O good and praiseworthy Theotokos, do not despise our petitions; make firm the community of the Orthodox; save those whom you have called to rule; grant them victory from heaven, for you gave birth to God and are truly blessed.

ΙΕΡΕΥΣ

PRIEST

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy.

( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )

( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

Let us pray for pious and Orthodox Christians.

( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )

( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Ἐλπιδοφόρου.

Again we pray for our Archbishop Elpidophoros.

( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )

( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are merciful and benevolent God, and to You we offer up glory, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

ΨΑΛΤΗΣ

CHANTER

Ἀμήν. Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ.

Amen. In the name of the Lord, Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Glory to the holy and consubstantial and life-creating and undivided Trinity always, now and forever and to the ages of ages.

( Ἀμήν. )

( Amen. )

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. (ἐκ γʹ)

Glory to God in the highest, and on earth peace, good will among men. (3)

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. (δίς)

O Lord, You shall open my lips, and my mouth will declare Your praise. (2)

Ψαλμὸς Γʹ (3).

Psalm 3.

Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Πολλοὶ ἐπανίστανται ἐπʼ ἐμέ. Πολλοὶ λέγουσι τῇ ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. Ἀνάστα, Κύριε, σῶσόν με ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.

O Lord, why do those who afflict me multiply? Many are those who rise up against me. Many are those who say to my soul, “There is no salvation for him in his God.” But You, O Lord, are my protector, my glory and the One who lifts up my head. I cried to the Lord with my voice, and He heard me from His holy hill. I lay down and slept; I awoke, for the Lord will help me. I will not be afraid of ten thousands of people who set themselves against me all around. Arise, O Lord, and save me, O my God, for You struck all those who were foolishly at enmity with me; You broke the teeth of sinners. Salvation is of the Lord, and Your blessing is upon Your people.

Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.

I lay down and slept; I awoke, for the Lord will help me. [SAAS]

Ψαλμὸς ΛΖʹ (37).

Psalm 37 (38).

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπʼ ἐμὲ τὴν χεῖρά σου. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπʼ ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστι μετʼ ἐμοῦ. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξεναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν. Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰσακούσῃ, Κύριε ὁ Θεός μου. Ὅτι εἶπον· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπʼ ἐμὲ ἐμεγαλοῤῥημόνησαν. Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διὰ παντός. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπʼ ἐμοῦ. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.

O Lord, do not rebuke me in Your wrath, nor chasten me in Your anger. For Your arrows are fixed in me, and Your hand rests on me; there is no healing in my flesh because of Your wrath; there is no peace in my bones because of my sins. For my transgressions rise up over my head; like a heavy burden they are heavy on me. My wounds grow foul and fester because of my folly. I suffer misery, and I am utterly bowed down; I go all the day long with a sad face. For my loins are filled with mockeries, and there is no healing in my flesh. I am afflicted and greatly humbled; I roar because of the groaning of my heart. O Lord, all my desire is before You, and my groaning is not hidden from You. My heart is troubled; my strength fails me, and the light of my eyes, even this is not with me. My friends and neighbors draw near and stand against me, and my near of kin stand far off; and those who seek my soul use violence, and those who seek evil for me speak folly; and they meditate on deceit all the day long. But I like a deaf man do not hear, and I am like a mute who does not open his mouth. I am like a man who does not hear, and who has no reproofs in his mouth. For in You, O Lord, I hope; You will hear, O Lord my God. For I said, “Let not my enemies rejoice over me, for when my foot was shaken, they boasted against me.” For I am ready for wounds, and my pain is continually with me. For I will declare my transgression, and I will be anxious about my sin. But my enemies live, and are become stronger than I; and those who hate me unjustly are multiplied; those who repaid me evil for good slandered me, because I pursue righteousness; and they threw away my love as though it were a stinking corpse. Do not forsake me, O Lord; O my God, do not depart from me; give heed to help me, O Lord of my salvation.

Μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπʼ ἐμοῦ· πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.

Do not forsake me, O Lord; O my God, do not depart from me. Give heed to help me, O Lord of my salvation. [SAAS]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and to the Son and to the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός.

Alleluia. Alleluia. Alleluia. Glory to You, O God.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός.

Alleluia. Alleluia. Alleluia. Glory to You, O God.

(χῦμα)

(intoned)

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Alleluia. Alleluia. Alleluia. Glory to You, O God. Our hope, O Lord, glory to You.

ΤΑ ΕΙΡΗΝΙΚΑ

THE LITANY OF PEACE

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

In peace, let us pray to the Lord.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον. (μεθ’ ἑκάστην δέησιν)

Lord, have mercy. (after each petition)

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.

For the peace from above and for the salvation of our souls, let us pray to the Lord.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν.

For the peace of the whole world, for the stability of the holy churches of God, and for the unity of all, let us pray to the Lord.

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ τοῦ Κυρίου δεηθῶμεν.

For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord.

Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τοῦ Κυρίου δεηθῶμεν.

For pious and Orthodox Christians, let us pray to the Lord.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Ἐλπιδοφόρου, τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν.

For our Archbishop Elpidophoros, for the honorable presbyterate, for the diaconate in Christ, and for all the clergy and the people, let us pray to the Lord.

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν γένους, τοῦ προέδρου καὶ πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν, καὶ τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

For our country, the president, all those in public service, and for our armed forces everywhere, let us pray to the Lord.

Ὑπὲρ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, [τῆς Ἱερᾶς Μητροπόλεως ταύτης,] τῆς πόλεως καὶ κοινότητος ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

For the Holy and Great Church of Christ, for our Sacred Archdiocese, [for this Sacred Metropolis,] for this city and parish, for every city and land, and for the faithful who live in them, let us pray to the Lord.

Ὑπὲρ τῆς Ἱερᾶς Σχολῆς ταύτης, τοῦ προέδρου, τῶν κοσμητόρων, τῶν διδασκόντων, διδασκομένων, καὶ ἀποφοίτων αὐτῆς, τοῦ Κυρίου δεηθῶμεν.

For this sacred school, its president, deans, faculty, staff, and students; the trustees, benefactors, and alumni, let us pray to the Lord.

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν.

For favorable weather, for an abundance of the fruits of the earth, and for peaceful times, let us pray to the Lord.

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν.

For those who travel by land, sea, and air, for the sick, the suffering, the captives and for their salvation, let us pray to the Lord.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger, and distress, let us pray to the Lord.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to You belong all glory, honor, and worship, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΧΟΡΟΣ

CHOIR

Ἦχος δʹ.

Mode 4.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord. [SAAS]

Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Verse 1: Give thanks to the Lord and call upon His holy name.

Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them.

Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes.

Ἀπολυτίκιον τῆς Ἡμέρας.

Apolytikion for the Day.

Τῶν Ἀσωμάτων.

For the Angels.

Τοῦ Ὡρολογίου - - -

From Horologion - - -

Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Mode 4. You who were lifted.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.

O Chief Commanders of the heavenly armies, * we the unworthy now entreat you in earnest, * to fortify us by your supplications to the Lord, * and shelter us beneath the wings of your spiritual glory, * guarding us who run to you and fervently entreat you: * As the Commanders of the hosts on high, * rescue us faithful from dangers of every kind. [SD]

Δόξα. Τὸ αὐτό.

Glory. Repeat.

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ἦχος δʹ.

Mode 4.

Τῇ ἀνατραφείσῃ ἐν τῷ Ναῷ, εἰς τὰ Ἅγια τῶν Ἁγίων, τῇ περιβεβλημένῃ τὴν πίστιν καὶ τὴν σοφίαν, καὶ τὴν ἄμεμπτον παρθενίαν, ὁ Ἀρχιστράτηγος Γαβριήλ, προσέφερεν οὐρανόθεν, τὸν ἀσπασμὸν καὶ τὸ χαῖρε. Χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη, ὁ Κύριος μετὰ σοῦ.

To you who were raised in the Temple, in the Holy of Holies, and who were clothed in faith and wisdom and measureless virginity, the Supreme Commander Gabriel from heaven brought the salutation, “Rejoice”; “Rejoice, O blessed Maiden! Rejoice, O glorified one! The Lord is with you.” [SD]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Κοντάκιον τῆς Ἡμέρας. Τῶν Ἀσωμάτων.

Kontakion for the Day. For the Angels.

Τοῦ Ὡρολογίου - - -

From Horologion - - -

Ἦχος βʹ.

Mode 2.

Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν αἰτήσασθε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν ἀσωμάτων Ἀρχιστράτηγοι.

As God’s Chief Commanders and ministers of His divine glory, guides of humanity and leaders of the Angels, pray for what will benefit us and for great mercy, as Chief Commanders of the Bodiless Hosts. [SD]

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΙΑʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σωφρονίου, Ἀρχιεπισκόπου Ἱεροσολύμων.

On March 11 we commemorate our devout father Sophronios, Archbishop of Jerusalem.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πιονίου, Πρεσβυτέρου τῆς ἐν Σμύρνῃ Ἁγίας Ἐκκλησίας.

On this day we also commemorate the holy hieromartyr Pionius, priest of the holy Church in Smyrna.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου, Θεοφόρου καὶ Θαυματουργοῦ, τοῦ ἐν τῷ Διϊππείῷ λεγομένῳ, τοῦ Νεοφανοῦς.

On this day we also commemorate our devout father George, the God-bearer and Wonderworker, the newly appeared, who was in the church called Diipeum.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Τροφίμου καὶ Θαλλοῦ, τῶν ἐν Λαοδικείᾳ μαρτυρησάντων.

On this day we also commemorate the holy martyrs Trophimos and Thallus who witnessed in Laodiceia.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ εἰς Κωνσταντινούπολιν ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Μάρτυρος Ἐπιμάχου.

On this day we also commemorate the translation to Constantinople of the relics of the holy martyr Epimachos.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Θεοδώρας τῆς Βασιλίσσης.

On this day we also commemorate our devout mother Theodora the Empress.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy on us. Amen.

ΧΟΡΟΣ

CHOIR

ᾨδὴ ηʹ. Ὁ Εἱρμός. Ἦχος αʹ.

Ode viii. Heirmos (not metered). Mode 1.

Ὕμνον σοι προσφέρομεν.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

We praise and we bless and we worship the Lord.

Ὕμνον σοι προσφέρομεν τῶν ἀσωμάτων, ὥσπερ οἱ Παῖδες ἐν τῇ καμίνῳ, καὶ ὑμνοῦντες λέγομεν, εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

We offer You a hymn of the Bodiless hosts, as did the Servants in the furnace. And we extol You and say: Bless the Lord, all you works of the Lord. [SD]

Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν.

Stand for the singing of Ode ix.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.

Let us honor and magnify in song the Theotokos and the Mother of the light.

ΧΟΡΟΣ

CHOIR

ᾨδὴ θʹ.

Ode ix.

Μεγαλυνάριον. Ἦχος αʹ.

The Magnificat. Mode 1.

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [SD]

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [SD]

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [SD]

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [SD]

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [SD]

Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [SD]

Ὁ Εἱρμός. Ἦχος αʹ.

Heirmos (not metered). Mode 1.

Σὲ τὴν ὁραθεῖσαν.

Σὲ τὴν ὁραθεῖσαν πύλην, ὑπὸ Ἰεζεκιὴλ τοῦ Προφήτου, ἐν ᾗ οὐδεὶς διῆλθεν, εἰ μὴ Θεὸς μόνος, Θεοτόκε Παρθένε, ἐν ὕμνοις τιμῶμέν σε.

O Virgin Theotokos, you are the gate that the Prophet Ezekiel saw and through which no one went except God alone. We honor you with hymns. [SD]

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [SD]

ΙΕΡΕΥΣ

PRIEST

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again, in peace, let us pray to the Lord.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

( Σοί, Κύριε. )

( To You, O Lord. )

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For all the powers of heaven praise You, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages.

( Ἀμήν. )

( Amen. )

ΧΟΡΟΣ

CHOIR

Ἐξαποστειλάριον τῆς ἡμέρας. Τῶν Ἀσωμάτων.

Exaposteilarion of the Day. For the Angels.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἦχος βʹ. Γυναῖκες ἀκουτίσθητε.

Mode 2. O Women, hearken.

Γυναῖκες ἀκουτίσθητε.

Ἀρχάγγελοι καὶ Ἀγγελοι, Ἀρχαὶ καὶ Κυριότητες, Δυνάμεις, καὶ Ἐξουσίαι, καὶ Θρόνοι πολυόμματα, τὰ Χερουβείμ, καὶ Σεραφείμ, ἅμα τὰ ἑξαπτέρυγα, ὑπὲρ ἡμῶν πρεσβεύσατε, τοῦ λυτρωθῆναι κινδύνων, καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου.

We pray to you, O Archangels * and Angels, Principalities, * Authorities and Dominions, * and Thrones, and you the Cherubim * with many eyes, as well as you * the six-winged Seraphim, entreat * and intercede on our behalf, * that we be rescued from peril * and from everlasting hell fire. [SD]

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς Δοξολογίας.

Stand for the reading of the Doxology.

Δοξολογία (διαβαστά)

Doxology (read)

ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ

HIERARCH or READER

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

To you belongs glory, O Lord our God, and to you we send up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητός εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to God in the highest, and on earth peace, good will to men. We praise you, we bless you, we worship you, we glorify you, and we thank you, for your great glory. Lord, King, Heavenly God, Father Almighty; only-begotten Son, Lord Jesus Christ and Holy Spirit. Lord God, the Lamb of God, the Son of the Father, who take away the sin of the world, have mercy on us, you who take away the sins of the world. Accept our supplication, you who sit at the right of the Father, and have mercy on us. For you are the only Holy One, you are the only Lord, Jesus Christ, to the glory of God the Father. Amen. Every day I shall bless you, and I shall praise your name forever, and unto the ages of ages. Lord, you have become for us a refuge from generation to generation. I have said: Lord, have mercy on me, heal my soul, for I have sinned against you. Lord, to you I have fled; teach me to do your will, for you are my God. For with you is the fountain of life; in your light we shall see light. Extend your mercy to those who know you. Grant, O Lord, that in this day we may be kept without sin. Blessed are you, O Lord, the God of our Fathers, and praised and glorified is your name unto the ages. Amen. Let your mercy, Lord, come upon us, just as we have hoped in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, O Master, make me understand your commandments. Blessed are you, O Holy One, enlighten me with your commandments. Lord, your mercy remains forever, do not turn away from the works of your hands. To you belongs praise, to you belongs a hymn, to you belongs glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. Amen.

ΙΕΡΕΥΣ

PRIEST

Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Let us complete our morning prayer to the Lord.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord.

( Παράσχου, Κύριε. )

( Grant this, O Lord. )

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord.

( Παράσχου, Κύριε. )

( Grant this, O Lord. )

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For pardon and remission of our sins and transgressions, let us ask the Lord.

( Παράσχου, Κύριε. )

( Grant this, O Lord. )

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord.

( Παράσχου, Κύριε. )

( Grant this, O Lord. )

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord.

( Παράσχου, Κύριε. )

( Grant this, O Lord. )

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ.

( Παράσχου, Κύριε. )

( Grant this, O Lord. )

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

( Σοί, Κύριε. )

( To You, O Lord. )

Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are the God of mercy and compassion and love for humankind, and to You we offer up glory, to the Father and to the Son and to the Holy Spirit, now and forever and to ages of ages.

( Ἀμήν. )

( Amen. )

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη πᾶσι.

Peace be with all.

( Καὶ τῷ πνεύματί σου. )

( And with your spirit. )

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Let us bow our heads to the Lord.

( Σοί, Κύριε. )

( To You, O Lord. )

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Κύριε ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ δεόμεθά σου, ἅγιε ἁγίων· Ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴ τι ἡμάρτομεν ἑκουσίως ἢ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου.

Holy Lord, who dwell in the highest and look upon the humble and observe all creation with Your all-seeing eye, to You we bow the neck of soul and body, and we pray You, Holy of holies: Extend Your invisible hand from Your holy heavens and bless us all. And as good and benevolent God, forgive us any misdeeds we committed voluntarily or involuntarily, and grant us Your blessings in this world and in the next.

ΙΕΡΕΥΣ

PRIEST

Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Yours it is to show mercy and to save us, O our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to ages of ages.

( Ἀμήν. )

( Amen. )

ΧΟΡΟΣ

CHOIR

Ἀπόστιχα. Τοῦ Τριωδίου.

Aposticha. From the Triodion.

Τοῦ Τριωδίου - - -

From Triodion - - -

Ἰδιόμελον. Ἦχος γʹ.

Idiomelon. Mode 3.

Πάντα τὸν χρόνον, ἡ νηστεία ὠφέλιμός ἐστι, τοῖς αἰρουμένοις καὶ ποιοῦσιν αὐτήν· οὔτε γὰρ ἐπήρεια δαιμόνων, κατατολμᾷ τοῦ νηστεύοντος, ἀλλὰ καὶ οἱ φύλακες τῆς ζωῆς ἡμῶν Ἄγγελοι, φιλοπονώτερον παραμένουσι, τοῖς διὰ νηστείας ἡμῖν κεκαθαρμένοις.

Fasting is always beneficial to those who choose to practice it; for demonic assaults do not afflict the one who fasts. Also, our Guardian Angels stand by our side more diligently when we purify ourselves by fasting. [SD]

Στίχ. Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς.

Verse: I lift my eyes to You, who dwell in heaven. Behold, as the eyes of servants look to the hands of their masters, as the eyes of the maidservant look to the hands of her mistress, so our eyes look to the Lord our God until He shall have compassion on us. [SAAS]

Πάντα τὸν χρόνον, ἡ νηστεία ὠφέλιμός ἐστι, τοῖς αἰρουμένοις καὶ ποιοῦσιν αὐτήν· οὔτε γὰρ ἐπήρεια δαιμόνων, κατατολμᾷ τοῦ νηστεύοντος, ἀλλὰ καὶ οἱ φύλακες τῆς ζωῆς ἡμῶν Ἄγγελοι, φιλοπονώτερον παραμένουσι, τοῖς διὰ νηστείας ἡμῖν κεκαθαρμένοις.

Fasting is always beneficial to those who choose to practice it; for demonic assaults do not afflict the one who fasts. Also, our Guardian Angels stand by our side more diligently when we purify ourselves by fasting. [SD]

Μαρτυρικόν.

For the Martyrs.

Ἦχος γʹ.

Mode 3.

Στίχ. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

Verse: Have mercy on us, O Lord, have mercy on us, for we are greatly filled with contempt; our soul is greatly filled with it. We are a disgrace to those who prosper, and a contempt to the arrogant. [SAAS]

Τῶν ἁγίων Ἀθλοφόρων τὴν μνήμην, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὅτι θέατρον γενόμενοι Ἀγγέλοις καὶ ἀνθρώποις, τὸν τῆς νίκης στέφανον παρὰ Χριστοῦ ἐκομίσαντο, καὶ πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Come, all peoples, let us honor the memory of the holy Martyr Athletes. They became a spectacle to Angels and men, and they received the crown of victory from Christ; and they intercede on behalf of our souls. [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Ἦχος γʹ.

Mode 3.

Ἀσπόρως συνέλαβες ἐκ Πνεύματος Ἁγίου, καὶ δοξολογοῦντες ἐκβοῶμεν σοι· Χαῖρε Παναγία Παρθένε.

Without seed you conceived by the Holy Spirit. As we sing and glorify you, we cry out to you: Rejoice, O all-holy Virgin! [SD]

ΙΕΡΕΥΣ

PRIEST

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ύψιστε· τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

It is good to give thanks to the Lord and to sing to Your name, O Most High, to proclaim Your mercy in the morning and Your truth at night. [SAAS]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and to the Son and to the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and to the Son and to the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and forever and to ages of ages.

( Ἀμήν. )

( Amen. )

ΧΟΡΟΣ

CHOIR

Ἀπολυτίκιον τῆς Ἡμέρας.

Apolytikion for the Day.

Τῶν Ἀσωμάτων.

For the Angels.

Τοῦ Ὡρολογίου - - -

From Horologion - - -

Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Mode 4. You who were lifted.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.

O Chief Commanders of the heavenly armies, * we the unworthy now entreat you in earnest, * to fortify us by your supplications to the Lord, * and shelter us beneath the wings of your spiritual glory, * guarding us who run to you and fervently entreat you: * As the Commanders of the hosts on high, * rescue us faithful from dangers of every kind. [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἦχος δʹ.

Mode 4.

Ὅτι πάντων ὑπάρχεις τῶν ποιημάτων ὑπερτέρα, ἀνυμνεῖν σε ἀξίως, μὴ εὐποροῦντες Θεοτόκε, δωρεὰν αἰτοῦμέν σε, ἐλέησον ἡμᾶς.

We are unequipped to praise you worthily, O Theotokos, for you are the highest of all things created. Therefore, we entreat you: As a gift to us, have mercy on us. [SD]

Ὁ Ἀπόστολος

The Epistle

Δευτέρα τῆς Τυροφάγου

Monday of Cheese-Fare Week

ΙΕΡΕΥΣ

PRIEST

Πρόσχωμεν.

Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 103.

Prokeimenon. Mode 4. Psalm 103.

Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

He makes His angels spirits and His ministers a flame of fire. [SAAS]

Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα.

Verse: Bless the Lord, O my soul. O Lord my God, You are magnified exceedingly. [SAAS]

ΙΕΡΕΥΣ

PRIEST

Σοφία.

Wisdom.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Καθολικῆς Γʹ Ἐπιστολῆς Ἰωάννου τὸ ἀνάγνωσμα.

The reading is from John’s Third Universal Letter.

ΙΕΡΕΥΣ

PRIEST

Πρόσχωμεν.

Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γ Ιω 1-15

3 Jn. 1:1-15

Ὁ πρεσβύτερος Γαΐῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ. Ἀγαπητέ, περὶ πάντων εὔχομαί σε εὐοδοῦσθαι καὶ ὑγιαίνειν, καθὼς εὐοδοῦταί σου ἡ ψυχή· ἐχάρην γὰρ λίαν ἐρχομένων ἀδελφῶν καὶ μαρτυρούντων σου τῇ ἀληθείᾳ, καθὼς σὺ ἐν ἀληθείᾳ περιπατεῖς. Μειζοτέραν τούτων οὐκ ἔχω χαράν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ἀληθείᾳ περιπατοῦντα. Ἀγαπητέ, πιστὸν ποιεῖς ὃ ἐὰν ἐργάσῃ εἰς τοὺς ἀδελφοὺς καὶ εἰς τοὺς ξένους, οἳ ἐμαρτύρησάν σου τῇ ἀγάπῃ ἐνώπιον ἐκκλησίας, οὓς καλῶς ποιήσεις προπέμψας ἀξίως τοῦ Θεοῦ. Ὑπὲρ γὰρ τοῦ ὀνόματος ἐξῆλθον, μηδέν λαμβάνοντες ἀπὸ τῶν ἐθνικῶν. Ἡμεῖς οὖν ὀφείλομεν ἀπολαμβάνειν τοὺς τοιούτους, ἵνα συνεργοὶ γινώμεθα τῇ ἀληθείᾳ. ῎Εγραψα τῇ ἐκκλησίᾳ· ἀλλʼ ὁ φιλοπρωτεύων αὐτῶν Διοτρεφὴς οὐκ ἐπιδέχεται ἡμᾶς. Διὰ τοῦτο, ἐὰν ἔλθω, ὑπομνήσω αὐτοῦ τὰ ἔργα ἃ ποιεῖ, λόγοις πονηροῖς φλυαρῶν ἡμᾶς· καὶ μὴ ἀρκούμενος ἐπὶ τούτοις οὔτε αὐτὸς ἐπιδέχεται τοὺς ἀδελφοὺς καὶ τοὺς βουλο μένους κωλύει καὶ ἐκ τῆς ἐκκλησίας ἐκβάλλει. Ἀγαπητέ, μὴ μιμοῦ τὸ κακόν, ἀλλὰ τὸ ἀγαθόν. Ὁ ἀγαθοποιῶν ἐκ τοῦ Θεοῦ ἐστιν· ὁ κακοποιῶν οὐχ ἑώρακε τὸν Θεόν. Δημητρίῳ μεμαρτύρηται ὑπὸ πάντων καὶ ὑπʼ αὐτῆς τῆς ἀληθείας· καὶ ἡμεῖς δὲ μαρτυροῦμεν, καὶ οἴδατε ὅτι ἡ μαρτυρία ἡμῶν ἀληθής ἐστι. Πολλὰ εἶχον γράφειν, ἀλλʼ οὐ θέλω διὰ μέλανος καὶ καλάμου σοι γράψαι· ἐλπίζω δὲ εὐθέως ἰδεῖν σε, καὶ στόμα πρὸς στόμα λαλήσομεν. εἰρήνη σοι. Ἀσπάζονταί σε οἱ φίλοι. Ἀσπάζου τοὺς φίλους κατʼ ὄνομα.

The elder to the beloved Gaius, whom I love in the truth. Beloved, I pray that all may go well with you and that you may be in health; I know that it is well with your soul. For I greatly rejoiced when some of the brethren arrived and testified to the truth of your life, as indeed you do follow the truth. No greater joy can I have than this, to hear that my children follow the truth. Beloved, it is a loyal thing you do when you render any service to the brethren, especially to strangers, who have testified to your love before the church. You will do well to send them on their journey as befits God’s service. For they have set out for his sake and have accepted nothing from the heathen. So we ought to support such men, that we may be fellow workers in the truth. I have written something to the church; but Diotrephes, who likes to put himself first, does not acknowledge my authority. So if I come I will bring up what he is doing, prating against me with evil words. And not content with that, he refuses himself to welcome the brethren, and also stops those who want to welcome them and puts them out of the church. Beloved, do not imitate evil but imitate good. He who does good is of God; he who does evil has not seen God. Demetrios has testimony from every one, and from the truth itself; I testify to him too, and you know my testimony is true. I had much to write to you, but I would rather not write with pen and ink; I hope to see you soon, and we will talk together face to face. Peace be to you. The friends greet you. Greet the friends, every one of them. [RSV]

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη σοι τῷ ἀναγνόντι.

Peace be with you the reader.

ΧΟΡΟΣ

CHOIR

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Τὸ Εὐαγγέλιον

The Gospel

Δευτέρα τῆς Τυροφάγου

Cheesefare Monday

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Wisdom. Arise. Let us hear the holy Gospel.

Εἰρήνη πᾶσι.

Peace be with all.

( Καὶ τῷ πνεύματί σου. )

( And with your spirit. )

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Πρόσχωμεν.

Let us be attentive.

( Δόξα σοι, Κύριε, δόξα σοι. )

( Glory to You, O Lord, glory to You. )

Λκ ιθʹ 29 - 40, κβʹ 7 - 39

Lk. 19:29-40; 22:7-39

Τῷ καιρῷ ἐκείνῳ, ὡς ἤγγισεν ὁ Ἰησοῦς εἰς Βηθσφαγῆ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ εἰπών· Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφʼ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισε· λύσαντες αὐτὸν ἀγάγετε. καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, διατί λύετε; οὕτως ἐρεῖτε αὐτῷ, ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς, ἑστῶτα τὸν πῶλον· λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· Τί λύετε τὸν πῶλον; οἱ δὲ εἶπον ὅτι Ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν. πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ. ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων λέγοντες· Εὐλογημένος ὁ ἐρχόμενος βασιλεὺς ἐν ὀνόματι Κυρίου· εἰρήνη ἐν οὐρανῷ καὶ δόξα ἐν ὑψίστοις. καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπον πρὸς αὐτόν· Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. καὶ ἀποκριθεὶς εἶπεν· Λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κεκράξονται. Ἦλθε δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ἐν ᾗ ἔδει θύεσθαι τὸ πάσχα, καὶ ἀπέστειλε Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. οἱ δὲ εἶπον αὐτῷ· Ποῦ θέλεις ἑτοιμάσωμεν; ὁ δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν οὗ εἰσπορεύεται, καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· λέγει σοι ὁ διδάσκαλος, ποῦ ἐστι τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; κἀκεῖνος ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. ἀπελθόντες δὲ εὗρον καθὼς εἴρηκεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσε, καὶ οἱ δώδεκα ἀπόστολοι σὺν αὐτῷ. καὶ εἶπε πρὸς αὐτούς· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθ’ ὑμῶν πρὸ τοῦ με παθεῖν· λέγω γὰρ ὑμῖν ὅτι οὐκέτι οὐ μὴ φάγω ἐξ αὐτοῦ ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. καὶ δεξάμενος τὸ ποτήριον εὐχαριστήσας εἶπε· Λάβετε τοῦτο καὶ διαμερίσατε ἑαυτοῖς· λέγω γὰρ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπὸ τοῦ γενήματος τῆς ἀμπέλου ἕως ὅτου ἡ βασιλεία τοῦ Θεοῦ ἔλθῃ. καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς λέγων· Τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον. πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετʼ ἐμοῦ ἐπὶ τῆς τραπέζης. καὶ ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου πορεύεται κατὰ τὸ ὡρισμένον· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ παραδίδοται. καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν. Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. ὁ δὲ εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν, καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται· ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλʼ ὁ μείζων ἐν ὑμῖν γινέσθω ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν. τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν. ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετʼ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· κἀγὼ διατίθεμαι ὑμῖν καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν, ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου, καὶ καθήσεσθε ἐπὶ θρόνων κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Εἶπε δὲ ὁ Κύριος· Σίμων Σίμων, ἰδοὺ ὁ σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας στήριξον τοὺς ἀδελφούς σου. ὁ δὲ εἶπεν αὐτῷ· Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. ὁ δὲ εἶπε· Λέγω σοι, Πέτρε, οὐ φωνήσει σήμερον ἀλέκτωρ πρὶν ἢ τρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με. Καὶ εἶπεν αὐτοῖς· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήθητε; οἱ δὲ εἶπον· Οὐθενός. εἶπεν οὖν αὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων πωλήσει τὸ ἱμάτιον αὐτοῦ καὶ ἀγοράσει μάχαιραν. λέγω γὰρ ὑμῖν ὅτι ἔτι τοῦτο τὸ γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τὸ καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ τὰ περὶ ἐμοῦ τέλος ἔχει. οἱ δὲ εἶπον· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· Ἱκανόν ἐστι. Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὄρος τῶν ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ μαθηταί αὐτοῦ.

At that time, when Jesus drew near to Bethphage and Bethany, at the mount that is called Olivet, he sent two of the disciples, saying, “Go into the village opposite, where on entering you will find a colt tied, on which no one has ever yet sat; untie it and bring it here. If any one asks you, ‘Why are you untying it?’ you shall say this, ‘The Lord has need of it.’” So those who were sent went away and found it as he had told them. And as they were untying the colt, its owners said to them, “Why are you untying the colt?” And they said, “The Lord has need of it.” And they brought it to Jesus, and throwing their garments on the colt they set Jesus upon it. And as he rode along, they spread their garments on the road. As he was now drawing near, at the descent of the Mount of Olives, the whole multitude of the disciples began to rejoice and praise God with a loud voice for all the mighty works that they had seen, saying, “Blessed is the King who comes in the name of the Lord! Peace in heaven and glory in the highest!” And some of the Pharisees in the multitude said to him, “Teacher, rebuke your disciples.” He answered, “I tell you, if these were silent, the very stones would cry out.” Then came the day of Unleavened Bread, on which the passover lamb had to be sacrificed. So Jesus sent Peter and John, saying; “Go and prepare the passover for us, that we may eat it.” They said to him, “Where will you have us prepare it?” He said to them, “Behold, when you have entered the city, a man carrying a jar of water will meet you; follow him into the house which he enters, and tell the householder, ‘The Teacher says to you, Where is the guest room, where I am to eat the passover with my disciples?’ And he will show you a large upper room furnished; there make ready.” And they went, and found it as he had told them; and they prepared the passover. And when the hour came, he sat at table, and the apostles with him. And he said to them, “I have earnestly desired to eat this passover with you before I suffer; for I tell you I shall not eat it until it is fulfilled in the kingdom of God.” And he took a cup, and when he had given thanks he said, “Take this, and divide it among yourselves; for I tell you that from now on I shall not drink of the fruit of the vine until the kingdom of God comes.” And he took bread, and when he had given thanks he broke it and gave it to them, saying, “This is my body which is given for you. Do this in remembrance of me.” And likewise the cup after supper, saying, “This cup which is poured out for you is the new covenant in my blood. But behold the hand of him who betrays me is with me on the table. For the Son of man goes as it has been determined; but woe to that man by whom he is betrayed!” And they began to question one another, which of them it was that would do this. A dispute also arose among them, which of them was to be regarded as the greatest. And he said to them, “The kings of the Gentiles exercise lordship over them; and those in authority over them are called benefactors. But not so with you; rather let the greatest among you become as the youngest, and the leader as one who serves. For which is the greater, one who sits at table, or one who serves? Is it not the one who sits at table? But I am among you as one who serves. You are those who have continued with me in my trials; and I assign to you, as my Father assigned to me, a kingdom, that you may eat and drink at my table in my kingdom, and sit on thrones judging the twelve tribes of Israel. Simon, Simon, behold, Satan demanded to have you, that he might sift you like wheat, but I have prayed for you that your faith may not fail; and when you have turned again, strengthen your brethren.” And he said to him, “Lord, I am ready to go with you to prison and to death.” He said, “I tell you, Peter, the cock will not crow this day, until you three times deny that you know me.” And he said to them, “When I sent you out with no purse or bag or sandals, did you lack anything?” They said, “Nothing.” He said to them, “But now, let him who has a purse take it, and likewise a bag. And let him who has no sword sell his mantle and buy one. For I tell you that this scripture must be fulfilled in me, ‘And he was reckoned with transgressors’; for what is written about me has its fulfillment.” And they said, “Look, Lord, here are two swords.” And he said to them, “It is enough.” And he came out, and went, as was his custom, to the Mount of Olives; and the disciples followed him. [RSV]

ΧΟΡΟΣ

CHOIR

Δόξα σοι, Κύριε, δόξα σοι.

Glory to You, O Lord, glory to You.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία.

Wisdom.

( Εὐλόγησον. )

( Father, bless! )

Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ( Ἀμήν. )

Blessed are You, Christ our God, always now and forever and to the ages of ages. ( Amen. )

ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ

HIERARCH or READER

Στερεώσαι Κύριος ὁ Θεός τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν σὺν τῇ Ἁγίᾳ αὐτοῦ Μεγάλῃ Ἐκκλησίᾳ, τῇ Ἱερᾷ ἡμῶν Ἀρχιεπισκοπῇ, τῇ ἱερᾷ ἡμῶν Σχολῇ καὶ τῇ πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων.

The Lord God make firm the holy and pure faith of the pious Orthodox Christians, together with the Holy and Great Church of Christ, our Sacred Archdiocese, this Sacred School, and this city, to the ages of ages.

( Ἀμήν. )

( Amen. )

Dismissal

Dismissal

ΙΕΡΕΥΣ

PRIEST

Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, O Christ our God. Glory to You.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

Conclusion, i.e. “Through the prayers…”

Conclusion, i.e. “Through the prayers…”

Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy on us and save us.

( Ἀμήν. )

( Amen. )