2024

2024

Τῇ Τρίτῃ | Τῌ Εʹ ΜΑΡΤΙΟΥ

On Tuesday | March 5

   

   

__________

__________

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Τρίτῃ τῆς ΛΕʹ Ἑβδομάδος

Tuesday of the 35th Week

Καθολικῆς Αʹ Ἐπιστολῆς Ἰωάννου τὸ ἀνάγνωσμα.

The reading is from John’s First Universal Letter.

Αʹ Ιω 3:9-22

1 Jn. 3:9-22

Ἀδελφοί, πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Θεοῦ ἁμαρτίαν οὐ ποιεῖ, ὅτι σπέρμα αὐτοῦ ἐν αὐτῷ μένει· καὶ οὐ δύναται ἁμαρτάνειν, ὅτι ἐκ τοῦ Θεοῦ γεγέννηται. ἐν τούτῳ φανερά ἐστι τὰ τέκνα τοῦ Θεοῦ καὶ τὰ τέκνα τοῦ διαβόλου. πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ, καὶ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφόν αὐτοῦ. ὅτι αὕτη ἐστὶν ἡ ἀγγελία ἣν ἠκούσατε ἀπ᾿ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους, οὐ καθὼς Κάϊν ἐκ τοῦ πονηροῦ ἦν καὶ ἔσφαξε τὸν ἀδελφὸν αὐτοῦ· καὶ χάριν τίνος ἔσφαξεν αὐτόν; ὅτι τὰ ἔργα αὐτοῦ πονηρὰ ἦν, τὰ δὲ τοῦ ἀδελφοῦ αὐτοῦ δίκαια. Μὴ θαυμάζετε, ἀδελφοί μου, εἰ μισεῖ ὑμᾶς ὁ κόσμος. ἡμεῖς οἴδαμεν ὅτι μεταβεβήκαμεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν, ὅτι ἀγαπῶμεν τοὺς ἀδελφούς· ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν μένει ἐν τῷ θανάτῳ. πᾶς ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστί, καὶ οἴδατε ὅτι πᾶς ἀνθρωποκτόνος οὐκ ἔχει ζωὴν αἰώνιον ἐν ἑαυτῷ μένουσαν. ἐν τούτῳ ἐγνώκαμεν τὴν ἀγάπην, ὅτι ἐκεῖνος ὑπὲρ ἡμῶν τὴν ψυχὴν αὐτοῦ ἔθηκε· καὶ ἡμεῖς ὀφείλομεν ὑπὲρ τῶν ἀδελφῶν τὰς ψυχὰς τιθέναι. ὃς δ᾿ ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα καὶ κλείσῃ τὰ σπλάγχνα αὐτοῦ ἀπ᾿ αὐτοῦ, πῶς ἡ ἀγάπη τοῦ Θεοῦ μένει ἐν αὐτῷ; Τεκνία μου, μὴ ἀγαπῶμεν λόγῳ μηδὲ τῇ γλώσσῃ, ἀλλ᾿ ἐν ἔργῳ καὶ ἀληθείᾳ. καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν, καὶ ἔμπροσθεν αὐτοῦ πείσομεν τὰς καρδίας ἡμῶν, ὅτι ἐὰν καταγινώσκῃ ἡμῶν ἡ καρδία, ὅτι μείζων ἐστὶν ὁ Θεὸς τῆς καρδίας ἡμῶν καὶ γινώσκει πάντα. ἀγαπητοί, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν ἔχομεν πρὸς τὸν Θεόν, καὶ ὃ ἐὰν αἰτῶμεν λαμβάνομεν παρ᾿ αὐτοῦ.

Brethren, no one born of God commits sin; for God’s seed abides in him, and he cannot sin because he is born of God. By this it may be seen who are the children of God, and who are the children of the devil: whoever does not do right is not of God, nor he who does not love his brother. For this is the message which you have heard from the beginning, that we should love one another, and not be like Cain who was of the evil one and murdered his brother. And why did he murder him? Because his own deeds were evil and his brother’s righteous. Do not wonder, brethren, that the world hates you. We know that we have passed out of death into life, because we love the brethren. He who does not love abides in death. Any one who hates his brother is a murderer, and you know that no murderer has eternal life abiding in him. By this we know love, that he laid down his life for us; and we ought to lay down our lives for the brethren. But if any one has the world’s goods and sees his brother in need, yet closes his heart against him, how does God’s love abide in him? Little children, let us not love in word or speech but in deed and in truth. By this we shall know that we are of the truth, and reassure our hearts before him whenever our hearts condemn us; for God is greater than our hearts, and he knows everything. Beloved, if our hearts do not condemn us, we have confidence before God; and we receive from him whatever we ask. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Τρίτη τῆς Ἀποκρέω

Tuesday of Meatfare Week

Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Mark.

Μκ ιδʹ 10–42

Mk. 14:10–42

Τῷ καιρῷ ἐκείνῳ, Ἰούδας ὁ Ἰσκαριώτης, εἷς τῶν δώδεκα, ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς ἵνα παραδῷ αὐτὸν αὐτοῖς. οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύρια δοῦναι· καὶ ἐζήτει πῶς εὐκαίρως αὐτὸν παραδῷ. Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα; καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι ὁ διδάσκαλος λέγει· ποῦ ἐστι τὸ κατάλυμά μου ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγαιον μέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε ἡμῖν. καὶ ἐξῆλθον οἱ μαθηταὶ αὐτοῦ καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα. Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα· καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων εἶπεν ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾿ ἐμοῦ. οἱ δὲ ἤρξαντο λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς καθ᾿ εἷς· μήτι ἐγώ; καὶ ἄλλος· μήτι ἐγώ; ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· εἷς ἐκ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾿ ἐμοῦ εἰς τὸ τρυβλίον. ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι᾿ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος. Καὶ ἐσθιόντων αὐτῶν λαβὼν ὁ Ἰησοῦς ἄρτον εὐλογήσας ἔκλασε καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπε· λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου. καὶ λαβὼν τὸ ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. καὶ εἶπεν αὐτοῖς· τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον. ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι πάντες σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· ὅτι γέγραπται, πατάξω τὸν ποιμένα καὶ διασκορπισθήσονται τὰ πρόβατα· ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. ὁ δὲ Πέτρος ἔφη αὐτῷ· καὶ εἰ πάντες σκανδαλισθήσονται, ἀλλ᾿ οὐκ ἐγώ. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ἐν τῇ νυκτὶ ταύτῃ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με. ὁ δὲ Πέτρος ἐκ περισσοῦ ἔλεγε μᾶλλον· ἐάν με δέῃ συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι. ὡσαύτως δὲ καὶ πάντες ἔλεγον. Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· καθίσατε ὧδε ἕως προσεύξωμαι. καὶ παραλαμβάνει τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην μεθ᾿ ἑαυτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν καὶ λέγειν αὐτοῖς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστι, παρέλθῃ ἀπ᾿ αὐτοῦ ἡ ὥρα, καὶ ἔλεγεν· ἀββᾶ ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον ἀπ᾿ ἐμοῦ τοῦτο· ἀλλ᾿ οὐ τί ἐγὼ θέλω, ἀλλ᾿ εἴ τι σύ. καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι; γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών. καὶ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ. καὶ ἔρχεται τὸ τρίτον καὶ λέγει αὐτοῖς· καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε! ἀπέχει· ἦλθεν ἡ ὥρα· ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν· ἐγείρεσθε, ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικε.

At that time, Judas Iscariot, who was one of the twelve, went to the chief priests in order to betray him to them. And when they heard it they were glad, and promised to give him money. And he sought an opportunity to betray him. And on the first day of Unleavened Bread, when they sacrificed the passover lamb, his disciples said to him, “Where will you have us go and prepare for you to eat the passover?” And he sent two of his disciples, and said to them, “Go into the city, and a man carrying a jar of water will meet you; follow him, and wherever he enters, say to the householder, ‘The Teacher says, Where is my guest room, where I am to eat the passover with my disciples?’ And he will show you a large upper room furnished and ready; there prepare for us.” And the disciples set out and went to the city, and found it as he had told them; and they prepared the passover. And when it was evening he came with the twelve. And as they were at table eating, Jesus said, “Truly, I say to you, one of you will betray me, one who is eating with me.” They began to be sorrowful, and to say to him one after another, “Is it I?” He said to them, “It is one of the twelve, one who is dipping bread into the dish with me. For the Son of man goes as it is written of him, but woe to that man by whom the Son of man is betrayed! It would have been better for that man if he had not been born.” And as they were eating, he took bread, and blessed, and broke it, and gave it to them, and said, “Take; this is my body.” And he took a cup, and when he had given thanks he gave it to them, and they all drank of it. And he said to them, “This is my blood of the new covenant, which is poured out for many. Truly, I say to you, I shall not drink again of the fruit of the vine until that day when I drink it new in the kingdom of God.” And when they had sung a hymn, they went out to the Mount of Olives. And Jesus said to them, “You will all fall away; for it is written, ‘I will strike the shepherd, and the sheep will be scattered.’ But after I am raised up, I will go before you to Galilee.” Peter said to him, “Even though they all fall away, I will not.” And Jesus said to him, “Truly, I say to you, this very night, before the cock crows twice, you will deny me three times.” But he said vehemently, “If I must die with you, I will not deny you.” And they all said the same. And they went to a place which was called Gethsemane; and he said to his disciples, “Sit here, while I pray.” And he took with him Peter and James and John, and began to be greatly distressed and troubled. And he said to them, “My soul is very sorrowful, even to death; remain here, and watch.” And going a little farther, he fell on the ground and prayed that, if it were possible, the hour might pass from him. And he said, “Abba, Father, all things are possible to you; remove this cup from me; yet not what I will, but what you will.” And he came and found them sleeping, and he said to Peter, “Simon, are you asleep? Could you not watch one hour? Watch and pray that you may not enter into temptation; the spirit indeed is willing, but the flesh is weak.” And again he went away and prayed, saying the same words. And again he came and found them sleeping, for their eyes were very heavy; and they did not know what to answer him. And he came the third time, and said to them, “Are you still sleeping and taking your rest? It is enough; the hour has come; the Son of man is betrayed into the hands of sinners. Rise, let us be going; see, my betrayer is at hand.” [RSV]

   

   

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Εʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Κόνωνος τοῦ ἐν Ἰσαυρίᾳ.

On March 5, we commemorate the holy monastic martyr Conon of Isauria.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Κόνωνος τοῦ κηπουροῦ.

On this day we also commemorate the holy Martyr Conon the gardener.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μάρκου Μοναχοῦ τοῦ Θαυματουργοῦ.

On this day we also commemorate our devout father Mark the Monk and Wonder-worker.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐλογίου τοῦ ἐν Παλαιστίνῃ.

On this day we also commemorate the holy Martyr Evlogios of Palestine.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐλαμπίου.

On this day we also commemorate the holy Martyr Evlampios.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀρχέλαος, καὶ οἱ σὺν αὐτῷ ἑκατόν τεσσαράκοντα δύο Μάρτυρες, ξίφει τελειοῦνται.

On this day the holy Martyr Archelaos and the 142 Martyrs with him died by the sword.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.