2024

2024

Τῇ Δευτέρᾳ | Τῌ ΚϚʹ ΦΕΒΡΟΥΑΡΙΟΥ

On Monday | February 26

   

   

__________

__________

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Δευτέρα ΛΔʹ Ἑβδομάδος

Monday of the 34th Week

Καθολικῆς Βʹ Ἐπιστολῆς Πέτρου τὸ ἀνάγνωσμα.

The reading is from Peter’s Second Universal Letter.

Β Πε 1:20-21, 2:1-9

2 Pet. 1:20-21, 2:1-9

Ἀγαπητοί, τοῦτο πρῶτον γινώσκοντες, ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται. Οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη ποτὲ προφητεία, ἀλλʼ ὑπὸ Πνεύματος Ἁγίου φερόμενοι ἐλάλησαν ἅγιοι Θεοῦ ἄνθρωποι. Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι, ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν· καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, διʼ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται· καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται, οἷς τὸ κρῖμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάξει. Εἰ γὰρ ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους, καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξε, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας· καὶ πόλεις Σοδόμων καὶ Γομόῤῥας τεφρώσας καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικώς· καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐῤῥύσατο· (βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος, ἐγκατοικῶν ἐν αὐτοῖς, ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν)· οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν.

Beloved, first of all you must understand this, that no prophecy of scripture is a matter of one’s own interpretation, because no prophecy ever came by the impulse of man, but men moved by the Holy Spirit spoke from God. But false prophets also arose among the people, just as there will be false teachers among you, who will secretly bring in destructive heresies, even denying the Master who bought them, bringing upon themselves swift destruction. And many will follow their licentiousness, and because of them the way of truth will be reviled. And in their greed they will exploit you with false words; from of old their condemnation has not been idle, and their destruction has not been asleep. For if God did not spare the angels when they sinned, but cast them into hell and committed them to pits of nether gloom to be kept until the judgment; if he did not spare the ancient world, but preserved Noah, a herald of righteousness, with seven other persons, when he brought a flood upon the world of the ungodly; if by turning the cities of Sodom and Gomorrah to ashes he condemned them to extinction and made them an example to those who were to be ungodly; and if he rescued righteous Lot, greatly distressed by the licentiousness of the wicked (for by what that righteous man saw and heard as he lived among them, he was vexed in his righteous soul day after day with their lawless deeds), then the Lord knows how to rescue the godly from trial, and to keep the unrighteous under punishment until the day of judgment. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Δευτέρα τῆς ΙΖʹ Ἑβδομάδος τοῦ Λουκᾶ

Monday of the 17th Week of Luke

Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Mark.

Μκ ιγʹ 9 - 13

Mk. 13:9-13

Εἶπεν ὁ Κύριος τοῖς ἑαὐτοῦ Μαθηταῖς· Βλέπετε ὑμεῖς ἑαυτούς. παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς· καὶ εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον. ὅταν δὲ ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε, ἀλλʼ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον. παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

The Lord said to his disciples, “Take heed to yourselves; for they will deliver you up to councils; and you will be beaten in synagogues; and you will stand before governors and kings for my sake, to bear testimony before them. And the gospel must first be preached to all nations. And when they bring you to trial and deliver you up, do not be anxious beforehand what you are to say; but say whatever is given you in that hour, for it is not you who speak, but the Holy Spirit. And brother will deliver up brother to death, and the father his child, and children will rise against parents and have them put to death; and you will be hated by all for my name’s sake. But he who endures to the end will be saved.” [RSV]

   

   

__________

__________

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

2024

2024

Τῌ ΚϚʹ ΦΕΒΡΟΥΑΡΙΟΥ

February 26

Μνήμη τῆς Ἁγίας Φωτεινῆς τῆς Σαμαρείτιδος

Memory of the Holy Great-martyr Photini the Samaritan Woman

Τὰ Ἀναγνώσματα τοῦ Χθεσινοῦ Ἑσπερινοῦ

The Readings from Vespers the Previous Evening

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Πρμ Κεφ Αʹ, 20. Γʹ, 19-34

Pr 1:20; 3:21-37

Σοφία ἐν ἐξόδοις ὑμνεῖται, ἐν δὲ πλατείαις παῤῥησίαν ἄγει. Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. Ἐν αἰσθήσει αὐτοῦ ἄβυσσοι ἐῤῥάγησαν, νέφη δὲ ἐῤῥύει δρόσον. Υἱέ, μὴ παραῤῥυῇς, τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν, ἵνα ζῇ σὴ ψυχή, καὶ χάρις ᾗ περὶ τῷ τραχήλῳ· ἔσται δὲ ἴασις ταῖς σαρξί σου, καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου· ἵνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὐ μὴ προσκόπτῃ. Ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ, ἐὰν δὲ καθεύδῃς, ἠδέως ὑπνώσεις, καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας· ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου, καὶ ἐρείσει σὸν πόδα, μὴ ἀγρευθῇς. Μὴ ἀπόσχου εὖ ποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὖ ποιεῖν· οὐ γὰρ οἶδας τὶ τέξεται ἡ ἐπιοῦσα. Μὴ τέκταινε ἐπὶ σὸν φίλον κακά, παροικοῦντα καὶ πεποιθότα ἐπὶ σοί. Μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην, ἵνα μήτι εἰς σὲ ἐργάσητε κακόν. Μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη, μηδὲ ζήλου τὰς ὁδούς αὐτῶν· ἀκάθαρτος γὰρ ἔναντι Κυρίου πᾶς παράνομος, ἐν δὲ δικαίοις οὐ συνεδρεύει. Κατάρα Κυρίου ἐν οἴκοις ἀσεβῶν, ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται. Κύριος ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.

Wisdom sings in the streets; she moves boldly in the squares. God by wisdom founded the earth and prepared the heavens with discernment. With perception the depths were broken up, and the clouds flowed with dew. My son, do not be careless, but keep my counsel and thinking, that your soul may live, and grace may be around your neck. And there will be healing for your flesh and care for your bones, that you may walk confidently in peace in all your ways, and your foot may not stumble. For if you sit down, you will be without fear, and if you lie down, your sleep will be pleasant. And do not be afraid of intimidation when it comes upon you, nor of the attack of the ungodly when it comes at you; for the Lord will be over all your ways, and He will plant your feet firmly, that you may not be shaken. Do not withhold doing good to the needy, when you may give a helping hand; do not say, when you are able to do good, “Come back tomorrow, and I will give you something”; for you do not know what the next day will bring forth. Do not devise evil things against your friend who dwells beside you and trusts in you. Do not be ready to quarrel with a man in vain, lest he do you some harm. Do not incur the reproach of evil men, neither seek their ways; for every lawless man is unclean before the Lord, and he does not sit among the righteous. The curse of God is in the houses of the ungodly, but He blesses the dwellings of the righteous. The Lord opposes the arrogant, but He gives grace to the humble. [SAAS]

Πρμ ΛΑʹ, 8-31

Pr 31:8-30

Υἱέ, ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρίνε πάντα ὑγιῶς. Ἄνοιγε σὸν στόμα, καὶ κρίνε δικαίως, διάκρινε δὲ πένητα καὶ ἀσθενῆ. Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπʼ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ εἰς ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λῖνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις, θεωρήσασα γεώργιον, ἐπρίατο, ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ, οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρʼ αὐτῇ ἐνδεδυμένοι εἰσί. Διττὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα, περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων καὶ κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε, καὶ ἀπέδοτο τοῖς Φοίνιξι, καὶ περιζώματα τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν ἐστείλατο, τῇ γλώσση αὐτῆς. Στεναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν. Ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησαν, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐποίησαν δύναμιν, πολλαὶ ἐκτήσαντο πλοῦτον, σὺ δὲ ὑπέρκεισαι, καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι, καὶ μάταιον κάλλος γυναικὸς οὐκ ἔστιν ἐν σοί· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτὴ ἀπὸ καρπῶν χειλέων αὐτῆς, καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Open your mouth for the word of God, and judge all men fairly; Open your mouth and judge righteously, and plead the cause of the poor and helpless. Who will find a courageous wife? For such a one is more valuable than precious stones. The heart of her husband trusts in her; she will not be at a loss for fine spoils, for she provides good things for her husband all her life. She weaves wool and linen cloth and is productive with her hands. She is like a ship trading afar off, so she procures her livelihood. She also rises before dawn and gives food to her household, and appoints tasks for her maidservants. Seeing a farm, she buys it, and from the fruits of her hands she plants her plot of land. Strongly girding her loins, she strengthens her arms for work. She experiences work as a good thing, and her lamp is not quenched all night. She extends her arms to do profitable things, and she applies her hands to the spindle. She opens her hands to the poor and reaches out with her fruit to the needy. Her husband is not anxious about those at home when he spends a long time elsewhere, for all her household are clothed. She makes a double upper garment for her husband and garments of fine linen and purple for herself. Her husband is respected at the gates and when he sits in council with the elders who inhabit the land. She makes and sells fine linens and girdles to the Canaanites. She opens her mouth carefully and lawfully and controls her tongue. She clothes herself with strength and dignity and rejoices in the last days. She runs her household carefully, and she does not eat the bread of idleness. She opens her mouth wisely and lawfully, and her charity raises her children, and they become rich, and her husband praises her, “Many daughters acquire riches; many do mighty things, but you excel and surpass all.” Desires to please are deceitful, and the beauty of a wife is vain; for a wise wife is blessed, and let her in fear praise the Lord. Give to her from the fruits of her hands, and let her husband praise her at the gates. [SAAS]

Πρμ 3:11-18

Pr Κεφ. 3, 11-18

Υἱέ, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπʼ αὐτοῦ ἐλεγχόμενος. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστὸς ἐστι πᾶσι τοῖς ἀγαπῶσιν αὐτήν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστι. Μῆκος γὰρ βίου, καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα· ἐκ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Αἱ ὁδοὶ αὐτῆς ὁδοὶ καλαί, καὶ πᾶσαι αἱ τρίβοι αὐτῆς μετʼ εἰρήνης. Σοφίας οὐ μήποτε ἰσχύσει κακία.

My son, do not despise the instruction of the Lord, neither grow weary under His reproof. For whom the Lord loves He instructs, and chastises every son He receives. Blessed is a man who finds wisdom, and a mortal who sees discernment; for the profits gained from wisdom are better than the treasures of gold and silver. And wisdom is more valuable than precious stones, and nothing evil will withstand her; she is well known to all who come near her, and no honor is worthy of her. For length of days and years of life are in her right hand, and in her left hand are riches and glory; righteousness proceeds from her mouth, and she carries law and mercy upon her tongue. Her ways are good ways, and all her paths are in peace. [Wickedness shall never prevail over wisdom.] [SAAS]

Ὁ Ἀπόστολος

The Epistle

Τῆς Ἁγίας.

For the Holy Woman.

Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Second Letter to the Corinthians.

Β Κορ 4:1-12

2 Cor. 4:1-12

Ἀδελφοί, ἔχοντες τὴν διακονίαν ταύτην͵ καθὼς ἠλεήθημεν͵ οὐκ ἐκκακοῦμεν͵ ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης͵ μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ͵ ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ Θεοῦ. Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν͵ ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον͵ ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ͵ ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον͵ ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. Ὅτι ὁ Θεὸς ὁ εἰπών͵ Ἐκ σκότους φῶς λάμψει͵ ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν͵ ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι ἀλλʼ οὐ στενοχωρούμενοι͵ ἀπορούμενοι ἀλλʼ οὐκ ἐξαπορούμενοι͵ διωκόμενοι ἀλλʼ οὐκ ἐγκαταλειπόμενοι͵ καταβαλλόμενοι ἀλλʼ οὐκ ἀπολλύμενοι͵ πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες͵ ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν͵ ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται͵ ἡ δὲ ζωὴ ἐν ὑμῖν.

Brethren, having this ministry as we have received mercy, we do not lose heart. We have renounced disgraceful, underhanded ways; we refuse to practice cunning or to tamper with God’s word, but by the open statement of truth we would commend ourselves to every man’s conscience in the sight of God. And even if our gospel is veiled, it is veiled only to those who are perishing. In their case the god of this world has blinded the minds of the unbelievers, to keep them from seeing the light of the gospel of the glory of Christ, who is the likeness of God. For what we preach is not ourselves, but Jesus Christ as Lord, with ourselves as your servants for Jesus’ sake. For it is the God who said, “Let light shine out of darkness,” who has shone in our hearts to give the light of the knowledge of the glory of God in the face of Christ. But we have this treasure in earthen vessels, to show that the transcendent power belongs to God and not to us. We are afflicted in every way, but not crushed; perplexed, but not driven to despair; persecuted, but not forsaken; struck down, but not destroyed; always carrying in the body the death of Jesus, so that the life of Jesus may also be manifested in our bodies. For while we live we are always being given up to death for Jesus’ sake, so that the life of Jesus may be manifested in our mortal flesh. So death is at work in us, but life in you. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῆς Ἁγίας.

For the Holy Woman.

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to John.

Ιω δʹ 5 - 42

Jn. 4:5-42

Τῷ καιρῷ ἐκείνῳ ἔρχεται ὁ Ἴησοῦς εἰς πόλιν τῆς Σαμαρείας λεγομένην Συχάρ, πλησίον τοῦ χωρίου ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ. ἦν δὲ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ· ὥρα ἦν ὡσεὶ ἕκτη. ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. λέγει αὐτῇ ὁ Ἰησοῦς· Δός μοι πεῖν. οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι. λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· Πῶς σὺ Ἰουδαῖος ὢν παρʼ ἐμοῦ πεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος ; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι, δός μοι πεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. λέγει αὐτῷ ἡ γυνή· Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις τὸ ὕδωρ τὸ ζῶν; μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ τὰ θρέμματα αὐτοῦ; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δʼ ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα, ἀλλὰ τὸ ὕδωρ ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. λέγει πρὸς αὐτὸν ἡ γυνή· Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ μηδὲ ἔρχομαι ἐνθάδε ἀντλεῖν. λέγει αὐτῇ ὁ Ἰησοῦς· Ὕπαγε φώνησον τὸν ἄνδρα σου καὶ ἐλθὲ ἐνθάδε. ἀπεκρίθη ἡ γυνὴ καὶ εἶπεν· Οὐκ ἔχω ἄνδρα. λέγει αὐτῇ ὁ Ἰησοῦς· Καλῶς εἶπας ὅτι ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σύ. οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν· καὶ ὑμεῖς λέγετε ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος ὅπου δεῖ προσκυνεῖν. λέγει αὐτῇ ὁ Ἰησοῦς· Γύναι, πίστευσόν μοι ὅτι ἔρχεται ὥρα ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν· ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. ἀλλʼ ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ· καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. πνεῦμα ὁ Θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. λέγει αὐτῷ ἡ γυνή· Οἶδα ὅτι Μεσσίας ἔρχεται ὁ λεγόμενος Χριστός· ὅταν ἔλθῃ ἐκεῖνος, ἀναγγελεῖ ἡμῖν πάντα. λέγει αὐτῇ ὁ Ἰησοῦς· Ἐγώ εἰμι, ὁ λαλῶν σοι. καὶ ἐπὶ τούτῳ ἦλθαν οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐθαύμασαν ὅτι μετὰ γυναικὸς ἐλάλει· οὐδεὶς μέντοι εἶπε, τί ζητεῖς ἤ τί λαλεῖς μετʼ αὐτῆς; Ἀφῆκεν οὖν τὴν ὑδρίαν αὐτῆς ἡ γυνὴ καὶ ἀπῆλθεν εἰς τὴν πόλιν, καὶ λέγει τοῖς ἀνθρώποις· Δεῦτε ἴδετε ἄνθρωπον ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα· μήτι οὗτός ἐστιν ὁ Χριστός; ἐξῆλθον οὖν ἐκ τῆς πόλεως καὶ ἤρχοντο πρὸς αὐτόν. Ἐν δὲ τῷ μεταξὺ ἠρώτων αὐτὸν οἱ μαθηταὶ λέγοντες· Ραββί, φάγε. ὁ δὲ εἶπεν αὐτοῖς· Ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν ὑμεῖς οὐκ οἴδατε. ἔλεγον οὖν οἱ μαθηταὶ πρὸς ἀλλήλους· Μή τις ἤνεγκεν αὐτῷ φαγεῖν; λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐμὸν βρῶμά ἐστιν ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με καὶ τελειώσω αὐτοῦ τὸ ἔργον. οὐχ ὑμεῖς λέγετε ὅτι ἔτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; ἰδοὺ λέγω ὑμῖν, ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ θεάσασθε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμόν. ἤδη καὶ ὁ θερίζων μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἵνα καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων. ἐν γὰρ τούτῳ ὁ λόγος ἐστὶν ὁ ἀληθινός, ὅτι ἄλλος ἐστὶν ὁ σπείρων καὶ ἄλλος ὁ θερίζων. ἐγὼ ἀπέστειλα ὑμᾶς θερίζειν ὃ οὐχ ὑμεῖς κεκοπιάκατε· ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. Ἐκ δὲ τῆς πόλεως ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν Σαμαρειτῶν διὰ τὸν λόγον τῆς γυναικός, μαρτυρούσης ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα. ὡς οὖν ἦλθον πρὸς αὐτὸν οἱ Σαμαρεῖται, ἠρώτων αὐτὸν μεῖναι παρʼ αὐτοῖς· καὶ ἔμεινεν ἐκεῖ δύο ἡμέρας. καὶ πολλῷ πλείους ἐπίστευσαν διὰ τὸν λόγον αὐτοῦ, τῇ τε γυναικὶ ἔλεγον ὅτι οὐκέτι διὰ τὴν σὴν λαλιὰν πιστεύομεν· αὐτοὶ γὰρ ἀκηκόαμεν, καὶ οἴδαμεν ὅτι οὗτός ἐστιν ἀληθῶς ὁ σωτὴρ τοῦ κόσμου, ὁ Χριστὀς.

At that time, Jesus came to a city of Samaria, called Sychar, near the field that Jacob gave to his son Joseph. Jacob’s well was there, and so Jesus, wearied as he was with his journey, sat down beside the well. It was about the sixth hour. There came a woman of Samaria to draw water. Jesus said to her, “Give me a drink.” For his disciples had gone away into the city to buy food. The Samaritan woman said to him, “How is it that you, a Jew, ask a drink of me, a woman of Samaria?” For Jews have no dealings with Samaritans. Jesus answered her, “If you knew the gift of God, and who it is that is saying to you, ‘Give me a drink,’ you would have asked him and he would have given you living water.” The woman said to him, “Sir, you have nothing to draw with, and the well is deep; where do you get that living water? Are you greater than our father Jacob, who gave us the well, and drank from it himself, and his sons, and his cattle?” Jesus said to her, “Everyone who drinks of this water will thirst again, but whoever drinks of the water that I shall give him will never thirst; the water that I shall give him will become in him a spring of water welling up to eternal life.” The woman said to him, “Sir, give me this water, that I may not thirst, nor come here to draw.” Jesus said to her, “Go, call your husband, and come here.” The woman answered him, “I have no husband.” Jesus said to her, “You are right in saying, ‘I have no husband’; for you have had five husbands, and he whom you now have is not your husband; this you said truly.” The woman said to him, “Sir, I perceive that you are a prophet. Our fathers worshiped on this mountain; and you say that Jerusalem is the place where men ought to worship.” Jesus said to her, “Woman, believe me, the hour is coming when neither on this mountain nor in Jerusalem will you worship the Father. You worship what you do not know; we worship what we know, for salvation is from the Jews. But the hour is coming, and now is, when the true worshipers will worship the Father in spirit and truth, for such the Father seeks to worship him. God is spirit, and those who worship him must worship in spirit and truth.” The woman said to him, “I know that the Messiah is coming (he who is called Christ); when he comes, he will show us all things.” Jesus said to her, “I who speak to you am he.” Just then his disciples came. They marveled that he was talking with a woman, but none said, “What do you wish?” or, “Why are you talking with her?” So the woman left her water jar, and went away into the city and said to the people, “Come, see a man who told me all that I ever did. Can this be the Christ?” They went out of the city and were coming to him. Meanwhile the disciples besought him, saying “Rabbi, eat.” But he said to them, “I have food to eat of which you do not know.” So the disciples said to one another, “Has anyone brought him food?” Jesus said to them, “My food is to do the will of him who sent me, and to accomplish his work. Do you not say, ‘There are yet four months, then comes the harvest’? I tell you, lift up your eyes, and see how the fields are already white for harvest. He who reaps receives wages, and gathers fruit for eternal life, so that sower and reaper may rejoice together. For here the saying holds true, ‘One sows and another reaps.’ I sent you to reap that for which you did not labor; others have labored, and you have entered into their labor.” Many Samaritans from that city believed in him because of the woman’s testimony. “He told me all that I ever did.” So when the Samaritans came to him, they asked him to stay with them; and he stayed there two days. And many more believed because of his word. They said to the woman, “It is no longer because of your words that we believe, for we have heard ourselves, and we know that this is indeed Christ the Savior of the world.” [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚϚʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πορφυρίου, Ἐπισκόπου Γάζης.

On February 26, we commemorate our devout father Porphyrios, Bishop of Gaza.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Φωτεινῆς τῆς Σαμαρείτιδος, ᾗ ὡμίλησεν ὁ Χριστὸς ἐν τῷ φρέατι, καὶ τῶν σὺν αὐτῇ.

On this day we also commemorate the holy martyr Photini the Samaritan woman with whom Christ spoke at the well, and those with her.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Φωτώ, ἡ ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται.

On this day St. Photo, her sister, died by the sword.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Φωτίς, ἡ ἑτέρα ἀδελφὴ αὐτῆς, εἰς δύο προσδεθεῖσα δένδρα, καὶ διαμερισθεῖσα, τελειοῦται.

On this day St. Photis, another of her sisters, died when she was tied to two trees and split in two.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Παρασκευή, ἡ ἑτέρα ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται.

On this day St. Paraskeve, another of her sisters, died by the sword.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Κυριακή, ἡ ἑτέρα ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται.

On this day St. Kyriaki, another of her sisters, died by the sword.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἰωσῆς, ὁ υἱὸς τῆς Ἁγίας Φωτεινῆς, ξίφει τελειοῦται.

On this day the holy martyr Joses, son of St. Photini, died by the sword.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Φωτεινός, ὁ ἕτερος υἱὸς αὐτῆς, ξίφει τελειοῦται.

On this day St. Photinos, another of her sons, died by the sword.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σεβαστιανὸς ὁ Δούξ, ξίφει τελειοῦται.

On this day St. Sebastian the Duke died by the sword.

Ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ κάλφας, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν ἔτει ᾳφοεʹ (1575), ξίφει τελειοῦται.

The holy new martyr John the craftsman died by the sword in Constantinople in the year 1575.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.

Εἶναι ἡ Αʹ ἑβδομάδα τοῦ Τριωδίου.

It is the first week of the Triodion.