2024

2024

Τῇ Κυριακῇ | Τῌ ΚΕʹ ΦΕΒΡΟΥΑΡΙΟΥ

On Sunday | February 25

   

   

__________

__________

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Κυριακὴ ΛΓʹ Τελώνου καὶ Φαρισαίου

The 33rd Sunday, of the Publican and Pharisee

Πρὸς Τιμόθεον Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Second Letter to Timothy.

Β Τιμ 3:10-15

2 Tim. 3:10-15

Τέκνον Τιμόθεε, παρηκολούθηκάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένοντο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις· οἵους διωγμοὺς ὑπήνεγκα καὶ ἐκ πάντων με ἐῤῥύσατο ὁ Κύριος. Καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται· πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνος ἔμαθες, καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Timothy, my son, you have observed my teaching, my conduct, my aim in life, my faith, my patience, my love, my steadfastness, my persecutions, my sufferings, what befell me at Antioch, at Iconion, and at Lystra, what persecutions I endured; yet from them all the Lord rescued me. Indeed all who desire to live a godly life in Christ Jesus will be persecuted, while evil men and impostors will go on from bad to worse, deceivers and deceived. But as for you, continue in what you have learned and have firmly believed, knowing from whom you learned it and how from childhood you have been acquainted with the sacred writings which are able to instruct you for salvation through faith in Christ Jesus. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Κυριακὴ ΙϚʹ Τελώνου καὶ Φαρισαίου

Sunday of the Publican and Pharisee

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Λκ ιηʹ 9-14

Lk. 18:10-14

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. ὁ Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύχετο· ὁ Θεός, εὐχαριστῷ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατῷ πάντα ὅσα κτῶμαι. καὶ ὁ τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανόν ἐπᾶραι, ἀλλʼ ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ γὰρ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

The Lord said this parable, “Two men went up into the temple to pray, one a Pharisee and the other a tax collector. The Pharisee stood and prayed thus with himself, ‘God, I thank you that I am not like other men, extortioners, unjust, adulterers, or even like this tax collector. I fast twice a week, I give tithes of all that I get.’ But the tax collector, standing far off, would not even lift up his eyes to heaven, but beat his breast, saying, ‘God, be merciful to me a sinner!’ I tell you, this man went down to his house justified rather than the other; for everyone who exalts himself will be humbled, but he who humbles himself will be exalted.” [RSV]

   

   

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΕʹ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ταρασίου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

On February 25 we commemorate our father among the saints Tarasios the Confessor, Archbishop of Constantinople.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀλέξανδρος ξίφει τελειοῦται.

On this day Saint Alexander died by the sword.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ρηγίνου, Ἐπισκόπου Σκοπέλου.

On this day we also commemorate the holy Hieromartyr Reginus, Bishop of Scopelus.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀντώνιος πυρὶ τελειοῦται.

On this day Saint Anthony died by fire.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Θεόδωρος, ὁ διὰ Χριστὸν σαλός, ἐν εἰρήνῃ τελειοῦται.

On this day Saint Theodore, the Fool for Christ, reposed in peace.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μάρκελλος, Ἐπίσκοπος Ἀπαμείας τῆς Κύπρου, ξίφει τελειοῦται.

On this day the holy hieromartyr Markellos of Cyprus, Bishop of Apamea in Syria, died by the sword.

Τοῦ Τριωδίου.

From the Triodion.

Τῇ αὐτῇ ἡμέρᾳ τῆς τοῦ Τελώνου καὶ τοῦ Φαρισαίου ἐκ τοῦ ἱεροῦ Εὐαγγελίου τοῦ Εὐαγγελιστοῦ Λουκᾶ (ιηʼ 10–14) παραβολῆς μνείαν ποιούμεθα.

On this day, we remember the parable of the Publican and the Pharisee from the holy Gospel of the Evangelist Luke (18:10-14).

Στίχοι

Verses

Φαρισαΐζων, Ἱεροῦ μακρὰν γίνου,

Pharisaical man, stay away from the Temple,

Χριστὸς γὰρ ἔνδον, ᾧ ταπεινὸς δεκτέον.

for Christ is therein, where He accepts the humble.

Ἕτεροι εἰς τὸ Τριῴδιον.

For the Triodion

Ὁ δημιουργὸς τῶν ἄνω καὶ τῶν κάτω,

O Creator of all in earth and in heaven,

Τρισάγιον μὲν ὕμνον ἐκ τῶν Ἀγγέλων,

As You receive the thrice-holy hymn from the Angels,

Τριῴδιον δὲ καὶ παρʼ ἀνθρώπων δέχου.

So also accept the Triodion from us humans.

Ταῖς τῶν ἁγίων πάντων μεγαλουργῶν σου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

By the intercessions of all Your Saints, who have done great things, O Christ our God, have mercy on us and save us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.

Εἶναι ἡ Αʹ ἑβδομάδα τοῦ Τριωδίου.

It is the first week of the Triodion.