2024

2024

Τῇ Παρασκευῇ | Τῌ ΚΓʹ ΦΕΒΡΟΥΑΡΙΟΥ

On Friday | February 23

   

   

__________

__________

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Παρασκευὴ ΛΓʹ Ἑβδομάδος

Friday of the 33rd Week

Καθολικῆς Βʹ Ἐπιστολῆς Πέτρου τὸ ἀνάγνωσμα.

The reading is from Peter’s Second Universal Letter.

Β Πε 1:1-10

2 Pet. 1:1-10

Σίμων Πέτρος, δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πίστιν ἐν δικαιοσύνῃ τοῦ Θεοῦ ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ Θεοῦ καὶ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς διὰ δόξης καὶ ἀρετῆς· διʼ ὧν τὰ τίμια ἡμῖν καὶ μέγιστα ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως ἀποφυγόντες τῆς ἐν κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς. Καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην. Ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπίγνωσιν· ᾧ γὰρ μὴ πάρεστι ταῦτα, τυφλός ἐστι, μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν. Διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε.

Simon Peter, a servant and apostle of Jesus Christ, To those who have obtained a faith of equal standing with ours in the righteousness of our God and Savior Jesus Christ: May grace and peace be multiplied to you in the knowledge of God and of Jesus our Lord. His divine power has granted to us all things that pertain to life and godliness, through the knowledge of him who called us to his own glory and excellence, by which he has granted to us his precious and very great promise, that through these you may escape from the corruption that is in the world because of passion, and become partakers of the divine nature. For this very reason make every effort to supplement your faith with virtue, and virtue with knowledge, and knowledge with self-control, and self-control with steadfastness, and steadfastness with godliness, and godliness with brotherly affection, and brotherly affection with love. For if these things are yours and abound, they keep you from being ineffective or unfruitful in the knowledge of our Lord Jesus Christ. For whoever lacks these things is blind and shortsighted and has forgotten that he was cleansed from his old sins. Therefore, brethren, be the more zealous to confirm your call and election, for if you do this you will never fall. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Παρασκευὴ τῆς ΙϚʹ Ἑβδομάδος τοῦ Λουκᾶ

Friday of the 16th Week of Luke

Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Mark.

Μκ ιγʹ 1 - 8

Mk. 13:1-8

Τῷ καιρῷ ἐκείνῳ, ἐκπορευομένου τοῦ Ἰησοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· Διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ· Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ. Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτων αὐτὸν κατʼ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας· Εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ πάντα ταῦτα συντελεῖσθαι; ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς ἤρξατο λέγειν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν. ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλʼ οὔπω τὸ τέλος. ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ ἔσονται λιμοὶ καὶ ταραχαί. ἀρχαὶ ὠδίνων ταῦτα.

At that time, as Jesus came out of the temple, one of his disciples said to him, “Look, Teacher, what wonderful stones and what wonderful buildings!” And Jesus said to him, “Do you see these great buildings? There will not be left here one stone upon another, that will not be thrown down.” And as he sat on the Mount of Olives opposite the temple, Peter and James and John and Andrew asked him privately, “Tell us, when will this be, and what will be the sign when these things are all to be accomplished?” And Jesus began to say to them, “Take heed that no one leads you astray. Many will come in my name, saying, ‘I am he!’ and they will lead many astray. And when you hear of wars and rumors of wars, do not be alarmed; this must take place, but the end is not yet. For nation will rise against nation, and kingdom against kingdom; there will be earthquakes in various places, there will be famines; this is but the beginning of the sufferings.” [RSV]

   

   

__________

__________

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Ἱερομάρτυρος.

For the Hieromartyr.

Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Ephesians.

Εφ 4:7-13

Eph. 4:7-13

Ἀδελφοί, ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει, Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις. Τὸ δέ, Ἀνέβη, τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβάς, αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ· μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

Brethren, grace was given to each of us according to the measure of Christ’s gift. Therefore it is said, “When he ascended on high he led a host of captives, and he gave gifts to men.” (in saying, “He ascended,” what does it mean but that he had also descended into the lower parts of the earth? He who descended is he who also ascended far above all the heavens, that he might fill all things.) And his gifts were that some should be apostles, some prophets, some evangelists, some pastors and teachers, to equip the saints for the work of ministry, for building up the body of Christ, until we all attain to the unity of the faith and of the knowledge of the Son of God, to mature manhood, to the measure of the stature of the fullness of Christ. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τοῦ Ἱερομάρτυρος.

For the Hieromartyr.

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to John.

Ιω 12:24-26, 35-36

Jn. 12:24-26, 35-36

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. ἐὰν ἐμοί διακονῇ τις, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ. εἶπεν οὖν τοῖς ὄχλοις ὁ Ἰησοῦς· Ἔτι μικρὸν χρόνον τὸ φῶς μεθʼ ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδεν ποῦ ὑπάγει. ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς ἵνα υἱοὶ φωτὸς γένησθε.

The Lord said to his disciples, “Unless a grain of wheat falls into the earth and dies, it remains alone; but if it dies, it bears much fruit. 25 He who loves his life loses it, and he who hates his life in this world will keep it for eternal life. 26 If any one serves me, he must follow me; and where I am, there shall my servant be also; if any one serves me, the Father will honor him.” Jesus said to them, “The light is with you for a little longer. Walk while you have the light, lest the darkness overtake you; he who walks in the darkness does not know where he goes. 36 While you have the light, believe in the light, that you may become sons of light.” [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΓʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πολυκάρπου, Ἐπισκόπου Σμύρνης.

On February 23, we commemorate the holy Hieromartyr Polycarp, Bishop of Smyrna.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν, Ἰωάννου, Μωϋσέως, Ἀντιόχου καὶ Ἀντωνίνου.

On this day we also commemorate our devout fathers John, Moses, Antiochus, and Antoninus.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Γοργονία, ἡ ἀδελφὴ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνῃ τελειοῦται.

On this day Saint Gorgonia, the sister of St. Gregory the Theologian, died in peace.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Κλήμης ξίφει τελειοῦται.

On this day the holy Martyr Clement died by the sword.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Θεὴ ξίφει τελειοῦται.

On this day the holy Martyr Thea died by the sword.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Ζεβινᾶ, Πολυχρονίου, Μωσέως καὶ Δαμιανοῦ.

On this day we also commemorate our devout fathers Zebinas, Polychronios, Moses, and Damian.

Ὁ Ὅσιος Δαμιανός, ὁ ἐν τοῖς ὁρίοις τῆς κατὰ τὸν Ἄθω ἱερᾶς Μονῆς τοῦ Ἐσφιγμένου ἀσκήσας, ἐν εἰρήνῃ τελειοῦται ἐν ἔτει ᾳσπʹ (1280).

Devout St. Damian, who lived as an ascetic near the holy Monastery of Esphigmenou on Mt. Athos, died in peace in the year 1280.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Νηστεία.

Strict: Refrain from meat, fish, oil, dairy, and eggs.

Εἶναι Τετάρτη ἢ Παρασκευή.

It is a Wednesday or Friday.