Βιβλία - Πηγαί

Books - Sources

Ὡρολόγιον - Μεσονυκτικόν

Horologion - Midnight Office

Τοῦ Σαββάτου

For Saturday

Μηναῖον - Τῌ Ιʹ ΦΕΒΡΟΥΑΡΙΟΥ

Menaion - February 10

Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Χαραλάμπους

Memory of the Holy Hieromartyr Haralambos

__________

__________

   

   

ΜΕΣΟΝΥΚΤΙΚΟΝ

MIDNIGHT OFFICE

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is our God always, now and forever and to the ages of ages.

( Ἀμήν. )

( Amen. )

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, O God, glory to You.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῷσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Heavenly King, Comforter, Spirit of Truth, present in all places and filling all things, treasury of good things and giver of life: come; take Your abode in us; cleanse us of every stain, and save our souls, O Good one. [HC]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and to the Son and to the Holy Spirit. Now and forever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and to the Son and to the Holy Spirit. Now and forever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. [GOA]

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and forever and to ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν. Κύριε, ἐλέησον. (ιβʹ)

Amen. Lord, have mercy. (12)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and to the Son and to the Holy Spirit. Now and forever and to the ages of ages. Amen.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before Christ God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Come, let us worship and bow down before Him, Christ our King and God.

Ψαλμὸς Nʹ (50).

Psalm 50 (51).

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS]

Εἰ οὐκ ἐτελέσθη ἡ Λιτὴ εἰς τὸν Ἑσπερινόν, τὰ ἑξῆς·

If the Lity was not sung at Vespers, sing the following:

Ἰδιόμελα. Τοῦ Ἁγίου.

Idiomela. For the Saint.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος αʹ.

Mode 1.

Εὐφραίνεσθε ἐν Κυρίῳ πόλεις τῆς Ἑλλάδος, καὶ σκιρτήσατε ἀγαλλόμεναι, τὴν κάραν τοῦ μεγαλομάρτυρος Χαραλάμπους, ἐν κόλποις κατέχουσαι, ὡς θησαυρὸν βαθυτάλαντον καὶ ἀνεξάλειπτον· μεθʼ ὧν καὶ ἡμεῖς ὁσημέραι, ἀπαρυόμενοι ἐξ αὐτῆς τὰ τῶν ἰάσεων ῥεῖθρα, τῆς πανώλους λοιμικῆς ἀπαλλαττόμεθα νόσου, εὐχαριστοῦντες Θεῷ, τῷ κηδεμόνι καὶ Σωτῆρι τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἡμῶν.

Be glad in the Lord, all you cities of Hellas, and leap in exultation; for you possess the head of the Great-martyr Haralambos. It is for you a weighty treasure that never fails. With you we also daily draw from it the waters of healing, and we are safe from the all-destroying plague; and we give thanks to God, the Protector and Savior of our souls and bodies. [SD]

Ἦχος αʹ.

Mode 1.

Τὸν θεῖον ἀγῶνα καλῶς ἀγωνισάμενος Μάρτυς Χαράλαμπες, τῆς οὐρανῶν βασιλείας οἰκήτωρ γέγονας, καὶ πρεσβεύεις ὑπὲρ τοῦ κόσμου παναοίδιμε, τὸ δὲ καρτερικώτατόν σου σῶμα, ἐν τῇ γῇ κατέλιπες, ἴαμα σωτήριον τοῖς αὐτῷ προσιοῦσι καὶ ἁπτομένοις μετὰ πόθου, τὴν δὲ πάντιμόν σου κάραν, ἡ Ἑλλὰς ἐκτήσατο πλοῦτον ἀδάπανον, καὶ θησαυρὸν πολύτιμον, διʼ ἧς τῶν ὄντως ἐφετῶν τυγχάνει, καὶ τῶν ἐναντίων ἐκλυτροῦται, ἐπισκιάσει τῆς ἐν σοὶ θείας χάριτος.

O Martyr Haralambos, you are praised by all, for you fought well the fight for God, and you have become a citizen of the Kingdom of heaven, and now you intercede for the world. You left your much afflicted body on earth, to be a saving cure for those who approach it and touch it with longing. The land of Greece has your all-venerable head as inexhaustible wealth and as a priceless treasure. Through your relic, she receives the utmost gifts, and by the overshadowing of the divine grace that is in you, she is delivered from adversities. [SD]

Ἦχος αʹ.

Mode 1.

Πίστει καὶ πόθῳ ἀναφλεχθείς, τῷ πρὸς τὸν Δεσπότην σου ζέοντι, καὶ τῷ μαρτυρίῳ τῷ ὑπὲρ Χριστοῦ, ὥσπερ κλίμακι χρησάμενος, ἀνῆλθες πρὸς οὐρανίους λειμῶνας· κἀκεῖθεν τῇ θεόθεν δοθείσῃ σοι χάριτι, ἐποπτεύεις τοὺς τελοῦντας τὴν σεβάσμιον μνήμην σου, καὶ τοὺς σοὺς γεραίροντας ἀγῶνας, καὶ τὴν σὴν πάντιμον κάραν κατασπαζομένους, Μάρτυς Χαράλαμπες.

O Martyr Haralambos, ardent faith and longing for your Master set you on fire, and you used martyrdom for Christ as a ladder to ascend to the celestial meadows. Now from heaven, by the grace that God has given you, you watch over us who celebrate your venerable memory, and who honor your feats of martyrdom, and who kiss your precious relics. [SD]

Ἦχος αʹ.

Mode 1.

Τὰ τοῦ πονηροῦ ἠκονημένα βέλη, ἀπήμβλυνας Ἅγιε, τῇ τῶν σῶν ἄθλων ἀντιτυπίᾳ καὶ κατῄσχυνας ὄφιν τὸν ἀρχέκακον, καὶ τὸ τούτου ὄργανον, Σεβῆρον τὸν ἀσεβέστατον. Ἀκλινεῖ γὰρ διανοίᾳ τῇ πέτρᾳ ἐρηρεισμένος τῆς πίστεως, ἀδιάσειστος ἔμεινας· διὸ αἱ ἀντιφάσεις τῆς ἀσεβείας, οὐ κατίσχυσαν περιτρέψαι τὴν στεῤῥάν σου εὐσέβειαν. Ἀνθʼ ὧν ἐν οὐρανοῖς συγχορεύεις Ἀγγέλοις, καὶ πρεσβεύεις ἀδιαλείπτως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων ἐν ᾄσμασι, τὴν πανσεβάσμιον κάραν σου.

O Saint, with the firm resistance of your contests, you blunted the evil one’s sharp arrows and you shamed the serpent, the author of wickedness, and his instrument, that most ungodly man Severus. You were established on the rock of faith and your resolve was immovable, thus you remained unshaken, and the ungodly arguments were unable to overturn your steadfast correct belief. And now you dance for joy with the Angels in the heavens, and you unceasingly intercede for us who with faith and longing honor your all-venerable head in sacred song. [SD]

Ἦχος αʹ.

Mode 1.

Μεγαλομάρτυς Ἀθλητὰ τοῦ Χριστοῦ, Χαράλαμπες γενναιότατε, σὺ ῥωμαλέῳ φρονήματι, τὸν ὄντως Θεὸν μεγαλοφώνως ἐν σταδίῳ ἐκήρυξας, τῶν παρόντων καταφρονήσας ὡς προσκαίρων. Καὶ νῦν ἐν οὐρανοῖς ἐπαγαλλόμενος, σὺν τοῖς χοροῖς τῶν Ἀγγέλων, ἀπαύστως τὸν Χριστόν, ὃν Υἱὸν Θεοῦ παῤῥησίᾳ ὡμολόγησας, ἱκέτευε εἰρηνεῦσαι τὸν κόσμον, καὶ τὴν πανώλεθρον λοιμικὴν νόσον ἐξ ἀνθρώπων ποιῆσαι, ἐκ κινδύνων λυτρούμενον, ἡμᾶς παντοίων ἀεί, τοὺς ἐν πίστει καὶ πόθῳ ἀσπαζομένους τὴν σεβάσμιον κάραν σου, καὶ τὴν ἁγίαν σου μνήμην ἑορτάζοντας.

O valiant athlete of Christ and Great-martyr Haralambos, you disdained all things present as fleeting, you loudly declared the true God in the stadium with mighty resolve. And now, as you rejoice with the Angels in heaven, unceasingly entreat Christ, whom you boldly confessed to be the Son of God, that He grant peace to the world, and that He rid mankind of all destructive diseases. And deliver us from all dangers, as we kiss your venerable relics with faith and longing, and as we celebrate your holy memory. [SD]

Ἦχος αʹ.

Mode 1.

Ῥωμαλεότητι φρενῶν ὠχυρωμένος θεσπέσιε, τὰς βασάνους τῶν ἀθέων εἰς οὐδὲν ἐλογίσω, ἀλλʼ ἀνδρείως ὥρμησας πρὸς τὰ σκάμματα, τῷ δὲ θείῳ Πνεύματι λαμπρυνθείς τὴν διάνοιαν, βασιλέα παρανομώτατον ἤλεγξας, καὶ τὴν ὀρθόδοξον πίστιν ἐκράτυνας. Καὶ νῦν ἐν οὐρανοῖς τὰ γέρα τῶν σῶν πόνων κομισάμενος, ἀπαύστως δοξολογεῖς τὴν Ἁγίαν Τριάδα, καὶ πρεσβεύεις ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων, τὴν σεβάσμιον κάραν σου.

O God-inspired Saint, you were guarded by fortitude of mind, and thus you dismissed the torments of the godless, and went manfully to martyrdom. Your mind was enlightened by the Holy Spirit, and you confounded the unlawful king, and you upheld the Orthodox Faith. And now in heaven, you have received the rewards of your labors, and you ever glorify the Holy Trinity, and you intercede for us who honor your precious relics with faith and love. [SD]

Δόξα.

Glory.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Δεῦτε φιλομάρτυρες πάντες, εὐωχηθῶμεν ἐν τῇ πανσέπτῳ πανηγύρει τοῦ Ἀθλοφόρου, καὶ πνευματικῶς πανηγυρίσωμεν· Σήμερον γὰρ συγκαλεῖται ἡμᾶς, ἡ πανσεβάσμιος πανήγυρις, Χαραλάμπους τοῦ Ἱερομάρτυρος, τράπεζαν ἡμῖν παρατιθεμένη, τὰς ἀριστείας τῶν παλαισμάτων αὐτοῦ, καὶ τὴν πανεύφημον αὐτοῦ Κεφαλήν, ἰάματα ὡς νάματα βλύζουσαν, πᾶσι τοῖς πιστῶς αὐτῇ προσιοῦσι, καὶ ἀρυομένοις ἐξ αὐτῆς ἴασιν, ψυχῶν τε καὶ σωμάτων, καὶ δεινῶν ἀπαλλαγήν, καὶ τὸ μέγα ἔλεος.

O all you fans of the Martyrs, come and let us be merry on this occasion of the sacred feast of the award-winning Martyr, and let us celebrate it spiritually. Today, we come together to observe the all-venerable feast of the Hieromartyr Haralambos; set before us is the spiritual table of his excellent feats of martyrdom, as well as his most famous skull. His relic pours out a river of cures for all who approach with faith. And they are healed in both soul and body, they are delivered from afflictions, and they receive the great mercy. [SD]

Καὶ νῦν.

Both now.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Σὲ δυσωποῦμεν, ὡς Θεοῦ Μητέρα. Εὐλογημένη, πρέσβευε σωθῆναι ἡμᾶς.

We importune you since you are God’s Mother. O blessed one, intercede for our salvation. [SD]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and to the Son and to the Holy Spirit. Now and forever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and to the Son and to the Holy Spirit. Now and forever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. [GOA]

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and forever and to ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

Ἀπολυτίκιον.

Apolytikion.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος δʹ. Ταχὺ προκατάλαβε.

Mode 4. Come quickly.

Ταχὺ προκατάλαβε.

Ὡς στῦλος ἀκλόνητος, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ λύχνος ἀείφωτος τῆς οἰκουμένης σοφέ, ἐδείχθης Χαράλαμπες, ἔλαμψας ἐν τῷ κόσμῳ, διὰ τοῦ μαρτυρίου, ἔλυσας τῶν εἰδώλων, τὴν σκοτόμαιναν μάκαρ· διὸ ἐν παῤῥησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἠμας.

A pillar unshakable are you in Christ’s holy Church, * and, as your own name denotes, an ever radiant lamp, * all-blessed Haralambos, * shining throughout the whole world * by your feats as a martyr, * driving away the darkness of the worship of idols. * With confidence, therefore, pray to Christ, * entreating Him to save our souls. [SD]

Κύριε, ἐλέησον. (μʹ)

Lord, have mercy. (40)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and to the Son and to the Holy Spirit. Now and forever and to the ages of ages. Amen.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos.

Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ.

In the name of the Lord, Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy.

( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )

( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

Let us pray for pious and Orthodox Christians.

( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )

( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος).

Again we pray for our Archbishop (name).

( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )

( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )

Ἔτι δεόμεθα ὑπὲρ τοῦ ἔθνους ἡμῶν, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν αὐτῷ.

Again let us pray for our country, the president, and all those in public service.

( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )

( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ τῶν δούλων τοῦ Θεοῦ […] τῶν ἐπιτελούντων τὴν πανήγυριν ταύτην.

Again we pray for mercy, life, peace, health, salvation, visitation, forgiveness and remission of the sins of all pious and Orthodox Christians living and visiting in this city, the parishioners, the members of the Parish Council and every Ministry of this Parish, and the donors and benefactors of this holy church, and the servants of God [names] who celebrate this holy feast.

( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )

( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν Ἁγίαν τοῦ Χριστοῦ Μεγάλην Ἐκκλησίαν, τὴν Ἱερὰν ἡμῶν Ἀρχιεπισκοπήν (καὶ τὴν Ἱερὰν ταύτην Μητρόπολιν), καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν, ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθʼ ἡμῶν κινουμένην, καὶ ρύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Again we pray for the protection of the Holy and Great Church of Christ, our Sacred Archdiocese (and this Sacred Metropolis), this city and every city and land, from wrath, famine, pestilence, earthquake, flood, fire, sword, foreign invasion, civil strife, and accidental death. That our good and benevolent God may be merciful, gracious and kindly-disposed, and may divert and disperse all anger and disease coming against us, and deliver us from His own just threat hanging over us, and have mercy on us.

( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )

( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Again we pray that the Lord our God may hear the prayer of us sinners, and have mercy on us.

( Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. )

( Lord, have mercy. Lord, have mercy. Lord, have mercy. )

ΙΕΡΕΥΣ

PRIEST

Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Hear us, O God our Savior, the hope of all those who live everywhere on earth and those far out at sea. Be gracious toward our sins, Master, and have mercy on us. For You are merciful and benevolent God, and to You we offer up glory, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages.

( Ἀμήν. )

( Amen. )

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and to the Son and to the Holy Spirit. Now and forever and to the ages of ages. Amen.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Εὐλόγησον.

Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, (τοῦ Ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.

Let us pray for the peace of the world.

( Κύριε, ἐλέησον. )

( Lord, have mercy. )

Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

For the pious and Orthodox Christians.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (τοῦ δεῖνος).

For our our Archbishop (name).

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους.

For our nation.

Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.

For the armed forces.

Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν.

For our absent fathers, brothers and sisters.

Ὑπερ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.

For those who help us and those who serve us.

Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.

For those who hate us and those who love us.

Ὑπερ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.

For those who have asked us, the unworthy, to pray for them.

Ὑπὲρ ἀναῤῥύσεως τῶν αἰχμαλώτων.

For the release of the captives.

Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.

For those sailing the seas.

Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.

For those laid up with illnesses.

Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.

Let us also pray for the abundance of the fruits of the earth.

Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων.

And for all our fathers and brethren departed this life, those who lie here in peace, and the Orthodox everywhere.

Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Let us say for ourselves, also: Lord, have mercy; Lord, have mercy; Lord, have mercy.

Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy on us and save us.

( Ἀμήν. )

( Amen. )