2024

2024

Τῇ Τρίτῃ | Τῌ Ϛʹ ΦΕΒΡΟΥΑΡΙΟΥ

On Tuesday | February 6

   

   

__________

__________

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τρίτη ΛΑʹ Ἑβδομάδος

Tuesday of the 31st Week

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Hebrews.

Εβρ 12:25-27, 13:22-25

Heb. 12:25-27, 13:22-25

Ἀδελφοί, βλέπετε μὴ παραιτήσησθε τὸν λαλοῦντα· εἰ γὰρ ἐκεῖνοι οὐκ ἔφυγον τὸν ἐπὶ τῆς γῆς παραιτησάμενοι χρηματίζοντα, πολλῷ μᾶλλον ἡμεῖς οἱ τὸν ἀπʼ οὐρανῶν ἀποστρεφόμενοι· οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε, νῦν δὲ ἐπήγγελται λέγων· ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. Τὸ δὲ ἔτι ἅπαξ δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν ὡς πεποιημένων, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως· καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν. Γινώσκετε τὸν ἀδελφὸν Τιμόθεον ἀπολελυμένον, μεθʼ οὗ, (ἐὰν τάχιον ἔρχηται), ὄψομαι ὑμᾶς. Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους. Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας. Ἡ χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.

Brethren, see that you do not refuse him who is speaking. For if they did not escape when they refused him who warned them on earth, much less shall we escape if we reject him who warns from heaven. His voice then shook the earth; but now he has promised, “Yet once more I will shake not only the earth but also the heaven.” This phrase, “Yet once more,” indicates the removal of what is shaken, as of what has been made, in order that what cannot be shaken may remain. Therefore I appeal to you, brethren, bear with my word of exhortation, for I have written to you briefly. You should understand that our brother Timothy has been released, with whom I shall see you if he comes soon. Greet all your leaders and all the saints. Those who come from Italy send you greetings. Grace be with all of you. Amen. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

(Παραληφθέν.)

(Previously skipped.)

Παρασκευὴ τῆς ΙΓʹ Ἑβδομάδος τοῦ Λουκᾶ

Friday of the 13th Week of Luke

Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Mark.

Μκ θʹ 33 - 41

Mk. 9:33-41

Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· Τί ἐν τῇ ὁδῷ πρὸς ἑαυτοὺς διελογίζεσθε; οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. καὶ καθίσας ἐφώνησε τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· Εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· Ὃς ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με. Ἀπεκρίθη αὐτῷ ὁ Ἰωάννης λέγων· Διδάσκαλε, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ὃς οὐκ ἀκολουθεῖ ἡμῖν, καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν. ὁ δὲ Ἰησοῦς εἶπε· Μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με· ὃς γὰρ οὐκ ἔστι καθʼ ἡμῶν, ὑπὲρ ἡμῶν ἐστιν. ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν τῷ ὀνόματί μου, ὅτι Χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.

At that time, Jesus and his disciples came to Capernaum, and when he was in the house he asked them, “What were you discussing on the way?” But they were silent; for on the way they had discussed with one another who was the greatest. And he sat down and called the twelve; and he said to them, “If any one would be first, he must be last of all and servant of all.” And he took a child, and put him in the midst of them; and taking him in his arms, he said to them, “Whoever receives one such child in my name receives me; and whoever receives me, receives not me but him who sent me.” John said to him, “Teacher, we saw a man casting out demons in your name, and we forbade him, because he was not following us.” But Jesus said, “Do not forbid him; for no one who does a mighty work in my name will be able soon after to speak evil of me. For he that is not against us is for us. For truly, I say to you, whoever gives you a cup of water to drink because you bear the name of Christ, will by no means lose his reward.” [RSV]

   

   

__________

__________

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

2024

2024

Τῌ Ϛʹ ΦΕΒΡΟΥΑΡΙΟΥ

February 6

Μνήμη τοῦ Μεγάλου Φωτίου

Memory of St. Photios the Great

Τὰ Ἀναγνώσματα τοῦ Χθεσινοῦ Ἑσπερινοῦ

The Readings from Vespers the Previous Evening

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Πρμ ιʹ 7

Pr 10:8a, 7a; 3:13-16, 18; 8:32, 34, 4, 12, 14, 17, 5-9; 22:24, 22; 15:4b

Μνήμη δικαίου μετʼ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖττον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· (οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν, εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν). Πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη. Νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν, ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἒννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

The remembrance of the righteous is with eulogies; the blessing of the Lord is upon the head of a righteous man. Blessed is a man who finds wisdom, and a mortal who sees discernment; for the profits gained from wisdom are better than the treasures of gold and silver. Wisdom is more valuable than precious stones, and nothing evil will withstand her. She is well known to all who come near her, and no honor is worthy of her. Righteousness proceeds from her mouth, and she carries law and mercy upon her tongue. Now therefore, my son, hear me: Blessed is the man who shall hearken to me and the man who shall guard my ways; for my issues are the issues of life, and grace is prepared from the Lord. You, O men, I exhort, and I utter my voice to the sons of men. I, wisdom, dwell with counsel, and I call upon knowledge and understanding. Counsel and safety are mine; discernment is mine, and strength is mine. I love those who love me, and those who seek me shall find me. Understand astuteness, O simple ones, and put it in your heart, O uninstructed ones. Obey me, for I speak sacred things, and from my lips I will bring forth things that are true. For my mouth shall speak the truth, but false lips are an abomination before me. All the words of my mouth are with righteousness; there is nothing in them crooked or twisted. All things are evident to those who understand and true to those who find knowledge. Therefore, I teach you a true word and good knowledge to be obeyed, that you might answer words of truth to those who question you, that your hope might be in the Lord, and the one who guards it will be filled with the Spirit. [SAAS]

Σολ Παρ. ιʹ 32, καὶ ἐκλογή.

WSol Proverbs 10:32a, 33a; 11:2b, 5a, 6a, 18a; 13:2a, 9a; 15:2a; 14:34a; 22:12. Wisdom of Solomon 6:12a, 13, 12b, 14a, 15b, 16a; 7:30b; 8:2c, 2a-b, 3b-4, 7b-d, 8, 17c, 18d, 21e; 9:1-3a, 4-5a, 10-11, 14

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διὰ παντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτήν, οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας διʼ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν· μύστις γάρ ἐστι τῆς του Θεοῦ ἐπιστήμης, καὶ αἱρετίς τῶν ἔργων αὐτοῦ, οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστι παρὰ σοί· καὶ ὁδηγήσει με ἐν γνώσει, καὶ φυλάξει μὲ ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

The mouth of a righteous man distills wisdom; the lips of righteous men distill grace, but the mouth of the humble meditates on wisdom. The righteousness of upright men delivers them. When a righteous man dies, his hope does not perish. A righteous son is begotten unto life; a good man eats from the fruits of righteousness. Light is with the righteous continually, and they will find grace and glory from the Lord. The tongue of the wise understands good things. There is wisdom in the good heart of a man. The Lord loves holy hearts, and all the blameless are acceptable to Him. Wisdom is radiant and unfading; she comes upon those who long to know her beforehand, and is easily perceived by those who love her. He who rises early in the morning to seek her will not grow weary, and he who keeps watch for her will soon be free from worry; because she goes about seeking those worthy of her, and she appears to them favorably in their paths. Evil cannot overcome wisdom. I became a lover of her beauty, I loved her and sought her from my youth, and desired to take her as a bride for myself. The Master of all loves her. For she is the initiate of the knowledge of God and one who chooses His works. The products of righteousness are the virtues. For wisdom teaches self-control, discernment, righteousness and courage, concerning which things there is nothing more valuable in the life of man. But also, if anyone longs for great experience, she knows the things of old and portrays the things to come; she understands subtlety of words and the solution of riddles; she has foreknowledge of signs and wonders and the outcomes of times and seasons. And to all she is a good counselor. In kinship with wisdom there is immortality, and in the fellowship of her words there is good repute. So I entreated the Lord and besought Him, and with all my heart, I said: “O God of our fathers and the Lord of mercy, who made all things by Your word and in Your wisdom built a man, that by You He might be the master of what is created, and manage the world in holiness and righteousness, give me the wisdom that sits by Your throne, and do not reject me from among Your servants; because I am Your servant and the son of Your maidservant. Send her forth from Your holy heavens, and send her from Your glorious throne, that she might be present with me and labor and that I might know what is well-pleasing to You. For she knows and understands all things, and she will guide me wisely in my actions and guard me with her glory. For the reasoning of mortals is cowardly, and our intents are unsafe. [SAAS]

Σολ δʹ 14

WSol Proverbs 29:2a; Wisdom of Solomon 4:1b-c, 14a; 6:11, 18a, 21b, 22b; 7:15c, 16a, 21b, 22a, 26, 27d, 29; 10:9, 10a, 10d, 12; 7:30b; 1:8c; 2:1a, 10-11a, 12a, 12b, 12d, 13-16c, 17, 19-22a, 16:13a; Wisdom of Sirach 2:11b; Wisdom of Solomon 16:8b; Wisdom of Sirach 2:11a; Proverbs 3:37

Ἐγκωμιαζομένου Δικαίου, εὐφρανθήσονται λαοί· ἀθανασία γάρ ἐστιν ἡ μνήμη αὐτοῦ, ὅτι καὶ παρὰ Θεῷ γινώσκεται καὶ παρὰ ἀνθρώποις. Καὶ ἀρεστὴ Κυρίῳ ἡ ψυχὴ αὐτοῦ. Ἐπιθυμήσατε τοιγαροῦν, ὦ ἄνδρες, σοφίαν, καὶ ποθήσατε, καὶ παιδευθήσεσθε. Ἀρχὴ γὰρ αὐτῆς ἀγάπη, καὶ τήρησις νόμων. Τιμήσατε σοφίαν, ἵνα εἰς τὸν αἰῶνα βασιλεύσητε. Ἀπαγγελῶ ὑμῖν, καὶ οὐ κρύψω ἀφʼ ὑμῶν μυστήρια Θεοῦ. Ὅτι αὐτὸς καὶ τῆς σοφίας ὁδηγός ἐστι, καὶ τῶν σοφῶν διορθωτής. Καὶ ἐν τῇ χειρὶ αὐτοῦ πᾶσα φρόνησις καὶ ἐργασιῶν ἐπιστήμη. Ἡ πάντων φρόνησις ἐδίδαξε σοφίαν. Ἔστι γὰρ ἐν αὐτῇ Πνεῦμα νοεῥόν, ἅγιον. Ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ εἰκὼν τῆς ἀγαθότητος τοῦ Θεοῦ. Αὕτη φίλους Θεοῦ καὶ Προφήτας κατασκευάζει. Εὐπρεπεστέρα δέ ἐστιν Ἡλίου καὶ ὑπὲρ πᾶσαν ἀστέρων θέσιν. Φωτὶ συγκρινομένη, εὑρίσκεται προτιμοτέρα. Αὕτη τοὺς θεραπεύσαντας αὐτὴν ἐκ πόνων ἐῤῥύσατο, καὶ ὡδήγησεν ἐν τρίβοις εὐθείαις. Ἔδωκεν αὐτοῖς γνῶσιν ἁγίαν. Καὶ διεφύλαξεν αὐτοὺς ἀπὸ ἐνεδρευόντων, καὶ ἀγῶνα ἰσχυρὸν ἐβράβευσεν αὐτοῖς, ἵνα γνῶσι πάντες, ὅτι δυνατωτέρα παντός ἐστιν ἡ εὐσέβεια. Καὶ οὐ μὴ κατισχύσῃ ποτὲ κακία σοφίας, οὐδʼ οὐ μὴ παρελεύσεται πονηροὺς ἐλέγχουσα ἡ δίκη. Εἶπον γὰρ ἐν αὐτοῖς λογισάμενοι οὐκ ὀρθῶς. Καταδυναστεύσωμεν τὸν δίκαιον, μὴ φεισώμεθα τῆς ὁσιότητος αὐτοῦ, μηδὲ ἐντραπῶμεν πολιὰς πρεσβύτου πολυχρονίους. Ἔστω δὲ ἡμῶν ἡ ἰσχὺς νόμος. Καὶ ἐνεδρεύσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ὑμῖν ἐστιν, καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν, καὶ ἐπιφημίζει ἡμῖν ἁμαρτήματα παιδείας ἡμῶν. Ἐπαγγέλλεται γνῶσιν ἔχειν Θεοῦ, καὶ παῖδα Κυρίου ἑαυτὸν ὀνομάζει. Ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν ἡμῶν. Βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος, ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ, καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ. Εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ, καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκαθαρσιῶν, καὶ μακαρίζει ἔσχατα δικαίων. Ἴδωμεν οὖν, εἰ οἱ λόγοι αὐτοῦ ἀληθεῖς, καὶ πειράσωμεν τὰ ἐν ἐκβάσει αὐτοῦ. Ὕβρει καὶ βασάνῳ ἐτάσωμεν αὐτόν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ, καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ. Θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτόν· ἔσται γὰρ αὐτοῦ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ. Ταῦτα ἐλογίσαντο καὶ ἐπλανήθησαν· ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν. Καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ· οὐδὲ ἔκριναν, ὅτι σὺ εἶ ὁ Θεὸς μόνος, ὁ ζωῆς ἔχων καὶ θανάτου τὴν ἐξουσίαν, καὶ σῴζων ἐν καιρῷ θλίψεως, καὶ ῥυόμενος παντὸς κακοῦ· ὁ οἰκτίρμων καὶ ἐλεήμων, καὶ διδοὺς τοῖς ὁσίοις σου χάριν, καὶ τῷ σῷ βραχίονι τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος.

When the righteous are praised, the people shall rejoice, for immortality is in its memory because it is known both by God and by man. For his soul was pleasing to the Lord. Therefore long for my words; yearn for them, and you will be instructed. Now this love is the keeping of her laws. Honor wisdom, that you may reign forever, and I will hide no mysteries from you; for He is also the guide of wisdom and the corrector of the wise. For both we and our words are in His hand. For wisdom, the artisan of all things, taught me. So in herself, wisdom is a spirit that is rational, holy, for she is the radiance of eternal light, a spotless mirror of the operative power of God and the image of His goodness, and makes holy souls friends of God and prophets. For wisdom is more beautiful than the sun and more than every constellation of stars. Compared with light she is found to be superior. Wisdom rescued from troubles those who served her. She guided a righteous man on straight paths and gave him knowledge of holy things. She protected him from his enemies, kept him safe from those who plotted against him, and arbitrated a strong contest for him, so he might know that godliness is more powerful than anything, but evil cannot overcome wisdom. Nor will justice, when it cross-examines, pass him by. For they said among themselves, as they reasoned incorrectly: Let us oppress the righteous poor man; let us not spare a widow, nor respect the aged gray hair of an old man. Let our might be our law of righteousness. Let us lie in ambush for the righteous man, because he is useless to us and opposes our deeds and accuses us of sins against our upbringing. He claims to have knowledge of God, and he calls himself a child of the Lord. He has become for us as a refutation of our purposes; even seeing him is a burden to us, because his life is unlike that of others; for his paths go in a different direction. We are considered by him as a hybrid, and he avoids our ways as something immoral. He considers the last things of the righteous as blessed. Let us see if his words are true, and let us put these last things to the test at the end of his life. Let us test him with insult and torture that we may know his gentleness and test his patient endurance. Let us condemn him to a shameful death, for there shall be a visitation because of his words. So they reasoned these things and were led astray, for their malice blinded them. But they did not know the mysteries of God, who has authority over life and death, who forgives sins and saves in time of affliction, the One who saves from every evil, because the Lord is compassionate and merciful. The Lord opposes the arrogant, but He gives grace to the humble. [SAAS]

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Ἁγίου.

For the Saint.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Hebrews.

Εβρ 7:26-28, 8:1-2

Heb. 7:26-28; 8:1-2

Ἀδελφοί, τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, ὃς οὐκ ἔχει καθʼ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν Ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος.

Brethren, it was fitting that we should have such a high priest, holy, blameless, unstained, separated from sinners, exalted above the heavens. He has no need, like those high priests, to offer sacrifices daily, first for his own sins and then for those of the people; he did this once for all when he offered up himself. Indeed, the law appoints men in their weakness as high priests, but the word of the oath, which came later than the law, appoints a Son who has been made perfect for ever. Now the point in what we are saying is this: we have such a high priest, one who is seated at the right hand of the throne of the Majesty in heaven, a minister in the sanctuary and the true tent which is set up not by man but by the Lord. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τοῦ Ἁγίου.

For the Saint.

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to John.

Ιω ιʹ 9-16

Jn. 10:9-16

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· διʼ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσιν καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ ἔστιν τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησιν τὰ πρόβατα καὶ φεύγει καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει ὅτι μισθωτός ἐστιν καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα δεῖ με ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσιν, καὶ γενήσονται μία ποίμνη, εἷς ποιμήν.

The Lord said, “I am the door; if any one enters by me, he will be saved, and will go in and out and find pasture. The thief comes only to steal and kill and destroy; I came that they may have life, and have it abundantly. I am the good shepherd. The good shepherd lays down his life for the sheep. He who is a hireling and not a shepherd, whose own the sheep are not, sees the wolf coming and leaves the sheep and flees; and the wolf snatches them and scatters them. He flees because he is a hireling and cares nothing for the sheep. I am the good shepherd; I know my own and my own know me, as the Father knows me and I know the Father; and I lay down my life for the sheep. And I have other sheep, that are not of this fold; I must bring them also, and they will heed my voice. So there shall be one flock, one shepherd.” [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Ϛʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βουκόλου, Ἐπισκόπου Σμύρνης.

On February 6, we commemorate our devout father Boukolos, Bishop of Smyrna.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ ἐν Ἐμέσῃ.

On this day we also commemorate the holy Martyr Julian of Emesa.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Φαύστης, Εὐϊλασίου, καὶ Μαξίμου.

On this day we also commemorate the holy Martyrs Fausta, Evilasios, and Maximus.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν καὶ Ἰσαποστόλου Φωτίου, Παρτιάρχου Κωνσταντινουπόλεως, τοῦ ὁμολογητοῦ.

On this day we also commemorate our father among the saints Photios, Patriarch of Constantinople, the Peer of the Apostles and Confessor.

Μνήμη τῶν Ὁσίων καὶ Θεοφόρων Πατέρων ἡμῶν Βαρσανουφίου τοῦ Μεγάλου Γέροντος καὶ Ἰωάννου τοῦ ἐπικαλουμένου Προφήτου.

We also commemorate our devout and God-bearing fathers Barsanouphios the Great Elder, and John who was known as the Prophet.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us and save us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.