2024

2024

Τῇ Τρίτῃ | Τῌ ΚΓʹ ΙΑΝΟΥΑΡΙΟΥ

On Tuesday | January 23

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τῶν Ἁγίων.

For the Saints.

Πρὸς Φιλιππισίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Philippians.

Φιλ 3:20-21; 4:1-3

Phil. 3:20-21; 4:1-3

Ἀδελφοί, ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα, κύριον Ἰησοῦν Χριστόν· ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαὐτῷ τὰ πάντα. Ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου, οὕτως στήκετε ἐν κυρίῳ, ἀγαπητοί. Εὐοδίαν παρακαλῶ, καὶ Συντύχην παρακαλῶ, τὸ αὐτὸ φρονεῖν ἐν κυρίῳ. Ναὶ, ἐρωτῷ καί σε, σύζυγε γνήσιε, συλλαμβάνου αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι, μετὰ καὶ Κλήμεντος, καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς.

Brethren, our commonwealth is in heaven, and from it we await a Savior, the Lord Jesus Christ, who will change our lowly body to be like his glorious body, by the power which enables him even to subject all things to himself. Therefore, my brethren, whom I love and long for, my joy and crown, stand firm thus in the Lord, my beloved. I entreat Euodia and I entreat Syntyche to agree in the Lord. And I ask you also, true yokefellow, help these women, for they have labored side by side with me in the gospel together with Clement and the rest of my fellow workers, whose names are in the book of life. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῶν Ἁγίων.

For the Saints.

Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Mark.

Μκ βʹ 23 - γʹ 5

Mk. 2:23-28; 3:1-5

Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὀ Ἰησοῦς τοῖς σάββασι διὰ τῶν σπορίμων, καὶ ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· Ἴδε τί ποιοῦσιν ἐν τοῖς σάββασιν ὃ οὐκ ἔξεστι. καὶ αὐτὸς ἔλεγεν αὐτοῖς· Οὐδέποτε ἀνέγνωτε τί ἐποίησε Δαυῒδ ὅτε χρείαν ἔσχε καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετʼ αὐτοῦ; πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ ἐπὶ Ἀβιάθαρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστι φαγεῖν εἰ μὴ τοῖς ἱερεῦσι, καὶ ἔδωκε καὶ τοῖς σὺν αὐτῷ οὖσι; καὶ ἔλεγεν αὐτοῖς· Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου. Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν· καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα· Ἔγειρε εἰς τὸ μέσον. καὶ λέγει αὐτοῖς· Ἔξεστιν τοῖς σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. καὶ περιβλεψάμενος αὐτοὺς μετʼ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν χεῖρά σου. καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.

At that time, Jesus was going through the grainfields; and as they made their way his disciples began to pluck heads of grain. And the Pharisees said to him, “Look, why are they doing what is not lawful on the sabbath?” And he said to them, “Have you never read what David did, when he was in need and was hungry, he and those who were with him: how he entered the house of God, when Abiathar was high priest, and ate the bread of the Presence, which it is not lawful for any but the priests to eat, and also gave it to those who were with him?” And he said to them, “The sabbath was made for man, not man for the sabbath; so the Son of man is lord even of the sabbath.” Again he entered the synagogue, and a man was there who had a withered hand. And they watched him, to see whether he would heal him on the sabbath, so that they might accuse him. And he said to the man who had the withered hand, “Come here.” And he said to them, “Is it lawful on the sabbath to do good or to do harm, to save life or to kill?” But they were silent. And he looked around at them with anger, grieved at their hardness of heart, and said to the man, “Stretch it out,” and his hand was restored. [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΓʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κλήμεντος, Ἐπισκόπου Ἀγκύρας· καὶ τοῦ Ἁγίου Μάρτυρος Ἀγαθαγγέλου.

On January 23 we commemorate the holy hieromartyr Clement, bishop of Ancyra, and the holy martyr Agathangelos.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐσεβίου.

On this day we also commemorate our devout father Efsevios.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαϋσιμᾶ τοῦ Σύρου.

On this day we also commemorate our devout father Maysimas the Syrian.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σαλαμάνου τοῦ ἡσυχαστοῦ.

On this day we also commemorate our devout father Salamanes the hesychast.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δύω Μάρτυρες οἱ ἐν τῷ Παρίῳ, λάκκῳ ἐμβληθέντες, τελειοῦνται.

On this day the holy Two Martyrs of Parium were thrown into a pit and died there.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercession of Your Saints, O Christ our God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.