2024

2024

Τῇ Κυριακῇ | Τῌ ΚΑʹ ΙΑΝΟΥΑΡΙΟΥ

On Sunday | January 21

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Κυριακὴ ΚΘʹ Ἑβδομάδος

29th Sunday

Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Colossians.

Κολ 3:4-11

Col. 3:4-11

Ἀδελφοί, ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ. Νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία, διʼ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας· ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν αὐτοῖς. Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν· μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατʼ εἰκόνα τοῦ κτίσαντος αὐτόν, ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.

Brethren, when Christ who is our life appears, then you also will appear with him in glory. Put to death therefore what is earthly in you: fornication, impurity, passion, evil desire, and covetousness, which is idolatry. On account of these the wrath of God is coming upon the sons of disobedience. In these you once walked, when you lived in them. But now put them all away; anger, wrath, malice, slander, and foul talk from your mouth. Do not lie to one another, seeing that you have put off the old nature with its practices and have put on the new nature, which is being renewed in knowledge after the image of its creator. Here there cannot be Greek and Jew, circumcised and uncircumcised, barbarian, Scythian, slave, free man, but Christ is all, and in all. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Κυριακὴ ΙΒʹ τοῦ Λουκᾶ

12th Sunday of Luke

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Λκ ιζʹ 12 - 19

Lk. 17:12-19

Τῷ καιρῷ ἐκείνῳ, εἰσερχομένου τοῦ Ἰησοῦ εἴς τινα κώμην ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόῤῥωθεν, καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσι. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψε μετὰ φωνῆς μεγάλης δοξάζων τὸν Θεόν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρείτης. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐχὶ οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ Θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέ σε.

At that time, as Jesus entered a village, He was met by ten lepers, who stood at a distance and lifted up their voices and said: “Jesus, Master, have mercy on us.” When He saw them He said to them, “Go and show yourselves to the priests.” And as they went they were cleansed. Then one of them, when he saw that he was healed, turned back, praising God with a loud voice; and he fell on his face at Jesus’s feet, giving Him thanks. Now he was a Samaritan. Then said Jesus: “Were not ten cleansed? Where are the nine? Was no one found to return and give praise to God except this foreigner?” And He said to him: “Rise and go your way; your faith has made you well.” [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Ὁσίου.

For the Devout Man.

Πρὸς Φιλιππισίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Philippians.

Φιλ 1:12-20

Phil. 1:12-20

Ἀδελφοί, γινώσκειν ὑμᾶς βούλομαι, ὅτι τὰ κατ᾿ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν, ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσι, καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν. Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι᾿ εὐδοκίαν τὸν Χριστὸν κηρύσσουσιν· οἱ μὲν ἐξ ἐριθείας τὸν Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλῖψιν ἐπιφέρειν τοῖς δεσμοῖς μου· οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι. Τί γάρ; πλὴν παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται. καὶ ἐν τούτῳ χαίρω. ἀλλὰ καὶ χαρήσομαι· οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ, κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου.

Brethren, I want you to know that what has happened to me has really served to advance the gospel, so that it has become known throughout the praetorian guard and to all the rest that my imprisonment is for Christ; and most of the brethren have been made confident in the Lord because of my imprisonment, and are much more bold to speak the word of God without fear. Some indeed preach Christ from envy and rivalry, but others from good will. The latter do it out of love, knowing that I am put here for the defense of the gospel; the former proclaim Christ out of partisanship, not sincerely but thinking to afflict me in my imprisonment. What then? Only that in every way, whether in pretense or in truth, Christ is proclaimed; and in that I rejoice. Yes, and I shall rejoice. For I know that through your prayers and the help of the Spirit of Jesus Christ this will turn out for my deliverance, as it is my eager expectation and hope. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τοῦ Ὁσίου.

For the Devout Man.

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Λκ 12:8-12

Lk. 12:8-12

Εἶπεν ὁ Κὐριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. καὶ πᾶς ὃς ἐρεῖ λόγον εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ῞Αγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται. ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε, ἢ τί εἴπητε· τὸ γὰρ ῞Αγιον Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.

The Lord said to His disciples, “Every one who acknowledges me before men, the Son of Man also will acknowledge before the angels of God; but he who denies me before men will be denied before the angels of God. And every one who speaks a word against the Son of Man will be forgiven; but he who blasphemes against the Holy Spirit will not be forgiven. And when they bring you before the synagogues and the rulers and the authorities, do not be anxious how or what you are to answer or what you are to say; for the Holy Spirit will teach you in that very hour what you ought to say.” [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΑʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαξίμου τοῦ Ὁμολογητοῦ.

On January 21 we commemorate our devout father Maximos the Confessor.

Τῇ αὑτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Νεοφύτου.

On this day we also commemorate the holy martyr Neophitos.

Τῇ αὑτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Ζωσίμου, Ἐπισκόπου Συρακούσης, Σικελῶν νήσου.

On this day we also commemorate our devout father Zosimas, Bishop of Syracuse in Sicily.

Τῇ αὑτῇ ἡμέρᾳ, ἄθλησις τῶν Ἁγίων Μαρτύρων Εὐγενίου, Οὐαλεριανοῦ, Κανδίδου, καὶ Ἀκύλα.

On this day was the contest of the holy martyrs Eugene, Valerian, Candidus, and Aquila.

Τῇ αὑτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ἁγίας Εἰρήνης, ἐν τῇ ἁγιωτάτῃ Ἐκκλησίᾳ, τῇ οὔσῃ πρὸς θάλασσαν· καὶ μνήμη τῆς Ἁγίας Μάρτυρος Ἁγνῆς.

On this day was the Synaxis in honor of St. Irene, in the most holy Church near the sea. We also commemorate the holy martyr Agnes.

Τῇ αὑτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Τέσσαρες Μάρτυρες, οἱ ἐν Τύρῳ, ξίφει τελειοῦνται.

On this day the holy Four Martyrs in Tyre died by the sword.

Ὁ Ὅσιος Νεόφυτος, ὁ προσμονάριος τῆς Μονῆς Βατοπεδίου, ὁ ἀκούσας τῆς φωνῆς τῆς Θεοτόκου, προελθούσης ἐκ τοῦ στόματος τῆς ἁγίας Αὐτῆς εἰκόνος, ἐν εἰρήνῃ τελειοῦται.

The devout Neophitos, the Prosmonarios of the monastery of Vatopedi, heard the voice of the Theotokos coming from the mouth of her holy icon, reposed in peace.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O Christ our God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.