2024

2024

Τῇ Τετάρτῃ | Τῌ Ιʹ ΙΑΝΟΥΑΡΙΟΥ

On Wednesday | January 10

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

2024

2024

Τῌ Ιʹ ΙΑΝΟΥΑΡΙΟΥ

January 10

Μνήμη τοῦ Ἁγίου Γρηγορίου Νύσσης

Memory of St. Gregory Bishop of Nyssa

Τὰ Ἀναγνώσματα τοῦ Χθεσινοῦ Ἑσπερινοῦ

The Readings from Vespers the Previous Evening

Τοῦ Μηναίου - - -

From Menaion - - -

Πρμ ιʹ 7

Pr 10:8a, 7a; 3:13-16, 18; 8:32, 34, 4, 12, 14, 17, 5-9; 22:24, 22; 15:4b

Μνήμη δικαίου μετʼ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς εἶδε φρόνησιν. Κρεῖττον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· (οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν, εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτήν). Πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη. Νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν, ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἒννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

The remembrance of the righteous is with eulogies; the blessing of the Lord is upon the head of a righteous man. Blessed is a man who finds wisdom, and a mortal who sees discernment; for the profits gained from wisdom are better than the treasures of gold and silver. Wisdom is more valuable than precious stones, and nothing evil will withstand her. She is well known to all who come near her, and no honor is worthy of her. Righteousness proceeds from her mouth, and she carries law and mercy upon her tongue. Now therefore, my son, hear me: Blessed is the man who shall hearken to me and the man who shall guard my ways; for my issues are the issues of life, and grace is prepared from the Lord. You, O men, I exhort, and I utter my voice to the sons of men. I, wisdom, dwell with counsel, and I call upon knowledge and understanding. Counsel and safety are mine; discernment is mine, and strength is mine. I love those who love me, and those who seek me shall find me. Understand astuteness, O simple ones, and put it in your heart, O uninstructed ones. Obey me, for I speak sacred things, and from my lips I will bring forth things that are true. For my mouth shall speak the truth, but false lips are an abomination before me. All the words of my mouth are with righteousness; there is nothing in them crooked or twisted. All things are evident to those who understand and true to those who find knowledge. Therefore, I teach you a true word and good knowledge to be obeyed, that you might answer words of truth to those who question you, that your hope might be in the Lord, and the one who guards it will be filled with the Spirit. [SAAS]

Σολ 4:7-15

WSol 4:7-15

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Though a righteous man may die before his time, he shall be at rest. For old age is not honored for its length of existence, nor measured by its number of years; but discernment is gray hair for mankind, and a spotless life is the maturity of old age. There was once a man pleasing to God and loved by Him, and while living among sinners he was taken up. He was caught up lest evil change his understanding or deceit deceive his soul. For envy arising from lack of judgment obscures what is good, and a whirling of desire undermines an innocent heart. He was made perfect, for in a short time he fulfilled long years, for his soul was pleasing to the Lord; therefore, He took him early from the midst of evil. Yet peoples saw this but did not understand, nor take such a thing to heart, that the Lord’s grace and mercy are with His elect and that He watches over His holy ones. [SAAS]

Σολ Παρ. ιʹ 32, καὶ ἐκλογή.

WSol Proverbs 10:32a, 33a; 11:2b, 5a, 6a, 18a; 13:2a, 9a; 15:2a; 14:34a; 22:12. Wisdom of Solomon 6:12a, 13, 12b, 14a, 15b, 16a; 7:30b; 8:2c, 2a-b, 3b-4, 7b-d, 8, 17c, 18d, 21e; 9:1-3a, 4-5a, 10-11, 14

Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν, δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν, καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διὰ παντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ. Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτήν, οὐ κοπιάσει, καὶ ὁ ἀγρυπνήσας διʼ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν· μύστις γάρ ἐστι τῆς του Θεοῦ ἐπιστήμης, καὶ αἱρετίς τῶν ἔργων αὐτοῦ, οἱ πόνοι αὐτῆς εἰσὶν ἀρεταί, σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει, δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων, καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μὴ με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστι παρὰ σοί· καὶ ὁδηγήσει με ἐν γνώσει, καὶ φυλάξει μὲ ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.

The mouth of a righteous man distills wisdom; the lips of righteous men distill grace, but the mouth of the humble meditates on wisdom. The righteousness of upright men delivers them. When a righteous man dies, his hope does not perish. A righteous son is begotten unto life; a good man eats from the fruits of righteousness. Light is with the righteous continually, and they will find grace and glory from the Lord. The tongue of the wise understands good things. There is wisdom in the good heart of a man. The Lord loves holy hearts, and all the blameless are acceptable to Him. Wisdom is radiant and unfading; she comes upon those who long to know her beforehand, and is easily perceived by those who love her. He who rises early in the morning to seek her will not grow weary, and he who keeps watch for her will soon be free from worry; because she goes about seeking those worthy of her, and she appears to them favorably in their paths. Evil cannot overcome wisdom. I became a lover of her beauty, I loved her and sought her from my youth, and desired to take her as a bride for myself. The Master of all loves her. For she is the initiate of the knowledge of God and one who chooses His works. The products of righteousness are the virtues. For wisdom teaches self-control, discernment, righteousness and courage, concerning which things there is nothing more valuable in the life of man. But also, if anyone longs for great experience, she knows the things of old and portrays the things to come; she understands subtlety of words and the solution of riddles; she has foreknowledge of signs and wonders and the outcomes of times and seasons. And to all she is a good counselor. In kinship with wisdom there is immortality, and in the fellowship of her words there is good repute. So I entreated the Lord and besought Him, and with all my heart, I said: “O God of our fathers and the Lord of mercy, who made all things by Your word and in Your wisdom built a man, that by You He might be the master of what is created, and manage the world in holiness and righteousness, give me the wisdom that sits by Your throne, and do not reject me from among Your servants; because I am Your servant and the son of Your maidservant. Send her forth from Your holy heavens, and send her from Your glorious throne, that she might be present with me and labor and that I might know what is well-pleasing to You. For she knows and understands all things, and she will guide me wisely in my actions and guard me with her glory. For the reasoning of mortals is cowardly, and our intents are unsafe. [SAAS]

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Ἁγίου.

For the Saint.

Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Ephesians.

Εφ 4:7-13

Eph. 4:7-13

Ἀδελφοί, ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει, Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις. Τὸ δέ, Ἀνέβη, τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβάς, αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ· μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

Brethren, grace was given to each of us according to the measure of Christ’s gift. Therefore it is said, “When he ascended on high he led a host of captives, and he gave gifts to men.” (in saying, “He ascended,” what does it mean but that he had also descended into the lower parts of the earth? He who descended is he who also ascended far above all the heavens, that he might fill all things.) And his gifts were that some should be apostles, some prophets, some evangelists, some pastors and teachers, to equip the saints for the work of ministry, for building up the body of Christ, until we all attain to the unity of the faith and of the knowledge of the Son of God, to mature manhood, to the measure of the stature of the fullness of Christ. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Μεθέορτον.

Post-festal.

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Λκ γʹ 19 - 22

Lk. 3:19-22

Τῷ καιρῷ ἐκείνῳ, ὁ Ἡρῴδης ὁ τετράρχης, ἐλεγχόμενος ὑπʼ αὐτοῦ περὶ Ἡρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησε πονηρῶν ὁ Ἡρῴδης, προσέθηκε καὶ τοῦτο ἐπὶ πᾶσι καὶ κατέκλεισε τὸν Ἰωάννην ἐν τῇ φυλακῇ. Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ Ἰησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν καὶ καταβῆναι τὸ Πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡσεὶ περιστερὰν ἐπʼ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι λέγουσαν· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.

At that time, Herod the tetrarch, who had been reproved by John for Herodias, his brother’s wife, and for all the evil things that Herod had done, added this to them all, that he shut up John in prison. Now when all the people were baptized, and when Jesus also had been baptized and was praying, the heaven was opened, and the Holy Spirit descended upon him in bodily form, as a dove, and a voice came from heaven. “You are my beloved Son; with you I am well pleased.” [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Ιʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἐπισκόπου Νύσσης.

On January 10 we commemorate our father among the saints Gregory Bishop of Nyssa.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δομετιανοῦ Ἐπισκόπου Μελιτινῆς.

On this day we also commemorate our devout father Dometian Bishop of Melitene.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μαρκιανοῦ, Πρεσβυτέρου καὶ Οἰκονόμου τῆς μεγάλης Ἐκκλησίας.

On this day we also commemorate our father among the Saints Marcian, Presbyter and Oikonomos of the Great Church.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀμμώνιος ἐν εἰρήνῃ τελειοῦται.

On this day St. Ammonios reposed in peace.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy on us and save us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Νηστεία.

Strict: Refrain from meat, fish, oil, dairy, and eggs.

Εἶναι Τετάρτη ἢ Παρασκευή.

It is a Wednesday or Friday.