2024

2024

Τῇ Πέμπτῃ | Τῌ Δʹ ΙΑΝΟΥΑΡΙΟΥ

On Thursday | January 4

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τῶν Ἀποστόλων.

For the Apostles.

Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s First Letter to the Corinthians.

Α Κορ 4:9-16

1 Cor. 4:9-16

Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς Ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα, ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλʼ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλʼ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

Brethren, God has exhibited us apostles as last of all, like men sentenced to death; because we have become a spectacle to the world, to angels and to men. We are fools for Christ’s sake, but you are wise in Christ. We are weak, but you are strong. You are held in honor, but we in disrepute. To the present hour we hunger and thirst, we are ill-clad and buffeted and homeless, and we labor, working with our own hands. When reviled, we bless; when persecuted, we endure; when slandered, we try to conciliate; we have become, and are now, as the refuse of the world, the off-scouring of all things. I do not write this to make you ashamed, but to admonish you as my beloved children. For though you have countless guides in Christ, you do not have many fathers. For I became your father in Christ Jesus through the gospel. I urge you, then, be imitators of me. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Προεόρτιον.

For the Forefeast.

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to John.

Ιω αʹ 18 - 28

Jn. 1:18-28

Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο. Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν· Σὺ τίς εἶ; καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι Ἐγὼ οὐκ εἰμὶ ὁ Χριστός. καὶ ἠρώτησαν αὐτόν· Τί οὖν; Ἠλίας εἶ σύ ; καὶ λέγει· Οὐκ εἰμί. Ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη, Οὔ. εἶπον οὖν αὐτῷ· Τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; ἔφη· Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης. Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων· καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπον αὐτῷ· Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὔτε Ἠλίας οὔτε ὁ προφήτης; ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε, αὐτὸς ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν, οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων.

No one has ever seen God; the only-begotten Son, who is in the bosom of the Father, he has made him known. And this is the testimony of John, when the Jews sent priests and Levites from Jerusalem to ask him, “Who are you?” He confessed, he did not deny, but confessed, “I am not the Christ.” And they asked him, “What then? Are you Elijah?” He said, “I am not.” “Are you the prophet?” And he answered, “No.” They said to him then, “Who are you? let us have an answer for those who sent us. What do you say about yourself?” He said, “I am the voice of one crying in the wilderness, ‘Make straight the way of the Lord,’ as the prophet Isaiah said.” Now they had been sent from the Pharisees. They asked him, “Then why are you baptizing, if you are neither the Christ, nor Elijah, nor the prophet?” John answered them, “I baptize with water; but among you stands one whom you do not know, even he who comes after me, who ranks before me, the thong of whose sandal I am not worthy to untie.” This took place in Bethany beyond the Jordan, where John was baptizing. [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Δʹ τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῶν Ἁγίων καὶ ἐνδόξων Ἑβδομήκοντα Ἀποστόλων.

On January 4, the Synaxis of the Holy and glorious 70 Apostles.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Θεόκτιστος, ὁ Ἡγούμενος τοῦ ἐν τῷ Κουκούμῳ τῆς Σικελίας, ἐν εἰρήνῃ τελειοῦται.

On this day the devout St. Theoktistos, the Abbot of Koukouma in Sicily, reposed in peace.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἓξ Μάρτυρες ἐν εἰρήνῃ τελειοῦνται.

On this day the Holy 6 Martyrs reposed in peace.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ζωσίμου Μοναχοῦ καὶ Ἀθανασίου Κομενταρησίου.

On this day the commemoration of the Holy Martyrs Zosimas the Monk and Athanasios the Notary.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Ἀπολλιναρίας τῆς Συγκλητικῆς.

On this day the commemoration of the devout Apollinaria the Senator.

Μνήμη τῶν Ἁγίων Μαρτύρων Χρυσάνθου καὶ Εὐφημίας, τῆς πλησίον τοῦ Ἁγίου Μάρτυρος Ἀκακίου.

The commemoration of the Holy Martyrs Chrysanthos and Ephimia, who was close to the Holy Martyr Akakios.

Μνήμη τοῦ Ἁγίου νέου Ὁσιομάρτυρος Ὀνουφρίου, τοῦ ἐν Χίῳ μαρτυρήσαντος ἐν ἔτει ͵αωιηʹ (1818).

The holy New-Martyr Onuphrios, who witnessed on Chios in the year 1818.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

By the intercessions of Your Saints, O God, have mercy and save us. Amen

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.

Εἶναι τὸ Δωδεκαήμερον.

It is the ru.Twelve Days of Christmas