2024

2024

Τῇ Τρίτῃ | Τῌ Βʹ ΙΑΝΟΥΑΡΙΟΥ

On Tuesday | January 2

   

   

----------

----------

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Ἁγίου.

For the Saint.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Hebrews.

Εβρ 5:4-10

Heb. 5:4-10

Ἀδελφοί, οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθάπερ καὶ Ἀαρών. οὔτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρ χιερέα, ἀλλʼ ὁ λαλήσας πρὸς αὐτόν· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· καθὼς καὶ ἐν ἑτέρῳ λέγει· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὦν υἱός, ἔμαθεν ἀφʼ ὧν ἔπαθε τὴν ὑπακοήν· καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας αἰωνίου, προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ.

Brethren, one does not take the honor upon himself, but he is called by God, just as Aaron was. So also Christ did not exalt himself to be made a high priest, but was appointed by him who said to him, “Thou art my Son, today I have begotten thee”; as he says also in another place, “Thou art a priest for ever, after the order of Melchizedek.” In the days of his flesh, Jesus offered up prayers and supplications, with loud cries and tears, to him who was able to save him from death, and he was heard for his godly fear. Although he was a Son, he learned obedience through what he suffered; and being made perfect he became the source of eternal salvation to all who obey him, being designated by God a high priest after the order of Melchizedek. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Προεόρτιον.

For the Forefeast.

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to John.

Ιω γʹ 1 - 15

Jn. 3:1-15

Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις ἦν ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων· οὗτος ἦλθε πρὸς τὸν Ἰησοῦν νυκτὸς καὶ εἶπεν αὐτῷ· Ραββί, οἴδαμεν ὅτι ἀπὸ Θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ταῦτα τὰ σημεῖα δύναται ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ Θεὸς μετʼ αὐτοῦ. ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. λέγει πρὸς αὐτὸν ὁ Νικόδημος· Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; ἀπεκρίθη Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος πνεῦμά ἐστι. μὴ θαυμάσῃς ὅτι εἶπόν σοι, δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. τὸ πνεῦμα ὅπου θέλει πνεῖ, καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλʼ οὐκ οἶδας πόθεν ἔρχεται καὶ ποῦ ὑπάγει· οὕτως ἐστὶ πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος. ἀπεκρίθη Νικόδημος καὶ εἶπεν αὐτῷ· Πῶς δύναται ταῦτα γενέσθαι; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· Σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ καὶ ταῦτα οὐ γινώσκεις; ἀμὴν ἀμὴν λέγω σοι ὅτι ὃ οἴδαμεν λαλοῦμεν καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν, καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε. εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου ὁ ὤν ἐν τῷ οὐρανῷ. καὶ καθὼς Μωϋσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται ἀλλʼ ἔχῃ ζωὴν αἰώνιον.

At that time, there was a man of the Pharisees, named Nikodemos, a ruler of the Jews. This man came to Jesus by night and said to him, “Rabbi, we know that you are a teacher come from God; for no one can do these signs that you do, unless God is with him.” Jesus answered him, “Truly, truly, I say to you, unless one is born from above, he cannot see the kingdom of God.” Nikodemos said to him, “How can a man be born when he is old? Can he enter a second time into his mother’s womb and be born?” Jesus answered, “Truly, truly, I say to you, unless one is born of water and the Spirit, he cannot enter the kingdom of God. That which is born of the flesh is flesh, and that which is born of the Spirit is spirit. Do not marvel that I said to you, ‘You must be born from above.’ The Spirit blows where it wills, and you hear the sound of it, and you do not know whence it comes or whither it goes; so it is with everyone who is born of the Spirit.” Nikodemos said to him, “How can this be?” Jesus answered him, “Are you a teacher of Israel, and yet you do not understand this? Truly, truly, I say to you, we speak of what we know, and bear witness to what we have seen; but you do not receive our testimony. If I have told you earthly things and you do not believe, how can you believe if I tell you heavenly things? No one has ascended into heaven but he who descended from heaven, the Son of man who is in heaven. And as Moses lifted up the serpent in the wilderness, so must the Son of man be lifted up, that whoever believes in him may have eternal life.” [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Βʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σιλβέστρου Πάπα Ρώμης.

On January 2, we commemorate our father among the saints Silvester, Pope of Rome.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεαγένους.

On this day we commemorate the holy hieromartyr Theagenes.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Θεόπεμπτος καὶ Θεοδότη, ἡ μήτηρ τῶν Ἁγίων Ἀναργύρων, ἐν εἰρήνῃ τελειοῦνται.

On this day Saints Theopemptos and Theodota, the mother of the holy Unmercenaries, reposed in peace.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Μάρκος ὁ κωφός, ἐν εἰρήνῃ τελειοῦται.

On this day devout St. Mark the Deaf reposed in peace.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλείου τοῦ ἐξ Ἀγκύρας.

On this day we also commemorate holy martyr Basil of Ancyra.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Τέργιος ξίφει τελειοῦται.

On this day Saint Sergios died by the sword.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Θεόπιστος, λιθοβοληθείς, τελειοῦται.

On this day Saint Theopistos died by stoning.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κοσμᾶ, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θαυματουργοῦ, τοῦ ἐν τῇ σεβασμίᾳ Μονῇ τῆς Χώρας.

On this day we also commemorate our devout Father Cosmas, Archbishop of Constantinople, the Wonderworker, of the august Monastery of Chora.

Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου, ἢ Ζώρζη τοῦ Γκιουρτζῆ, ἐν Μυτιλήνῃ διʼ ἀγχόνης τελειωθέντος ἐν ἔτει ͵αψοʹ (1770).

We also commemorate the holy Neomartyr George Giourtze, who died by hanging in Mytilene in the year 1770.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς.

By the intercessions of Your Saints, O God, have mercy on us.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.

Εἶναι τὸ Δωδεκαήμερον.

It is the ru.Twelve Days of Christmas