Βιβλία - Πηγαί |
Books - Sources |
Ὀκτώηχος - Ἦχος πλ. βʹ. |
Octoechos - Mode pl. 2. |
Τῇ Δευτέρᾳ Πρωΐ |
On Monday Morning |
Μηναῖον - Τῌ ΚΔʹ ΙΟΥΛΙΟΥ |
Menaion - July 24 |
Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης |
Memory of the Holy Great Martyr Christina |
__________ |
__________ |
|
|
ΟΡΘΡΟΣ |
MATINS |
ΧΟΡΟΣ |
CHOIR |
Ἦχος δʹ. |
Mode 4. |
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. |
God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord. [SAAS] |
Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. |
Verse 1: Give thanks to the Lord and call upon His holy name. |
Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. |
Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them. |
Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. |
Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes. |
Ἀπολυτίκιον. Τῆς Ἁγίας. |
Apolytikion. For the Holy Woman. |
Ἦχος δʹ. |
Mode 4. |
Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλη τῇ φωνῇ. Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνήσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί· ἀλλʼ ὡς θυσίαν ἄμωμον προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν. |
Your maiden Martyr, like a lamb, cries out, "O Jesus, for You, * my pure Bridegroom, I long; and seeking You I compete; * and I am crucified and buried with You in Your baptism. * I suffer for Your sake, that I may reign with You. * I die for You that I may also live in You. * Accept me as an unblemished sacrifice * as I offer myself to You with love." * At her entreaties and intercessions, * save our souls, O Merciful Lord. [SD] |
Δόξα. Τὸ αὐτό. |
Glory. Repeat. |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Ἦχος δʹ. |
Mode 4. |
Τῇ ἀνατραφείσῃ ἐν τῷ Ναῷ, εἰς τὰ Ἅγια τῶν Ἁγίων, τῇ περιβεβλημένῃ τὴν πίστιν καὶ τὴν σοφίαν, καὶ τὴν ἄμεμπτον παρθενίαν, ὁ Ἀρχιστράτηγος Γαβριήλ, προσέφερεν οὐρανόθεν, τὸν ἀσπασμὸν καὶ τὸ χαῖρε. Χαῖρε εὐλογημένη, χαῖρε δεδοξασμένη, ὁ Κύριος μετὰ σοῦ. |
To you who were raised in the Temple, in the Holy of Holies, and who were clothed in faith and wisdom and measureless virginity, the Supreme Commander Gabriel from heaven brought the salutation, "Rejoice"; "Rejoice, O blessed Maiden! Rejoice, O glorified one! The Lord is with you." [SD] |
Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 4. Μεθʼ ὃ ἡ μικρὰ Συναπτή. |
The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 4. Then the short litany. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again, in peace, let us pray to the Lord. |
( Κύριε, ἐλέησον. ) |
( Lord, have mercy. ) |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
( Κύριε, ἐλέησον. ) |
( Lord, have mercy. ) |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
( Σοί, Κύριε. ) |
( To You, O Lord. ) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Yours is the dominion, and Yours is the kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages. |
( Ἀμήν. ) |
( Amen. ) |
ΧΟΡΟΣ |
CHOIR |
Κάθισμα Αʹ. |
Kathisma I. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Κατανυκτικά. |
For compunction. |
Ἦχος πλ. βʹ. |
Mode pl. 2. |
Ἐννοῶ τὴν ἡμέραν τὴν φοβεράν, καὶ θρηνῶ μου τὰς πράξεις τὰς ῥυπαράς, πῶς ἀπολογήσομαι, τῷ ἀθανάτῳ Βασιλεῖ, ποίᾳ δὲ παῤῥησίᾳ ἀτενίσω τῷ Κριτῇ, ὁ ἄσωτος ἐγώ. Εὔσπλαγχνε Πάτερ, Υἱὲ μονογενές, τὸ Πνεῦμα τὸ ἅγιον, ἐλέησόν με. |
I think upon the fearful day and lament my evil acts. ⁄ What answer shall I give to the immortal King? ⁄ And what boldness could I have as prodigal to gaze upon the Judge? ⁄⁄ Compassionate Father, only-begotten Son and Holy Spirit, have mercy on me! [OCA] |
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. |
Verse: O Lord, do not rebuke me in Your wrath, nor chasten me in Your anger. |
Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν διέθου, ὅταν καθίσῃς Ἐλεῆμον, κρίσιν δικαίαν ποιῆσαι, μὴ δημοσιεύσῃς μου τὰ κεκρυμμένα, μηδὲ καταισχύνῃς με ἐνώπιον τῶν Ἀγγέλων, ἀλλὰ φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με. |
In the valley of lamentation, the place you have appointed, ⁄ when you shall sit, merciful Lord, to execute just judgement, ⁄ do not publish my secret sins, or put me to shame before the angels, ⁄⁄ but spare me, O God, and have mercy on me. [OCA] |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
Ἦχος πλ. βʹ. Ἐλπὶς τοῦ κόσμου ἀγαθή. |
Mode pl. 2. You are the good hope. |
|
Ἐλπὶς τοῦ κόσμου ἀγαθή. |
Ἐλπὶς καὶ σκέπη καὶ λιμήν, τῶν εἰς σὲ προστρεχόντων, Θεοκυῆτορ ἀγαθή, προστασία τοῦ κόσμου, ἱκέτευε σὺν Ἀσωμάτοις ἐκτενῶς, ὃν ἔτεκες φιλανθρωπότατον Θεόν, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη. |
We run to you, who are our hope * and protection and haven, * and the defender of the world, * good Lady Theotokos. * Together with bodiless hosts earnestly pray * to the Son you bore, who is our God most humane, * to save our souls from every threat of danger and from harm, * only all-blessed Virgin. [SD] |
Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 5. Καὶ εὐθύς, ἄνευ μικρᾶς Συναπτῆς· |
The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 5. There is no litany, but immediately the following: |
ΧΟΡΟΣ |
CHOIR |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Κάθισμα Βʹ. |
Kathisma II. |
Κατανυκτικά. |
For compunction. |
Ἦχος πλ. βʹ. |
Mode pl. 2. |
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν· Ἐλέησον ἡμᾶς. |
Have mercy on us, Lord have mercy on us. For with nothing to say in our own defense, we sinners offer this supplication to you our Master. Have mercy on us. [SD] |
Στίχ. Ἐπίβλεψον ἐπʼ ἐμὲ καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. |
Verse: Look upon me and have mercy on me. |
Κύριε ἐλέησον ἡμᾶς· ἐπὶ σοὶ γὰρ πεποίθαμεν, μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν, ἀλλʼ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαγχνος, καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα. |
Lord have mercy on us, for in You we trust. Be not enraged with us greatly, nor remember our iniquities. But look upon us now, being compassionate, and deliver us from our enemies. For You are our God, and we Your people, all of us the work of Your hands, and now we have invoked Your name. [SD] |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
Ἀρχὴ σωτηρίας ἡ τοῦ Γαβριὴλ προσηγορία, πρὸς τὴν Παρθένον γέγονεν· ἤκουσε γὰρ τὸ Χαῖρε, καὶ οὐκ ἀπέφυγε τὸν ἀσπασμόν, οὐκ ἐδίστασεν ὡς ἡ Σάῤῥα ἐν τῇ σκηνῇ, ἀλλʼ οὕτως ἔλεγεν· Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. |
Gabriel's salutation of the Virgin was the beginning of our salvation. For she heard him say, Rejoice, and did not reject the greeting. * She did not hesitate, like Sarah in the tent, but rather this is what she said, * "Behold the servant of the Lord; let it be to me according to your word." [SD] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS] |
Κοντάκιον. |
Kontakion. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
Mode 4. N/M (You who were lifted.) |
|
|
Φωτοειδὴς περιστερὰ ἐγνωρίσθης, ἔχουσα πτέρυγας χρυσᾶς, καὶ πρὸς ὕψος, τῶν οὐρανῶν κατέπαυσας Χριστῖνα σεμνή· ὅθεν σου τὴν ἔνδοξον, ἑορτὴν ἐκτελοῦμεν, πίστει προσκυνοῦντές σου, τῶν λειψάνων τὴν θήκην, ἐξ ἧς πηγάζει πᾶσιν ἀληθῶς, ἴαμα θεῖον, ψυχῆς τε καὶ σώματος. |
Venerable Christina, ⁄ you appeared like a shining dove ⁄ with a pair of golden wings ⁄ alighting in the highest heavens! ⁄ Therefore we celebrate your glorious feast ⁄ and bow before the place that holds your relics. ⁄⁄ Pray that we may receive grace and healing for body and soul! [OCA] |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΚΔʹ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης. |
On July 24, we commemorate the holy Great Martyr Christina. |
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Καπίτων καὶ Ὑμέναιος ξίφει τελειοῦνται. Καὶ ὀ Ἅγιος Μάρτυς Ἑρμογένης, τοὺς ὀδόντας ἐκριζωθείς, τελειοῦται. |
On this day the holy Martyrs Capito and Hymenaeus died by the sword; and the holy Martyr Hermogenes died after his teeth were pulled out. |
Ὁ Ἅγιος Νεομάρτυς Θεόφιλος ὁ Ζακύνθιος, ὁ ἐν Χίῳ μαρτυρήσας ἐν ἔτει 1635, πυρὶ τελειοῦται. |
The holy Neomartyr Theophilus of Zakynthos, who witnessed on Chios in the year 1635, died by fire. |
Ὁ Ἅγιος Νεομάρτυς Ἀθανάσιος ὁ ἀπὸ Κίου, ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν ἔτει 1670, ξίφει τελειοῦται. |
The holy Neomartyr Athanasius of Kios, who witnessed in Constantinople in the year 1670, died by the sword. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us. Amen. |
ΧΟΡΟΣ |
CHOIR |
ᾨδὴ ηʹ. Ὁ Εἱρμός. Ἦχος πλ. δʹ. |
Ode viii. Heirmos. Mode pl. 4. |
|
Ἑπταπλασίως κάμινον. |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτὴν ἀνεβόα, οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
The tyrant king of Babylon * had the furnace made seven times * hotter for the godly men, for he was furious. * But after he witnessed how * a higher power rescued them, * he cried out and said, "You Servants, bless the Creator; * sing hymns to the Redeemer, O you priests; and you people * exalt Him beyond measure, unto all the ages." [SD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν. |
Stand for the singing of Ode ix. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν. |
Let us honor and magnify in song the Theotokos and the Mother of the light. |
ΧΟΡΟΣ |
CHOIR |
ᾨδὴ θʹ. |
Ode ix. |
Μεγαλυνάριον. Ἦχος πλ. δʹ. |
The Magnificat. Mode pl. 4. |
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [SD] |
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [SD] |
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. |
Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [SD] |
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. |
Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [SD] |
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. |
Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [SD] |
Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. |
Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [SD] |
Ὁ Εἱρμός. Ἦχος πλ. δʹ. |
Heirmos. Mode pl. 4. |
|
Κυρίως Θεοτόκον. |
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε Ἁγνή, σὺν Ἀσωμάτοις χορείαις, σὲ μεγαλύνοντες. |
You are the Theotokos * lit'rally, O Virgin; * and we confess it, for we have been saved through you * whom we, O pure one, with choirs of angels magnify. [SD] |
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again, in peace, let us pray to the Lord. |
( Κύριε, ἐλέησον. ) |
( Lord, have mercy. ) |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
( Κύριε, ἐλέησον. ) |
( Lord, have mercy. ) |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
( Σοί, Κύριε. ) |
( To You, O Lord. ) |
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰωνων. |
For all the powers of heaven praise You, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
( Ἀμήν. ) |
( Amen. ) |
ΧΟΡΟΣ |
CHOIR |
Ἐξαποστειλάριον. |
Exaposteilarion. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος γʹ. Ἐν Πνεύματι τῷ Ἱερῷ. |
Mode 3. The Elder in the Temple. |
|
Ἐν Πνεύματι τῷ Ἱερῷ. |
Ὡς εὔχρηστον καὶ τίμιον, τοῦ Δεσπότου σε σκεῦος, Χριστῖνα χρηματίσασαν, κατὰ χρέος τιμῶμεν· ὑπῆρξας γὰρ ὡς ἀληθῶς, τῶν Μαρτύρων καύχημα, καὶ τῶν Παρθένων ἡ δόξα, ἰατήρ τε δαψιλής, ἀνεδείχθης πρὸς Θεοῦ, τοῖς βρέφεσι τοῖς νηπίοις. |
We dutifully honor you, * holy Martyr Christina, * for you became the Master's * useful and precious vessel. * And also for the martyrs all * truly you were pride and joy, * the glory of virgin maidens; * you were also shown to be * a great healer sent from God * for innocent babes and infants. [SD] |
Θεοτοκίον. |
Theotokion. |
Ἦχος γʹ. Ἐν Πνεύματι τῷ Ἱερῷ. |
Mode 3. The Elder in the Temple. |
Γεραίρουσι τὸν τόκον σου, Ἀσωμάτων αἱ τάξεις· χαρᾶς γὰρ τὰ ἐπίγεια, σὺ πεπλήρωκας μόνη· διὸ σε τὴν πανάμωμον, οἱ πιστοὶ δοξάζομεν, ἐν ὕμνοις δοξολογοῦντες· φῶς γὰρ σὺ τοῖς ἐν σκότει, ἐξανατέλλον ὡς ὄρθρος, ἀνέτειλας τῆς ἡμέρας. |
The orders of the Bodiless * gaily honor your childbirth. * For among women only you * filled the earth with rejoicing. * We faithful therefore glorify * you the pure and blameless maid; * with hymns we sing your glory; * for to those in the darkness * you shone forth the light of day, * yourself shining like the morning. [SD] |
Οἱ Αἶνοι. Ἦχος δʹ. |
Lauds. Mode 4. |
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Let everything that breathes praise the Lord. Praise the Lord from the heavens, praise Him in the highest. It is fitting to sing a hymn to You, O God. [SAAS] |
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Praise Him, all you His angels; praise Him, all you His hosts. It is fitting to sing a hymn to You, O God. [SAAS] |
Δείξε Στιχολογίαν |
Show Stichologia |
Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. |
Praise Him, sun and moon; praise Him, all you stars and light. |
Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. |
Praise Him, you heavens of heavens, and you waters above the heavens. Let them praise the Lord's name. |
Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. |
For He spoke, and they were made; He commanded, and they were created. |
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. |
He established them forever and unto ages of ages; He set forth His ordinance, and it shall not pass away. |
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. |
Praise the Lord from the earth, you dragons and all the deeps. |
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. |
Fire and hail, snow and ice, stormy wind, which perform His word. |
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. |
Mountains and all the hills, fruitful trees and all cedars. |
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. |
Wild animals and all cattle, creeping things and flying birds. |
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς. |
Kings of the earth and all peoples, princes and all judges of the earth. |
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. |
Young men and maidens, elders with younger, let them praise the Lord's name, for His name alone is exalted. |
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. |
His thanksgiving is in earth and heaven. And He shall exalt the horn of His people. |
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. |
A hymn for all His saints, for the children of Israel, a people who draw near to Him. |
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. |
Sing to the Lord a new song, His praise in the assembly of His holy ones. |
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. |
Let Israel be glad in Him who made him, and let the children of Zion greatly rejoice in their King. |
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. |
Let them praise His name with dance; with tambourine and harp let them sing to Him. |
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. |
For the Lord is pleased with His people, and He shall exalt the gentle with salvation. |
Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. |
The holy ones shall boast in glory, and they shall greatly rejoice on their beds. |
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. |
The high praise of God shall be in their mouth and a two-edged sword in their hand. |
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. |
To deal retribution to the nations, reproving among the peoples. |
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. |
To shackle their kings with chains and their nobles with fetters of iron. |
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. |
To fulfill among them the written judgment: this glory have all His holy ones. |
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. |
Praise God in His saints; praise Him in the firmament of His power. |
Κρύψε Στιχολογίαν |
Hide Stichologia |
|
|
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἰδιόμελον. Ἦχος δʹ. |
Idiomelon. Mode 4. |
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. |
Praise Him for His mighty acts; praise Him according to the abundance of His greatness. [SAAS] |
Δοξάζομέν σου Χριστέ, τὴν πολλὴν εὐσπλαγχνίαν καὶ τὴν ἀγαθότητα, τὴν εἰς ἡμᾶς γενομένην, ὅτι καὶ γυναῖκες κατήργησαν τὴν πλάνην τῆς εἰδωλομανίας, δυνάμει τοῦ Σταυροῦ σου φιλάνθρωπε. Τύραννον οὐκ ἐπτοήθησαν, τὸν δόλιον κατεπάτησαν, ἴσχυσαν δὲ ὀπίσω σου ἐλθεῖν, εἰς ὀσμὴν μύρου σου ἔδραμον, πρεσβεύουσαι ὑπέρ τῶν ψυχῶν ἡμῶν. |
O Christ, we glorify Your great compassion and goodness, which You have bestowed on us; for even women destroyed the error and madness of idolatry by the power of Your Cross, O Lover of humanity. They were not frightened by a tyrant; they trampled on the crafty one. They had the strength to follow You; they ran after You for the smell of Your ointments, and they intercede for our souls. [SD] |
Ἰδιόμελον. Ἦχος δʹ. |
Idiomelon. Mode 4. |
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. |
Praise Him with the sound of trumpet; praise Him with the harp and lyre. [SAAS] |
Ὄλβον λιποῦσα πατρικόν, Χριστὸν δὲ ποθοῦσαι εἰλικρινῶς, δόξαν εὕρατο ἡ Μάρτυς, καὶ πλοῦτον οὐράνιον, καὶ τῇ παντευχίᾳ περιπεφραγμένη τῆς χάριτος, τῷ ὅπλῳ τοῦ Σταυροῦ κατεπάτησε τὸν τύραννον· ὅθεν Ἄγγελοι τοὺς ἀγῶνας θαυμάζοντες, ἔλεγον· Πέπτωκεν ὁ ἐχθρός, ὑπὸ γυναικὸς ἡττηθείς, στεφανῖτις ἀνεδείχθη ἡ Μάρτυς, καὶ Χριστὸς εἰς τοὺς αἰῶνας βασιλεύει ὡς Θεός, ὁ παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. |
Leaving her father's wealth, and desiring Christ sincerely, the Martyr found heavenly glory and riches; and protected by the full armor of grace, she trampled the tyrant by the power of the Cross. Angels admired her struggles, saying "The enemy has fallen, defeated by a woman; the Martyr is proven a crowned victor, and Christ reigns to the ages as God, who grants His great mercy to the world." [SD] |
Ἰδιόμελον. Ἦχος δʹ. |
Idiomelon. Mode 4. |
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. |
Praise Him with timbrel and dance; praise Him with strings and flute. [SAAS] |
Ἐθαυματούργησε Χριστέ, τοῦ Σταυροῦ σου ἡ δύναμις, ὅτι καὶ Χριστῖνα ἡ μάρτυς, ἀθλητικὸν ἀγῶνα ἠγωνίσατο· ὅθεν τὸ ἀσθενὲς τῆς φύσεως ἀποῤῥιψαμένη, γενναίως ἀντέστη κατὰ τῶν τυράννων. Διὸ καὶ τὰ βραβεῖα τῆς νίκης κομισαμένη, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν. |
The power of Your Cross has worked wonders, O Christ; for Christina, the Martyr, has undergone her athletic contest. She threw aside the weakness of her nature and bravely confronted the tyrants. Therefore, she received the trophies of victory, and she intercedes for our souls. [SD] |
Ἰδιόμελον. Ἦχος δʹ. |
Idiomelon. Mode 4. |
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. |
Praise Him with resounding cymbals; praise Him with triumphant cymbals; let everything that breathes praise the Lord. [SAAS] |
Σταυρὸν ὡς ὅπλον κραταιόν, Χριστῖνα Μάρτυς κατέχουσα χερσί, τὴν πίστιν ὡς θώρακα, ἐλπίδα θυρεόν, ἀγάπην τόξον, τῶν τυράννων τὰς τιμωρίας ἐνίκησας ἀνδρείως, τῶν δαιμόνων τὰς πανουργίας κατήργησας ἐνθέως, τὴν κεφαλὴν δὲ τμηθεῖσα, χορεύεις ἐν Χριστῷ, ἀδιαλείπτως πρεσβεύουσα ὑπὲρ τῶν ψυχῶν ἡμῶν. |
Clutching a Cross as a powerful weapon, O Martyr Christina, and with faith as a breastplate, hope as a shield, and love as a bow, you manfully overcame the tortures of the tyrants. Inspired by God, you destroyed the demons' trickery; and your head being severed, you now celebrate in Christ, and you unceasingly intercede for our souls. [SD] |
Δόξα. |
Glory. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Τῇ παρθενικῇ σου θελχεὶς ὡραιότητι, ὁ Βασιλεὺς τῆς δόξης Χριστός, ὡς ἀμώμητόν σε νύμφην ἑαυτῷ ἡρμόσατο, συναφείᾳ ἀκηράτῳ. Ἐν γὰρ τῷ θελήματι αὐτοῦ, παρασχόμενος τῷ κάλλει σου δύναμιν, κατʼ ἐχθρῶν τε καὶ παθῶν ἀήττητον ἔδειξεν, ἐγκαρτερήσασαν δὲ αἰκίαις πικραῖς, καὶ βασάνοις δριμυτάταις, διπλῷ στέφει δισσῶς σε κατέστεψε, καὶ παρέστησεν ἐκ δεξιῶν αὐτοῦ, ὡς βασίλισσαν πεποικιλμένην. Αὐτὸν δυσώπησον, Παρθενομάρτυς Χριστώνυμε, τοῖς ὑμνηταῖς σου δοθῆναι σωτηρίαν, καὶ ζωήν, καὶ μέγα ἔλεος. |
When Christ the King of Glory was enamored of your virginal beauty, He wed you as a blameless bride to himself, in an immaculate union. In His will, He granted you beauty and power, and He made you invincible against enemies and passions. When you had endured bitter torments and most painful tortures, He doubly crowned you with a double crown, and He stood you at His right hand, as a queen in embroidered apparel. O Virgin-martyr Christina, earnestly entreat Him, to give salvation and life and great mercy to us who extol you. [SD] |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν. |
Now we call you blessed, O Virgin Theotokos, and we glorify you, duty-bound as believers; the city unshakable, the wall indestructible, the firm and steadfast protection, and the place of refuge for our souls. [SD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς Δοξολογίας. |
Stand for the reading of the Doxology. |
Δοξολογία (διαβαστά) |
Doxology (read) |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
To you belongs glory, O Lord our God, and to you we send up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Ἀμήν. |
Amen. |
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητός εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to God in the highest, and on earth peace, good will to men. We praise you, we bless you, we worship you, we glorify you, and we thank you, for your great glory. Lord, King, Heavenly God, Father Almighty; only-begotten Son, Lord Jesus Christ and Holy Spirit. Lord God, the Lamb of God, the Son of the Father, who take away the sin of the world, have mercy on us, you who take away the sins of the world. Accept our supplication, you who sit at the right of the Father, and have mercy on us. For you are the only Holy One, you are the only Lord, Jesus Christ, to the glory of God the Father. Amen. Every day I shall bless you, and I shall praise your name forever, and unto the ages of ages. Lord, you have become for us a refuge from generation to generation. I have said: Lord, have mercy on me, heal my soul, for I have sinned against you. Lord, to you I have fled; teach me to do your will, for you are my God. For with you is the fountain of life; in your light we shall see light. Extend your mercy to those who know you. Grant, O Lord, that in this day we may be kept without sin. Blessed are you, O Lord, the God of our Fathers, and praised and glorified is your name unto the ages. Amen. Let your mercy, Lord, come upon us, just as we have hoped in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, O Master, make me understand your commandments. Blessed are you, O Holy One, enlighten me with your commandments. Lord, your mercy remains forever, do not turn away from the works of your hands. To you belongs praise, to you belongs a hymn, to you belongs glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. Amen. |
ΙΕΡΕΥΣ |
PRIEST |
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. |
Let us complete our morning prayer to the Lord. |
( Κύριε, ἐλέησον. ) |
( Lord, have mercy. ) |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
( Κύριε, ἐλέησον. ) |
( Lord, have mercy. ) |
Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord. |
( Παράσχου, Κύριε. ) |
( Grant this, O Lord. ) |
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord. |
( Παράσχου, Κύριε. ) |
( Grant this, O Lord. ) |
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For pardon and remission of our sins and transgressions, let us ask the Lord. |
( Παράσχου, Κύριε. ) |
( Grant this, O Lord. ) |
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord. |
( Παράσχου, Κύριε. ) |
( Grant this, O Lord. ) |
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι, παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord. |
( Παράσχου, Κύριε. ) |
( Grant this, O Lord. ) |
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικά, καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. |
And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ. |
( Παράσχου, Κύριε. ) |
( Grant this, O Lord. ) |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Commemorating our most holy, pure, blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
( Σοί, Κύριε. ) |
( To You, O Lord. ) |
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the God of mercy and compassion and love for mankind, and to You we give glory, to the Father and the Son and the Holy Spirit, now and forever and to ages of ages. |
( Ἀμήν. ) |
( Amen. ) |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη πᾶσι. |
Peace be with all. |
( Καὶ τῷ πνεύματί σου. ) |
( And with your spirit. ) |
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. |
Let us bow our heads to the Lord. |
( Σοί, Κύριε. ) |
( To You, O Lord. ) |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Κύριε, Ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ δεόμεθά σου Ἅγιε Ἁγίων· ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου, καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴ τι ἡμάρτομεν ἑκουσίως ἤ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου. |
O Holy Lord, Who dwell on high and look upon the humble, and Who with Your all-seeing eye do behold all creation: to You have we bowed the neck of our soul and body, and we implore You, O Holy of Holies, stretch forth Your invisible hand from Your holy dwelling place and bless us all. And if in any way we have sinned, either willingly or unwillingly, pardon us, inasmuch as You are good, and You love mankind, granting us Your good things in this age and in the age to come. |
ΙΕΡΕΥΣ |
PRIEST |
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Yours it is to show mercy and to save us, O our God, and to You we give glory, to the Father and the Son and the Holy Spirit, now and forever and to ages of ages. |
( Ἀμήν. ) |
( Amen. ) |
ΧΟΡΟΣ |
CHOIR |
Ἀπόστιχα τῆς Ὀκτωήχου. |
Aposticha of the Octoechos. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Ἦχος πλ. βʹ. |
Mode pl. 2. |
Τὰ τῆς καρδίας μου τραύματα, ἐκ πολλῶν ἁμαρτημάτων φυέντα μοι, ἰάτρευσον Σωτήρ, ὁ τῶν ψυχῶν καὶ σωμάτων ἰατρός, παρέχων τοῖς αἰτοῦσι, πταισμάτων τὴν συγχώρησιν ἀεί, παράσχου μοι δάκρυα μετανοίας, διδούς μοι τὴν λύσιν τῶν ὀφλημάτων Κύριε, καὶ ἐλέησόν με. |
O Savior, heal the wounds of my heart, which have grown in me because of many sins, O physician of souls and bodies. As You ever grant forgiveness of offenses to those who ask, grant me tears of repentance, and give me the remission of my debts, O Lord, and have mercy on me. [SD] |
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. |
Verse: We were filled with Your mercy in the morning, and in all our days we greatly rejoiced and were glad; gladden us in return for the days You humbled us, for the years we saw evil things. And behold Your servants and Your works, and guide their sons. [SAAS] |
Γυμνόν με εὑρὼν τῶν ἀρετῶν ὁ ἐχθρός, τῷ βέλει τῆς ἁμαρτίας ἔτρωσεν, ἀλλὰ σὺ ὡς ἰατρὸς ψυχῶν τε καὶ σωμάτων, τὰ τραύματα τῆς ψυχῆς μου θεράπευσον, ὁ Θεός καὶ ἐλέησόν με. |
The enemy found me naked of any virtues, so he shot me with the arrow of sin. But I pray You, the physician of souls and bodies, heal the wounds of my soul, and have mercy on me, O God. [SD] |
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. |
Verse: And let the brightness of the Lord our God be upon us, and prosper for us the works of our hands. [SAAS] |
Κύριε, ἐν τῇ μνήμῃ τῶν Ἁγίων σου, πᾶσα ἡ κτίσις ἑορτάζει, οὐρανοὶ ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις, αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς. |
O Lord, all creation celebrates at the memory of Your Saints: the heavens and the Angels are exultant, and the earth rejoices with its people. By their supplications, have mercy on us. [SD] |
Δόξα. Τῆς Ἁγίας. |
Glory. For the Holy Woman. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος αʹ. |
Mode 1. |
Μετὰ τῶν ἄνω ταγμάτων συνηριθμήθης ἔνδοξε, κόσμον λιποῦσα, καὶ τὸν Χριστὸν ποθήσασα, Χριστῖνα πανεύφημε, αἰτοῦσα ἡμῖν τὸ μέγα ἔλεος. |
O glorious Christina, extolled by all, when in your longing for Christ you departed the world, you were numbered among the ranks on high. And now, you entreat Him to grant us the great mercy. [SD] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Ἦχος αʹ. |
Mode 1. |
|
|
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε. |
Since you accept the petitions of sinners and do not ignore the sighs of the afflicted, O all-holy Virgin, intercede with Him who came from your undefiled body, and entreat Him to save us. [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ύψιστε· τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. |
It is good to give thanks to the Lord and to sing to Your name, O Most High, to proclaim Your mercy in the morning and Your truth at night. [SAAS] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Τρισάγιον. |
Trisagion Prayers. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and to the Son and to the Holy Spirit. Now and forever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name's sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and to the Son and to the Holy Spirit. Now and forever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Yours is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and forever and to ages of ages. |
( Ἀμήν. ) |
( Amen. ) |
ΧΟΡΟΣ |
CHOIR |
Ἀπολυτίκιον. Τῆς Ἁγίας. |
Apolytikion. For the Holy Woman. |
Ἦχος δʹ. |
Mode 4. |
Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλη τῇ φωνῇ. Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνήσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί· ἀλλʼ ὡς θυσίαν ἄμωμον προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν. |
Your maiden Martyr, like a lamb, cries out, "O Jesus, for You, * my pure Bridegroom, I long; and seeking You I compete; * and I am crucified and buried with You in Your baptism. * I suffer for Your sake, that I may reign with You. * I die for You that I may also live in You. * Accept me as an unblemished sacrifice * as I offer myself to You with love." * At her entreaties and intercessions, * save our souls, O Merciful Lord. [SD] |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Ἦχος δʹ. |
Mode 4. |
Ὅτι πάντων ὑπάρχεις τῶν ποιημάτων ὑπερτέρα, ἀνυμνεῖν σε ἀξίως, μὴ εὐποροῦντες Θεοτόκε, δωρεὰν αἰτοῦμέν σε, ἐλέησον ἡμᾶς. |
We are unequipped to praise you worthily, O Theotokos, for you are the highest of all things created. Therefore, we entreat you: As a gift to us, have mercy on us. [SD] |
(Παραλείπεται ἡ ἐκτενής.) |
(The "ektenia" litany has been omitted.) |
ΙΕΡΕΥΣ |
PRIEST |
Σοφία. |
Wisdom. |
( Εὐλόγησον. ) |
( Father, bless! ) |
Ὁ ὢν εὐλογητός, Χριστὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ( Ἀμήν. ) |
Blessed are You, Christ our God, always now and forever and to the ages of ages. ( Amen. ) |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Στερεώσαι Κύριος ὁ Θεός τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν σὺν τῇ ἁγίᾳ αὐτοῦ Μεγάλῃ Ἐκκλησίᾳ, τῇ ἱερᾷ ἡμῶν Ἀρχιεπισκοπῇ, [τῇ ἱερᾷ Μητροπόλει ταύτῃ] καὶ τῇ πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων. |
The Lord God make firm the holy and pure faith of the pious Orthodox Christians, together with the Holy Great Church of Christ, our holy Archdiocese, [this holy Metropolis,] and this city, to the ages of ages.. |
( Ἀμήν. ) |
( Amen. ) |
Εἶτα τό· "Δεῦτε προσκυνήσωμεν…" καὶ τὴν Πρώτην Ὥραν. |
Then we begin the First Hour, saying: "Come let us worship…" |
ἤ· |
or: |
Dismissal |
Dismissal |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, O Christ our God. Glory to You. |
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ Ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης, ἧς καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and the holy Great Martyr Christina, whose memory we observe, and of all the saints, have mercy on us and save us, for He is good and merciful and loves mankind. |
|
|
Conclusion, i.e. "Through the prayers…" |
Conclusion, i.e. "Through the prayers…" |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Through the prayers of our holy fathers, Lord Jesus Christ, our God, have mercy on us and save us. |
( Ἀμήν. ) |
( Amen. ) |
|
|