2023

2023

Τῇ Παρασκευῇ | Τῌ Εʹ ΜΑΪΟΥ

On Friday | May 5

   

   

__________

__________

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Παρασκευὴ Γʹ Ἑβδομάδος

Friday of the 3rd Week

Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα.

The reading is from the Acts of the Apostles.

Πρ 8:40; 9:1-19

Acts 8:40; 9:1-19

Ἐν ταῖς ἡμέραις ἐκείναις, Φίλιππος εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν. Ὁ δὲ Σαῦλος, ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ ᾐτήσατο παρʼ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας, ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ. Ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἀπὸ τοῦ οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ· Σαοὺλ Σαούλ, τί με διώκεις; Εἶπε δέ, Τίς εἶ, Κύριε; ὁ δέ, 'Εγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις· σκληρόν σοι πρὸς κέντρα λακτίζειν. Τρέμων τε και θαμβῶν εἶπε· Κύριε τί με θέλεις ποιῆσαι; Καὶ ὁ Κύριος εἶπε πρὸς αὐτον· ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι τί σε δεῖ ποιεῖν. Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς μηδένα δὲ θεωροῦντες. Ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ οὐδένα ἔβλεπε· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν. Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας, καὶ εἶπε πρὸς αὐτὸν ὁ Κύριος ἐν ὁράματι· Ἁνανία. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ, Κύριε. Ὁ δὲ Κύριος πρὸς αὐτόν· Ἀναστὰς πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται, καὶ εἶδεν ἄνδρα ἐν ὁράματι ὀνόματι Ἁνανίαν εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ τὰς χεῖρας ὅπως ἀναβλέψῃ. Ἀπεκρίθη δὲ Ἁνανίας· Κύριε, ἀκήκοα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ ἐποίησε τοῖς ἁγίοις σου ἐν Ἰερουσαλήμ· καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Κύριος· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν τε καὶ βασιλέων υἱῶν τε Ἰσραήλ· ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν. Ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπʼ αὐτὸν τὰς χεῖρας εἶπε· Σαοὺλ ἀδελφέ, ὁ Κύριος ἀπέσταλκέ με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου. Καὶ εὐθέως ἀπέπεσον ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ ὡς λεπίδες, ἀνέβλεψέ τε, καὶ ἀναστὰς ἐβαπτίσθη, καὶ λαβὼν τροφὴν ἐνίσχυσεν.

In those days, Philip was found at Azotos, and passing on he preached the gospel to all the towns till he came to Caesarea. But Saul, still breathing threats and murder against the disciples of the Lord, went to the high priest and asked him for letters to the synagogues at Damascus, so that if he found any belonging to the Way, men or women, he might bring them bound to Jerusalem. Now as he journeyed he approached Damascus, and suddenly a light from heaven flashed about him. And he fell to the ground and heard a voice saying to him. "Saul, Saul, why do you persecute me?" And he said, "Who are you, Lord?" And he said, "I am Jesus, whom you are persecuting; but rise and enter the city, and you will be told what you are to do." The men who were traveling with him stood speechless, hearing the voice but seeing no one. Saul arose from the ground; and when his eyes were opened, he could see nothing; so they led him by the hand and brought him into Damascus. And for three days he was without sight, and neither ate nor drank. Now there was a disciple at Damascus named Ananias. The Lord said to him in a vision, "Ananias." And he said, "Here I am, Lord." And the Lord said to him, "Rise and go to the street called Straight, and inquire in the house of Judas for a man of Tarsus named Saul; for behold, he is praying, and he has seen a man named Ananias come in and lay his hands on him so that he might regain his sight." But Ananias answered, "Lord, I have heard from many about this man, how much evil he has done to thy saints at Jerusalem; and here he has authority from the chief priests to bind all who call upon thy name." But the Lord said to him, "Go, for he is a chosen instrument of mine to carry my name before the Gentiles and kings and the sons of Israel; for I will show him how much he must suffer for the sake of my name." So Ananias departed and entered the house. And laying his hands on him he said, "Brother Saul, the Lord Jesus who appeared to you on the road by which you came, has sent me that you may regain your sight and be filled with the Holy Spirit." And immediately something like scales fell from his eyes and he regained his sight. Then he rose and was baptized, and took food and was strengthened. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Παρασκευὴ τῆς Γʹ Ἑβδομάδος

3rd Friday after Pascha

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to John.

Ιωα Ϛʹ 48 - 54

Jn. 6:48-54

Εἶπεν ὁ Κύριος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάννα ἐν τῇ ἐρήμῳ καὶ ἀπέθανον· οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβαίνων, ἵνα τις ἐξ αὐτοῦ φάγῃ καὶ μὴ ἀποθάνῃ. ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς· ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα. καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Ἐμάχοντο οὖν πρὸς ἀλλήλους οἱ Ἰουδαῖοι λέγοντες· Πῶς δύναται οὗτος ἡμῖν δοῦναι τὴν σάρκα φαγεῖν; εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ.

The Lord said to the Jews who believed in him: "I am the bread of life. Your fathers ate the manna in the wilderness, and they died. This is the bread which comes down from heaven, that a man may eat of it and not die. I am the living bread which came down from heaven; if any one eats of this bread, he will live forever; and the bread which I shall give for the life of the world is my flesh." The Jews then disputed among themselves, saying, "How can this man give us his flesh to eat?" So Jesus said to them, "Truly, truly, I say to you, unless you eat the flesh of the Son of man and drink his blood, you have no life in you; he who eats my flesh and drinks my blood has eternal life, and I will raise him up at the last day." [RSV]

   

   

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Εʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Εἰρήνης.

On May 5 we commemorate the holy Great Martyr Irene.

Τῇ αὐτῇ ἡμέρᾳ, ἄθλησις τῶν Ἁγίων Μαρτύρων Νεοφύτου, Γαΐου καὶ Γαϊανοῦ. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ σεπτῷ καὶ σεβασμίῳ ναῷ τῶν Ἁγίων ἐνδόξων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῷ ὄντι ἐν τοῖς Δαρείου.

On this day we also commemorate the contest of the holy Martyrs Neophytus, Gaius, and Gaianus. The service in their honor is celebrated in the august and venerable church of the holy, glorious, and wonderworking Unmercenaries Cosmas and Damian, in the Quarter of Darius.

Τῇ αὐτῇ ἡμέρᾳ, Ἀνάμνησις τῶν ἐγκαινίων τοῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τοῖς Κύρου.

On this day we also commemorate the Consecration of the Church of the Most Holy Theotokos at the Quarter of Cyrus in Constantinople.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀθλήσεως τοῦ ἁγίου ἐνδόξου ὁσιομάρτυρος Ἐφραὶμ, τοῦ νεοφανοῦς καὶ θαυματουργοῦ, τοῦ ἐν τῷ κατὰ τὴν Ἀττικὴν ὄρει τῶν Ἀμώμων ἀσκήσαντος καὶ ἀθλήσαντος κατὰ τὸν δέκατον καὶ πέμπτον αἰῶνα.

On this day we also commemorate the contest of the holy and glorious monastic martyr Ephrem, the lately revealed miracle-worker, who lived in ascetic discipline on the Mount of the Blameless in Attica, Greece, and who was martyred in the fifteenth century.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις οἴνου καὶ ἐλαίου.

Wine: Wine and oil are allowed. Refrain from meat, fish, dairy, and eggs.