2022

2022

Τῇ Παρασκευῇ | Τῌ Κʹ ΜΑΪΟΥ

On Friday | May 20

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Παρασκευὴ Δʹ Ἑβδομάδος

Friday of the 4th Week

Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα.

The reading is from the Acts of the Apostles.

Πρ 10:44-48; 11:1-10

Acts 10:44-48; 11:1-10

Ἐν ταῖς ἡμέραις ἐκείναις, λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα ἐπέπεσε τὸ Πνεῦμα τὸ ῞Αγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον. Καὶ ἐξέστησαν οἱ ἐκ περιτομῆς πιστοὶ ὅσοι συνῆλθον τῷ Πέτρῳ, ὅτι καὶ ἐπὶ τὰ ἔθνη ἡ δωρεὰ τοῦ Ἀγίου Πνεύματος ἐκκέχυται· ἤκουον γὰρ αὐτῶν λαλούντων γλώσσαις καὶ μεγαλυνόντων τὸν Θεόν. Τότε ἀπεκρίθη ὁ Πέτρος· μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις τοῦ μὴ βαπτισθῆναι τούτους, οἵτινες τὸ Πνεῦμα τὸ ῞Αγιον ἔλαβον καθὼς καὶ ἡμεῖς; Προσέταξέ τε αὐτοὺς βαπτισθῆναι ἐν τῷ ὀνόματι τοῦ Κυρίου. Τότε ἠρώτησαν αὐτὸν ἐπιμεῖναι ἡμέρας τινάς. ῎Ηκουσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ ἀδελφοὶ οἱ ὄντες κατὰ τὴν Ἰουδαίαν ὅτι καὶ τὰ ἔθνη ἐδέξαντο τὸν λόγον τοῦ Θεοῦ. Ὅτε δὲ ἀνέβη Πέτρος εἰς Ἰερουσαλήμ͵ διεκρίνοντο πρὸς αὐτὸν οἱ ἐκ περιτομῆς λέγοντες ὅτι· πρὸς ἄνδρας ἀκροβυστίαν ἔχοντας εἰσῆλθες καὶ συνέφαγες αὐτοῖς. Ἀρξάμενος δὲ Πέτρος ἐξετίθετο αὐτοῖς καθεξῆς λέγων· Ἐγὼ ἤμην ἐν πόλει Ἰόππῃ προσευχόμενος καὶ εἶδον ἐν ἐκστάσει ὅραμα͵ καταβαῖνον σκεῦός τι ὡς ὀθόνην μεγάλην τέσσαρσιν ἀρχαῖς καθιεμένην ἐκ τοῦ οὐρανοῦ͵ καὶ ἦλθεν ἄχρις ἐμοῦ· εἰς ἣν ἀτενίσας κατενόουν καὶ εἶδον τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. Ἤκουσα δὲ φωνῆς λεγούσης μοι· Ἀναστάς͵ Πέτρε͵ θῦσον καὶ φάγε. Εἶπον δέ· Μηδαμῶς͵ Κύριε͵ ὅτι πᾶν κοινὸν ἢ ἀκάθαρτον οὐδέποτε εἰσῆλθεν εἰς τὸ στόμα μου. Ἀπεκρίθη δὲ μοι φωνὴ ἐκ δευτέρου ἐκ τοῦ οὐρανοῦ· Ἃ ὁ Θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου. Τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς͵ καὶ πάλιν ἀνεσπάσθη ἅπαντα εἰς τὸν οὐρανόν.

In those days, while Peter was still saying this, the Holy Spirit fell on all who heard the word. And the believers from among the circumcised who came with Peter were amazed, because the gift of the Holy Spirit had been poured out even on the Gentiles. For they heard them speaking in tongues and extolling God. Then Peter declared, "Can any one forbid water for baptizing these people who have received the Holy Spirit just as we have?" And he commanded them to be baptized in the name of Jesus Christ. Then they asked him to remain for some days. Now the apostles and the brethren who were in Judea heard that the Gentiles also had received the word of God. So when Peter went up to Jerusalem, the circumcision party criticized him, saying, "Why did you go to uncircumcised men and eat with them?" But Peter began and explained to them in order: "I was in the city of Joppa praying; and in a trance I saw a vision, something descending, like a great sheet, let down from heaven by four corners; and it came down to me. Looking at it closely I observed animals and beasts of prey and reptiles and birds of the air. And I heard a voice saying to me, 'Rise, Peter; kill and eat.' But I said, 'No, Lord; for nothing common or unclean has ever entered my mouth.' But the voice answered a second time from heaven, 'What God has cleansed you must not call common.' This happened three times, and all was drawn up again into heaven." [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Παρασκευὴ τῆς Δʹ Ἑβδομάδος

4th Friday after Pascha

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the Holy Gospel according to John.

Ιωα ηʹ 21 - 30

Jn. 8:21-30

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. ἔλεγον οὖν οἱ Ἰουδαῖοι· Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει, ὅπου ἐγὼ ὑπάγω, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; καὶ εἶπεν αὐτοῖς· Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί· ὑμεῖς ἐκ τοῦ κόσμου τούτου ἐστέ, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου. εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. ἔλεγον οὖν αὐτῷ· Σὺ τίς εἶ; καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Τὴν ἀρχὴν ὅ, τι καὶ λαλῶ ὑμῖν. πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν· ἀλλ' ὁ πέμψας με ἀληθής ἐστι, κἀγὼ ἃ ἤκουσα παρ' αὐτοῦ, ταῦτα λέγω εἰς τὸν κόσμον. οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν. εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· Ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι, καὶ ἀπ' ἐμαυτοῦ ποιῶ οὐδέν, ἀλλὰ καθὼς ἐδίδαξέ με ὁ πατὴρ μου, ταῦτα λαλῶ. καὶ ὁ πέμψας με μετ' ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέ με μόνον ὁ πατήρ, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν.

The Lord said to the Jews who came to him, "I go away, and you will seek me and die in your sin; where I am going, you cannot come." Then said the Jews, "Will he kill himself, since he says, 'Where I am going, you can not come'?" He said to them, "You are from below, I am from above; you are of this world, I am not of this world. I told you that you would die in your sins, for you will die in your sins unless you believe that I am he." They said to him, "Who are you?" Jesus said to them, "Even what I have told you from the beginning. I have much to say about you and much to judge; but he who sent me is true, and I declare to the world what I have heard from him." They did not understand that he spoke to them of the Father. So Jesus said, "When you have lifted up the Son of man, then you will know that I am he, and that I do nothing on my own authority but speak thus as the Father taught me. And he who sent me is with me; he has not left me alone, for I always do what is pleasing to him." As he spoke thus, many believed in him. [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

It is appropriate to stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Κʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μάρτυρος Θαλλελαίου.

On May 20 we commemorate the holy Martyr Thalleleos.

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀσκλᾶ, ὅστις, ἐν ποταμῷ ῥιφείς, τελειοῦται.

We also commemorate the holy Martyr Asclas who died when he was cast into a river.

Οἱ τρεῖς ὅσιοι καὶ θεοφόροι Πατέρες ἡμῶν Νικήτας, Ἰωάννης καὶ Ἰωσήφ, οἱ κτίτορες τῆς ἐν Χίῳ ἱερᾶς καὶ βασιλικῆς Νέας Μονῆς, ἐν εἰρήνῃ τελειοῦνται.

Our three devout and God-bearing Fathers Niketas, John, and Joseph, Founders of the sacred and royal New Monastery (that is, Nea Moni) on Chios, reposed in peace.

Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἀνακομιδὴ καὶ μετακομιδὴ τοῦ λειψάνου τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Νικολάου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ.

On this day was the removal and transfer of the relic of our Father among the Saints Nicholas, bishop of Myra in Lycia, the wonder-worker.

Ὁ Ὅσιος Πατὴρ ἡμῶν Θαλάσσιος ὲν εἰρήνῃ τελειοῦται.

Our devout Father Thalassios reposed in peace

Ὁ Ὅσιος Μᾶρκος ὁ ἐρημίτης ἐν εἰρήνῃ τελειοῦται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις οἴνου καὶ ἐλαίου.

Wine: Wine and oil are allowed. Refrain from meat, fish, dairy, and eggs.