2022

2022

Τῇ Παρασκευῇ | Τῌ ΚΘʹ ΑΠΡΙΛΙΟΥ

On Friday | April 29

   

   

__________

__________

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Παρασκευὴ Διακαινησίμου

Friday of Renewal Week

Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα.

The reading is from the Acts of the Apostles.

Πρ 3:1-8

Acts 3:1-8

Ἐν ταῖς ἡμέραις ἐκείναις, Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην. Καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο· ὃν ἐτίθουν καθ' ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην Ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν· ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην. Ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπε· βλέψον εἰς ἡμᾶς. Ὁ δὲ ἐπεῖχεν αὐτοῖς, προσδοκῶν τι παρ' αὐτῶν λαβεῖν. Εἶπε δὲ Πέτρος· ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ἔγειρε καὶ περιπάτει. Καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρε· παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφυρά, καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει· καὶ εἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερόν, περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν.

In those days, Peter and John were going up to the temple at the hour of prayer, the ninth hour. And a man lame from birth was being carried, whom they laid daily at the gate of the temple which is called Beautiful to ask alms of those who entered the temple. Seeing Peter and John about to go into the temple, he asked for alms. And Peter directed his gaze at him, with John, and said, "Look at us." And he fixed his attention upon them, expecting to receive something from them. But Peter said, "I have no silver and gold, but I give you what I have; in the name of Jesus Christ of Nazareth, walk." And he took him by the right hand and raised him up; and immediately his feet and ankles were made strong. And leaping up he stood and walked and entered the temple with them, walking and leaping and praising God. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῌ ΠΑΡΑΣΚΕΥῌ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ

Renewal Friday

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the Holy Gospel according to John.

Ιωα βʹ 12 - 22

Jn. 2:12-22

Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἴησοῦς εἰς Καπερναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμεινεν οὐ πολλὰς ἡμέρας. Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς. καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστερὰς καὶ τοὺς κερματιστὰς καθημένους, καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεεν τὸ κέρμα καὶ τὰς τραπέζας ἀνέτρεψε, καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· Ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. Ἐμνήσθησαν δὲ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με. ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ· Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. εἶπον οὖν οἱ Ἰουδαῖοι· Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγε, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς.

At that time, Jesus came to Capernaum with his mother and his brothers and his disciples; and there they stayed for a few days. The Passover of the Jews was at hand, and Jesus went up to Jerusalem. In the temple he found those who were selling oxen and sheep and pigeons, and the money-changers at their business. And making a whip of cords, he drove them all, with the sheep and oxen, out of the temple; and he poured out the coins of the money-changers and overturned their tables. And he told those who sold the pigeons, "Take these things away; you shall not make my Father's house a house of trade." His disciples remembered that it was written, "Zeal for your house will consume me." The Jews then said to him, "What sign have you to show us for doing this?" Jesus answered them, "Destroy this temple, and in three days I will raise it up." The Jews then said, "It has taken forty-six years to build this temple, and will you raise it up in three days?" But he spoke of the temple of his body. When therefore he was raised from the dead, his disciples remembered that he had said this; and they believed the scripture and the word which Jesus had spoken. [RSV]

   

   

__________

__________

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τῶν Ἀποστόλων.

For the Apostles.

Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul's First Letter to the Corinthians.

1Κορ 4:9-16

1 Cor. 4:9-16

Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς Ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα, ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ' ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ' οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

Brethren, God has exhibited us apostles as last of all, like men sentenced to death; because we have become a spectacle to the world, to angels and to men. We are fools for Christ's sake, but you are wise in Christ. We are weak, but you are strong. You are held in honor, but we in disrepute. To the present hour we hunger and thirst, we are ill-clad and buffeted and homeless, and we labor, working with our own hands. When reviled, we bless; when persecuted, we endure; when slandered, we try to conciliate; we have become, and are now, as the refuse of the world, the off-scouring of all things. I do not write this to make you ashamed, but to admonish you as my beloved children. For though you have countless guides in Christ, you do not have many fathers. For I became your father in Christ Jesus through the gospel. I urge you, then, be imitators of me. [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

It is appropriate for the congregation to stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΘʹ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν ἑβδομήκοντα, Ἰάσονος καὶ Σωσιπάτρου.

On April 29, we commemorate the holy Apostles of the Seventy, Jason and Sosipater.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων λῃστῶν, οἵ, διὰ τοῦ Ἀποστόλου Ἰάσονος πιστεύσαντες τῷ Χριστῷ, ἐν λέβητι πίσσης κοχλαζούσης βληθέντες, τελειοῦνται.

On this day we also commemorate the holy seven Martyrs who had been robbers, and who believed in Christ through the Apostle Jason; they were ultimately thrown into a cauldron of boiling pitch and thus died.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Κερκύρας, θυγατρὸς Κερκυλίνου τοῦ βασιλέως, ἥτις βέλεσι κατατρωθεῖσα, τελειοῦται.

On this day we also commemorate Saint Kerkyra, daughter of King Kerkylinos; she died when she was shot with arrows.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ζήνωνος καὶ Βιταλίου, πυρὶ τελειωθέντων.

On this day we also commemorate the holy Martyrs Zeno and Vitali who died by fire.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Εὐσέβιος, πυρὶ τελειοῦται.

On this day the holy Martyr Efsevios died by fire.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Νέων, πυρὶ τελειοῦται.

On this day the holy Martyr Neo died by fire.

Τοῦ Πεντηκοσταρίου.

From the Pentecostarion.

Τῇ Παρασκευῇ τῆς Διακαινησίμου, ἑορτάζομεν τὰ ἐγκαίνια τοῦ ναοῦ τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν καὶ θεομήτορος, τῆς Ζωηφόρου Πηγῆς, ἔτι δὲ καὶ μνείαν ποιούμεθα τῶν ἐν τούτῳ τελεσθέντων ὑπερφυῶν θαυμάτων παρὰ τῆς Θεομήτορος.

On Friday of Bright (i.e. Renewal) Week, we celebrate the dedication of the church of our most-holy Lady Theotokos, namely the church of the Life-bearing Fount. We also remember the ineffable miracles that were performed in it by the Mother of God.

Verses

Μάννα Σιλωάμ, καὶ Στοὰν Σολομῶντος

Everyone sees in your Fount, O Maiden,

Πηγὴν Κόρη σὴν ἐμφανῶς πᾶς τις βλέπει.

Manna, Siloam, and Porch of Solomon.

Ταῖς τῆς σῆς Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Mother, O Christ God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.

Εἶναι Πάσχα καὶ Διακαινήσιμος Ἑβδομάδα.

It is Pascha and Bright Week.