Βιβλία - Πηγαί

Books - Sources

Ἱερατικόν

Hieratikon

Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου

Divine Liturgy of St. John Chrysostom

Μηναῖον - Τῌ ΚΘʹ ΑΥΓΟΥΣΤΟΥ

Menaion - August 29

Μνήμη τῆς Ἁποτομῆς τῆς Τιμίας Κεφαλῆς τοῦ Ἁγίου, Ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.

Commemoration of the Beheading of the Holy and Glorious Prophet, Forerunner and Baptist John.

__________

__________

   

   

ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ

LITURGY OF ST. JOHN CHRYSOSTOM

Ἤ, ἀντὶ τῶν Ἀντιφώνων, κατὰ τὸ τυπικόν, ψάλλονται τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί.

An optional alternative to the Antiphons are the Typika (Psalms 102 and 145), and the Beatitudes with the appointed troparia, which are provided here.

Ψαλμὸς 102.

Psalm 102.

Ψαλμὸς 145.

Psalm 145.

   

   

Οἱ Μακαρισμοί.

The Beatitudes.

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.

In Your kingdom. Remember us, O Lord, when You come in Your kingdom. Blessed are the poor in spirit, for theirs is the kingdom of heaven [RSV]

Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.

Blessed are those who mourn, for they shall be comforted. [RSV]

Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.

Blessed are the meek, for they shall inherit the earth. [RSV]

Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.

Blessed are those who hunger and thirst for righteousness, for they shall be satisfied. [RSV]

Κανὼν Aʹ τοῦ Ἁγίου.

Canon 1 for the Saint.

ᾨδὴ γʹ. Ἦχος πλ. δʹ. Σὺ εἶ τὸ στερέωμα.

Ode iii. Mode pl. 4. N/M (Lord, You are the firm.)

Σὺ εἶ τὸ στερέωμα.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.

Blessed are the merciful, for they shall obtain mercy. [RSV]

Ἄσεμνον ἀμαίδειαν, τῷ μεθυσμῷ πλησθὲν κόριον, Δὸς μοι φησί, κάραν Ἰωάννου, τῷ Ἡρώδῃ ἀνέκραζε.

When Herod was filled with strong drink, the infamous girl said to him: Herod, give me now the head of John on a platter. [OCA]

Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.

Blessed are the pure in heart, for they shall see God. [RSV]

Ἡ παῖς ἐξωρχήσατο, καὶ ὡς παράνομον τέρψασα, τὸν Ἡρῴδην, πρὸς φόνον ἀνθέλκει, τοῦ Προδρόμου καὶ κήρυκος.

The girl danced and pleased sinful Herod. She drew him to have the Forerunner and Preacher killed. [OCA]

Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται.

Blessed are the peacemakers, for they shall be called sons of God. [RSV]

Ὢ σῆς ἀθλιότητος, Ἡρῴδη ἄφρον καὶ ἄνομε! ποίᾳ τόλμῃ, κόρης ἀσελγούσης, φόνον ἄδικον ἔπραξας;

Foolish and miserable transgressor Herod, what boldness from a wanton girl made you commit unjust murder? [OCA]

Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.

Blessed are those who are persecuted for righteousness’ sake, for theirs is the kingdom of heaven. [RSV]

Θεοτοκίον.

Theotokion.

Δὸς ἡμῖν βοήθειαν, ταῖς ἱκεσίαις σου Πάναγνε, τὰς προσβολάς, ἀποκρουομένη, τῶν δεινῶν περιστάσεων.

Give us help by your prayers, all-pure Virgin, and drive away the assaults of adversity. [OCA]

Κανὼν Bʹ τοῦ Ἁγίου.

Canon 2 for the Saint.

Τοῦ Μηναίου - - -

From Menaion - - -

ᾨδὴ Ϛʹ. Ἦχος πλ. δʹ. Χιτῶνά μοι παράσχου.

Ode vi. Mode pl. 4. N/M (I pray… grant.)

Χιτῶνά μοι παράσχου.

Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθʼ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.

Blessed are you when men revile you and persecute you and utter all kinds of evil against you falsely [for my sake]. [RSV]

Ἐπήγασας τῷ πλήθει τῶν πιστῶν, Ἰωάννη ἔνδοξε, θεῖα διδάγματα, τὸν ἀμνὸν τὸν τοῦ Θεοῦ καταγγείλας ἡμῖν.

Gushing forth teachings divine for the fullness of the faithful, O glorious John, you announced to us the Lamb of God. [SD]

Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

Rejoice and be glad, for your reward is great in heaven. [RSV]

Σεμνότητος καὶ βίου ἀκριβοῦς, ἀψευδὲς ὑπόδειγμα, μέμνησο Πρόδρομε, τῶν ὑμνούντων σε Χριστῷ παριστάμενος.

As you stand near Christ, O Forerunner, do not neglect those who extol you, the true exemplar of dignity and of the strict life. [SD]

Δόξα.

Glory.

Πρεσβείαις σου Προφῆτα τοῦ Χριστοῦ, Βαπτιστὰ καὶ Πρόδρομε, κόσμον εἰρήνευσον, διασῴζων ἐκ κινδύνων τὰς ψυχὰς ἡμῶν.

O Forerunner and Prophet and Baptizer of Christ, grant peace to the world through your prayers, and guard our souls from any danger. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ἡ μόνη διὰ λόγου ἐν γαστρί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ τὰς ψυχὰς ἡμῶν.

We pray you, who by a word alone bore the Word within your womb, to deliver our souls from the entrapments of the foe. [SD]

   

   

Εἰσοδικόν. Ἦχος βʹ.

Entrance Hymn. Mode 2.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Come, let us worship and bow down before Christ. Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.

   

   

Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον

Hymns after the Entrance.

Ἀπολυτίκιον.

Apolytikion.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος βʹ.

Mode 2.

Μνήμη Δικαίου μέτʼ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾍδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

The memory of the just is observed with hymns of praise; for you suffices the testimony of the Lord, O Forerunner. You have proved to be truly more ven’rable than the Prophets, since you were granted to baptize in the river the One whom they proclaimed. Therefore, when for the truth you had contested, rejoicing, to those in Hades you preached the Gospel, that God was manifested in the flesh, and takes away the sin of the world, and grants to us the great mercy. [SD]

Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα·

The Apolytikion of the parish church is sung. Then:

   

   

Τοῦ Μηναίου - - -

From Menaion - - -

Κοντάκιον.

Kontakion.

Ἦχος δʹ.

Mode 4.

Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Both Joachim and Anna from their sterility’s stigma, and Adam and Eve from their mortality’s ruin have been set free, O immaculate Maid, by your holy nativity. For this do your people hold celebration, redeemed from the guilt of transgression as they cry to you, “The barren one bears the Theotokos, the nourisher of our Life.” [GKD]

   

   

Ὁ Τρισάγιος Ὗμνος

Trisagios Hymn

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy Immortal, have mercy on us.

   

   

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Προδρόμου.

For the Forerunner.

Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς 63.

Prokeimenon. Grave Mode. Psalm 63.

Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.

The righteous man shall be glad in the Lord. [SAAS]

Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου.

Verse: Hear my voice, O God. [SAAS]

Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα.

The reading is from the Acts of the Apostles.

Πραξ 13:25 – 32

Acts 13:25 – 33

Ἐν ταῖς ἡμέραις ἐκείναις, ὡς ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον, ἔλεγε· τίνα με ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ, ἀλλ᾿ ἰδοὺ ἔρχεται μετ᾿ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεόν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἀπεστάλη. οἱ γὰρ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν, καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον. ὁ δὲ Θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλήμ, οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν, ἡμῖν, ἀναστήσας Ἰησοῦν.

In those days, as John was finishing his course, he said, “What do you suppose that I am? I am not he. No, but after me one is coming, the sandals of whose feet I am not worthy to untie.” Brethren, sons of the family of Abraham, and those among you that fear God, to us has been sent the message of this salvation. For those who live in Jerusalem and their rulers, because they did not recognize him nor understand the utterances of the prophets which are read every sabbath, fulfilled these by condemning him. Though they could charge him with nothing deserving death, yet they asked Pilate to have him killed. And when they had fulfilled all that was written of him, they took him down from the tree, and laid him in a tomb. But God raised him from the dead; and for many days he appeared to those who came up with him from Galilee to Jerusalem, who are now his witnesses to the people. And we bring you the good news that what God promised to the fathers, this he has fulfilled to us their children by raising Jesus. [RSV]

   

   

Ἀλληλούϊα. Ἦχος δʹ. Ψαλμὸς 91.

Alleluia. Mode 4. Psalm 91.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. αʹ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει.

Verse 1: The righteous shall flourish like a palm tree. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. βʹ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.

Verse 2: Those planted in the house of the Lord.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Τὸ Εὐαγγέλιον

The Gospel

Τοῦ Προδρόμου.

For the Forerunner.

Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Mark.

Μκ 6:14 – 30

Mk. 6:14 – 30

Τῷ καιρῷ ἐκείνῳ, ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης τὴν ἀκοὴν Ἰησοῦ· φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ· καὶ ἔλεγεν ὅτι Ἰωάννης ὁ βαπτίζων ἐκ νεκρῶν ἠγέρθη, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ. ἄλλοι ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προφήτης ἐστὶν ὡς εἷς τῶν προφητῶν. ἀκούσας δὲ ὁ Ἡρῴδης εἶπεν ὅτι ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτός ἐστιν· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν. αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησε τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν. ἔλεγε γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο. ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ἐποίει καὶ ἡδέως αὐτοῦ ἤκουε. καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίει τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτῆς τῆς Ἡρῳδιάδος καὶ ὀρχησαμένης καὶ ἀρεσάσης τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις, εἶπεν ὁ βασιλεὺς τῷ κορασίῳ· αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι. καὶ ὤμοσεν αὐτῇ ὅτι ὃ ἐάν με αἰτήσῃς δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου. ἡ δὲ ἐξελθοῦσα εἶπε τῇ μητρὶ αὐτῆς· τί αἰτήσομαι; ἡ δὲ εἶπε· τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. καὶ εἰσελθοῦσα εὐθέως μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· θέλω ἵνα μοι δῷς ἐξαυτῆς ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. καὶ περίλυπος γενόμενος ὁ βασιλεύς, διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν αὐτὴν ἀθετῆσαι. καὶ εὐθέως ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτωρα ἐπέταξεν ἐνεχθῆναι τὴν κεφαλὴν αὐτοῦ. ὁ δὲ ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, καὶ ἤνεγκε τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ. Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα, καὶ ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν.

At that time, King Herod heard about the fame of Jesus, for his name had become known. He said, “John the baptizer has been raised from the dead; that is why these powers are at work in him.” But others said, “It is Elijah.” And others said, “It is a prophet, like one of the prophets of old.” But when Herod heard of it he said, “John, whom I beheaded, has been raised.” For Herod had sent and seized John, and bound him in prison for the sake of Herodias, his brother Philip’s wife; because he had married her. For John said to Herod, “It is not lawful for you to have your brother’s wife.” And Herodias had a grudge against him, and wanted to kill him. But she could not, for Herod feared John, knowing that he was a righteous and holy man, and kept him safe. When he heard him, he was much perplexed; and yet he heard him gladly. But an opportunity came when Herod on his birthday gave a banquet for his courtiers and officers and the leading men of Galilee. For when Herodias’ daughter came in and danced, she pleased Herod and his guests; and the king said to the girl, “Ask me for whatever you wish, and I will grant it.” And he vowed to her, “Whatever you ask me, I will give you, even half of my kingdom.” And she went out, and said to her mother, “What shall I ask?” And she said, “The head of John the baptizer.” And she came in immediately with haste to the king, and asked, saying, “I want you to give me at once the head of John the Baptist on a platter.” And the king was exceedingly sorry; but because of his oaths and his guests he did not want to break his word to her. And immediately the king sent a soldier of the guard and gave orders to bring his head. He went and beheaded him in the prison, and brought his head on a platter, and gave it to the girl; and the girl gave it to her mother. When his disciples heard of it, they came and took his body, and laid it in a tomb. The apostles returned to Jesus, and told him all that they had done and taught. [RSV]

   

   

Ὕμνος εἰς τὴν Θεοτόκον.

Hymn to the Theotokos.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos.

   

   

Κοινωνικόν. Ψαλμὸς 111.

Communion Hymn. Psalm 111/112.

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

The righteous will be remembered for ever. Alleluia. [RSV]

Δείξε Ἐκλογήν.

Show Selected Verses.

Ἐκλογὴ εἰς τὰς Ἑορτὰς τοῦ Τιμίου Προδρόμου

Selected Psalm Verses for the Feast of the Holy Forerunner

1. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. (111:1)

1. Blessed is the man who fears the Lord; he will delight exceedingly in His commandments. (111:1) [SAAS]

2. Δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ. Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. (111:2)

2. His seed shall be mighty on earth. His righteousness continues unto ages of ages. (111:2) [SAAS]

3. Ἐξανέτειλεν ἐν σκότει φῶς τοῖς εὐθέσιν. (111:4)

3. For the upright, light springs up in darkness. (111:4) [SAAS]

4. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. (111:6)

4. A righteous man shall be in everlasting remembrance. (111:6) [SAAS]

5. Τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ. (111:9)

5. His horn shall be exalted with glory. (111:9) [SAAS]

6. Σωτηρία δὲ τῶν δικαίων παρὰ Κυρίου. (36:39)

6. Now the salvation of the righteous is from the Lord. (36:39) [SAAS]

7. Φῶς ἀνέτειλε τῷ δικαίῳ καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη. (96:11)

7. Light dawned for the righteous and gladness for the upright in heart. (96:11) [SAAS]

8. Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ καὶ ἐλπιεῖ ἐπʼ αὐτόν. (63:11)

8. The righteous man shall be glad in the Lord, and shall hope in Him. (63:11) [SAAS]

9. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν. (131:11)

9. The Lord swore to David this truth, and He shall not reject it. (131:11) [SAAS]

10. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου. (131:11)

10. I shall set upon your throne one from the fruit of your loins. (131:11) [SAAS]

11. Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου. (131:17)

11. There I shall cause to spring up a horn for David; there I prepared a lamp for my anointed. (131:17) [SAAS]

12. Ἰδοὺ ἐμάκρυνα φυγαδεύων καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ. (54:8)

12. Behold, I fled far away, and lodged in the wilderness. (54:8) [SAAS]

13. Ὡμοιώθην πελεκᾶνι ἐρημικῷ, ἐγενήθην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ. (101:7)

13. I have become like a pelican in a desert; I have become like an owl in a ruined house. (101:7) [SAAS]

14. Ἠγρύπνησα καὶ ἐγενόμην ὡς στρουθίον μονάζον ἐπὶ δώματος. (101:8)

14. I kept watch, and have become like a sparrow alone on a housetop. (101:8) [SAAS]

15. Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη διʼ ἔλαιον. (108:24)

15. My knees were weak from fasting, and my flesh was changed because of the oil. (108:24) [SAAS]

16. Πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην. (14:2)

16. He who walks blamelessly, and works righteousness. (14:2) [SAAS]

17. Καὶ σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ. (ᾨδὴ 9b:8)

17. And you, child, will be called the prophet of the Most High. (Ode 9b:8) [RSV]

18. Προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ. (ᾨδὴ 9b:8)

18. For you will go before the Lord to prepare his ways. (Ode 9b:8) [RSV]

19. Τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ. (ᾨδὴ 9b:9)

19. To give knowledge of salvation to his people. (Ode 9b:9) [RSV]

20. Ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν. (ᾨδὴ 9b:9)

20. In the forgiveness of their sins, through the tender mercy of our God. (Ode 9b:9) [RSV]

21. Διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. (16:4)

21. I held to hard ways because of the words of Your lips. (16:4) [SAAS]

22. Τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα. (39:11)

22. I declared Your truth and Your salvation. (39:11) [SAAS]

23. Οὐκ ἔκρυψα τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου ἀπὸ συναγωγῆς πολλῆς. (39:11)

23. I did not hide Your mercy and Your truth from the great congregation. (39:11) [SAAS]

24. Εἶπα τοῖς παρανομοῦσι· μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσι· μὴ ὑψοῦτε κέρας, (74:5)

24. I said to those who transgress the law, “Do not transgress the law,” and to those who sin I said, “Do not exalt yourselves.” (74:5) [SAAS]

25. Ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω· Κύριε, σὺ ἔγνως. (39:10)

25. Behold, I shall not restrain my lips, O Lord, You know. (39:10) [SAAS]

26. Καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου, ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου. (34:28)

26. And my tongue shall meditate on Your righteousness, and on Your praise all the day long. (34:28) [SAAS]

Κρύψε Ἐκλογήν.

Hide Selected Verses.

   

   

Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν.

Hymn after Holy Communion.

Ἦχος βʹ.

Mode 2.

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὓρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us.

   

   

ΑΠΟΛΥΣΙΣ

DISMISSAL

Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, O Christ our God. Glory to You.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· καὶ πάντων τῶν ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, whose memory we celebrate; of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

   

   

Κανόνας Νηστείας

Fasting Rule

Νηστεία.

Strict: Refrain from meat, fish, oil, dairy, and eggs.

Εἶναι μεγάλη ἑορτή.

It is a major feast.