Link to Vesperal Prayers

Use back button to return here.

 

Βιβλία - Πηγαί

Books - Sources

Μηναῖον - Τῌ ΚΘʹ ΑΥΓΟΥΣΤΟΥ

Menaion - August 29

Μνήμη τῆς Ἁποτομῆς τῆς Τιμίας Κεφαλῆς τοῦ Ἁγίου Προδρόμου

Commemoration of the Beheading of the Holy Forerunner

__________

__________

   

   

ΕΣΠΕΡΙΝΟΣ

VESPERS

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is our God always, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

Καθʼ ὃν δὲ χρόνον ἀναγινώσκεται ὁ Προοιμιακὸς Ψαλμός, ὁ Ἱερεύς, πρὸ τῆς ἁγίας Τραπέζης ἱστάμενος, ἀναγινώσκει τὰς λεγομένας εὐχὰς τοῦ Λυχνικοῦ.

While the Introductory Psalm is being read, the Priest stands in front of the holy Table and reads the so-called Lamp-lighting Prayers.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before Christ God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Come, let us worship and bow down before Him, Christ our King and God.

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Προοιμιακοῦ Ψαλμοῦ.

Stand for the reading of the Introductory Psalm.

Ψαλμὸς ΡΓʹ (103).

Psalm 103 (104).

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα· ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπʼ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Ἐποίησε σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ, ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον, δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Bless the Lord, O my soul. O Lord my God, You are magnified exceedingly; You clothe Yourself with thanksgiving and majesty, who cover Yourself with light as with a garment, who stretch out the heavens like a curtain; You are He who covers His upper chambers with water, who makes the clouds His means of approach, who walks on the wings of the winds, who makes His angels spirits and His ministers a flame of fire. He established the earth on its stable foundation; it shall not be moved unto ages of ages. The deep like a garment is His covering; the waters shall stand upon the mountains; at Your rebuke they shall flee; at the sound of Your thunder, they shall be afraid. The mountains rise up, and the plains sink down to the place You founded for them. You set a boundary they shall not pass over; neither shall they return to cover the earth. You are He who sends springs into the valley; the waters shall pass between the mountains; they shall give drink to all the wild animals of the field; the wild asses shall quench their thirst; the birds of heaven shall dwell beside them; they shall sing from the midst of the rocks. You are He who waters the mountains from His higher places; the earth shall be satisfied with the fruit of Your works. You are He who causes grass to grow for the cattle, and the green plant for the service of man, to bring forth bread from the earth; and wine gladdens the heart of man, to brighten his face with oil; and bread strengthens man’s heart. The trees of the plain shall be full of fruit, the cedars of Lebanon, which You planted; there the sparrows shall make their nests; the house of the heron takes the lead among them. The high mountains are for the deer; the cliff is a refuge for the rabbits. He made the moon for seasons; the sun knows its setting. You established darkness, and it was night, wherein all the wild animals of the forest will prowl about; the young lions roar and snatch their prey, and seek their food from God. The sun arises, and they are gathered together; and they shall be put to bed in their dens. Man shall go out to his work and to his labor until evening. O Lord, Your works shall be magnified greatly; You made all things in wisdom; the earth was filled with Your creation. There is this great and spacious sea: the creeping things are there without number; the living things are there, both small and great; there the ships pass through; there is this dragon You formed to play therein. All things wait upon You, that You may give them food in due season. When You give it to them, they shall gather it; when You open Your hand, all things shall be filled with Your goodness. But when You turn Your face away, they shall be troubled; when You take away their breath, they shall die and return again to their dust. You shall send forth Your Spirit, and they shall be created, and You shall renew the face of the earth. Let the glory of the Lord be forever; the Lord shall be glad in His works; He looks upon the earth and makes it tremble; He touches the mountains, and they smoke. I will sing to the Lord all my life; I will sing to my God as long as I exist; may my words be pleasing to Him, and I shall be glad in the Lord. May sinners cease from the earth, and the lawless, so as to be no more. Bless the Lord, O my soul.

Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ.

The sun knows its setting. You established darkness, and it was night.

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.

O Lord, Your works shall be magnified greatly; You made all things in wisdom. [SAAS]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (3)

Alleluia. Alleluia. Alleluia. Glory to You, O God. (3)

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Our hope, O Lord, glory to You.

ΤΑ ΕΙΡΗΝΙΚΑ

THE PEACE LITANY

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

In peace let us pray to the Lord.

ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν)

CHOIR (after each petition)

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.

For the peace from above and for the salvation of our souls, let us pray to the Lord.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν.

For the peace of the whole world, for the stability of the holy churches of God, and for the unity of all, let us pray to the Lord.

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ τοῦ Κυρίου δεηθῶμεν.

For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord.

Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τοῦ Κυρίου δεηθῶμεν.

For pious and Orthodox Christians, let us pray to the Lord.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν.

For our Archbishop (name), for the honorable presbyterate, for the diaconate in Christ, and for all the clergy and the people, let us pray to the Lord.

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν γένους, τοῦ προέδρου καὶ πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν, καὶ τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

For our country, the president, all those in public service, and for our armed forces everywhere, let us pray to the Lord.

Ὑπὲρ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, [τῆς Ἱερᾶς Μητροπόλεως ταύτης,] τῆς πόλεως καὶ κοινότητος ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

For the Holy and Great Church of Christ, for our Sacred Archdiocese, [for this Sacred Metropolis,] for this city and parish, for every city and land, and for the faithful who live in them, let us pray to the Lord.

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν.

For favorable weather, for an abundance of the fruits of the earth, and for peaceful times, let us pray to the Lord.

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν.

For those who travel by land, sea, and air, for the sick, the suffering, the captives and for their salvation, let us pray to the Lord.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger, and distress, let us pray to the Lord.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ· Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

Ἀναγινώσκεται ἡ πρώτη στάσις τοῦ 1ου Καθίσματος τοῦ Ψαλτηρίου. Γίνεται καὶ μικρὰ Συναπτή.

The first stanza of Kathisma 1 of the Psalter may be read, followed by the short litany.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ

CHOIR

Σοί, Κύριε.

To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Yours is the dominion, and Yours is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΧΟΡΟΣ

CHOIR

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰσάκουσόν μου, Κύριε.

Lord, I have cried to You; hear me. Hear me, O Lord. Lord, I have cried to You; hear me. Give heed to the voice of my supplication when I cry to You. Hear me, O Lord. [SAAS]

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε.

Let my prayer be set forth before You as incense, the lifting up of my hands as the evening sacrifice. Hear me, O Lord. [SAAS]

Δείξε Στιχολογίαν

Show Stichologia

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

Set a watch, O Lord, before my mouth, a door of enclosure about my lips.

Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

Incline not my heart to evil words, to make excuses in sins.

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

With men who work lawlessness; and I will not join with their choice ones.

Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

The righteous man shall correct me with mercy, and he shall reprove me; but let not the oil of the sinner anoint my head.

Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

For my prayer shall be intense in the presence of their pleasures. Their judges are swallowed up by the rock.

Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν· ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

They shall hear my words, for they are pleasant. As a clod of ground is dashed to pieces on the earth, so their bones were scattered beside the grave.

Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

For my eyes, O Lord, O Lord, are toward You; in You I hope; take not my soul away.

Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

Keep me from the snares they set for me, and from the stumbling blocks of those who work lawlessness.

Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω.

Sinners shall fall into their own net; I am alone, until I escape.

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

I cried to the Lord with my voice, with my voice I prayed to the Lord.

Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

I shall pour out my supplication before Him; I shall declare my affliction in His presence.

Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

When my spirit fainted within me, then You knew my paths.

Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

For on the way I was going, they hid a trap for me.

Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.

I looked on my right, and saw there was no one who knew me.

Ἀπώλετο φυγὴ ἀπʼ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

Refuge failed me, and there was no one who cared for my soul.

Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

I cried to You, O Lord; I said, “You are my hope, my portion in the land of the living.”

Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

Attend to my supplication, for I was humbled exceedingly.

Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Deliver me from my persecutors, for they are stronger than I.

Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Bring my soul out of prison to give thanks to Your name, O Lord.

Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.

The righteous shall wait for me, until You reward me.

Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.

Out of the depths I have cried to You, O Lord; O Lord, hear my voice.

Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Let Your ears be attentive to the voice of my supplication.

Κρύψε Στιχολογίαν

Hide Stichologia

   

   

Στιχηρὰ τοῦ Προδρόμου.

Stichera for the Forerunner.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἰδιόμελον. Ἦχος πλ. βʹ.

Idiomelon. Mode pl. 2.

Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

If You, O Lord, should mark transgression, O Lord, who would stand? For there is forgiveness with You. [SAAS]

Γενεθλίων τελουμένων, τοῦ ἀναιδεστάτου Ἡρῴδου, τῆς ἀσελγοῦς ὀρχηστρίδος, ἐπληροῦτο ἡ διάθεσις τοῦ ὅρκου· τοῦ γὰρ Προδρόμου ἡ κεφαλὴ ἀποτμηθεῖσα, ὡς ὀψώνιον ἐφέρετο, ἐπὶ πίνακι τοῖς ἀνακειμένοις. Ὢ συμποσίου μισητοῦ, ἀνοσιουργήματος καὶ μιαιοφονίας πλήρους! Ἀλλʼ ἡμεῖς τὸν Βαπτιστήν, ὡς ἐν γεννητοῖς γυναικῶν μείζονα, ἐπαξίως τιμῶντες μακαρίζομεν.

At ignoble Herod’s birthday party, the promiscuous dancer’s wish was promised and granted; and the Forerunner’s head was cut off and brought in on a dish, as her prize, in the presence of the dinner guests. Oh! Unsavory banquet, replete with profanity and bloody murder! But we, for our part, honor the Baptist as is right, and we call him blessed, for among those born of women none is greater than John. [SD]

Ἰδιόμελον. Ἦχος πλ. βʹ.

Idiomelon. Mode pl. 2.

Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Because of Your law, O Lord, I waited for You; my soul waited for Your word. My soul hopes in the Lord. [SAAS]

Γενεθλίων τελουμένων, τοῦ ἀναιδεστάτου Ἡρῴδου, τῆς ἀσελγοῦς ὀρχηστρίδος, ἐπληροῦτο ἡ διάθεσις τοῦ ὅρκου· τοῦ γὰρ Προδρόμου ἡ κεφαλὴ ἀποτμηθεῖσα, ὡς ὀψώνιον ἐφέρετο, ἐπὶ πίνακι τοῖς ἀνακειμένοις. Ὢ συμποσίου μισητοῦ, ἀνοσιουργήματος καὶ μιαιοφονίας πλήρους! Ἀλλʼ ἡμεῖς τὸν Βαπτιστήν, ὡς ἐν γεννητοῖς γυναικῶν μείζονα, ἐπαξίως τιμῶντες μακαρίζομεν.

At ignoble Herod’s birthday party, the promiscuous dancer’s wish was promised and granted; and the Forerunner’s head was cut off and brought in on a dish, as her prize, in the presence of the dinner guests. Oh! Unsavory banquet, replete with profanity and bloody murder! But we, for our part, honor the Baptist as is right, and we call him blessed, for among those born of women none is greater than John. [SD]

Ἰδιόμελον. Ἦχος πλ. βʹ.

Idiomelon. Mode pl. 2.

Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

From the morning watch until night; from the morning watch until night, let Israel hope in the Lord. [SAAS]

Ὠρχήσατο ἡ μαθήτρια, τοῦ παμπονήρου διαβόλου, καὶ τὴν κεφαλήν σου Πρόδρομε, μισθὸν ἀφείλετο. Ὢ συμποσίου πλήρους αἱμάτων! Εἴθε μὴ ὤμοσας Ἡρῴδη ἄνομε, ψεύδους ἔκγονε, εἰ δὲ καὶ ὤμοσας, μὴ εὐώρκησας· κρεῖττον γὰρ ψευσάμενον ζωῆς ἐπιτυχεῖν, καὶ μὴ ἀληθεύσαντα, τὴν κάραν τοῦ Προδρόμου ἀποτεμεῖν. Ἀλλʼ ἡμεῖς τὸν Βαπτιστήν, ὡς ἐν γεννητοῖς γυναικῶν μείζονα, ἐπαξίως τιμῶντες μακαρίζομεν.

The dance of the devil’s disciple ⁄ was rewarded with your head, Forerunner. ⁄ O banquet of blood! ⁄ Would that you had never sworn, deceitful Herod! ⁄ Better for you to lie, than shed righteous blood! ⁄ But let us bless the Baptist, as is his due, ⁄⁄ for he is the greatest born of women! [OCA]

Ἰδιόμελον. Ἦχος πλ. βʹ.

Idiomelon. Mode pl. 2.

Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρʼ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

For with the Lord there is mercy, and with Him is abundant redemption; and He shall redeem Israel from all his transgressions. [SAAS]

Ὠρχήσατο ἡ μαθήτρια, τοῦ παμπονήρου διαβόλου, καὶ τὴν κεφαλήν σου Πρόδρομε, μισθὸν ἀφείλετο. Ὢ συμποσίου πλήρους αἱμάτων! Εἴθε μὴ ὤμοσας Ἡρῴδη ἄνομε, ψεύδους ἔκγονε, εἰ δὲ καὶ ὤμοσας, μὴ εὐώρκησας· κρεῖττον γὰρ ψευσάμενον ζωῆς ἐπιτυχεῖν, καὶ μὴ ἀληθεύσαντα, τὴν κάραν τοῦ Προδρόμου ἀποτεμεῖν. Ἀλλʼ ἡμεῖς τὸν Βαπτιστήν, ὡς ἐν γεννητοῖς γυναικῶν μείζονα, ἐπαξίως τιμῶντες μακαρίζομεν.

The dance of the devil’s disciple ⁄ was rewarded with your head, Forerunner. ⁄ O banquet of blood! ⁄ Would that you had never sworn, deceitful Herod! ⁄ Better for you to lie, than shed righteous blood! ⁄ But let us bless the Baptist, as is his due, ⁄⁄ for he is the greatest born of women! [OCA]

Ἰδιόμελον. Ἦχος πλ. βʹ.

Idiomelon. Mode pl. 2.

Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

Praise the Lord, all you Gentiles; praise Him, all you peoples. [SAAS]

Οὐκ ἔδει σε ὦ Ἡρῴδη, τὸν τῆς μοιχείας ἔλεγχον, διʼ ἔρωτα σατανικόν, καὶ οἶστρον θηλυμανίας, θανάτῳ κατακρῖναι· οὐκ ἔδει σε τούτου τὴν πάντιμον κάραν, παρανόμῳ γυναικί, διʼ ὅρκον ὀρχήσεως, παραδοῦναι σφαλερῶς. Ὤ! πῶς ἐτόλμησας τοιοῦτον φόνον τελέσαι; πῶς δὲ οὐ κατεφλέχθη ἡ ἀσελγὴς ὀρχήστρια, ἐν μέσῳ τοῦ συμποσίου ἐπὶ πίνακι βαστάζουσα ταύτην; Ἀλλʼ ἡμεῖς τὸν Βαπτιστήν, ὡς ἐν γεννητοῖς γυναικῶν μείζονα, ἐπαξίως τιμῶντες μακαρίζομεν.

Herod, in demonic love and fiery passion, ⁄ you condemned him who reproved your adultery. ⁄ For the sake of an oath to a dancing girl, ⁄ you delivered his holy head to that Jezebel. ⁄ Woe to you! How did you dare such murder? ⁄ Why was the wanton dancer not consumed by fire? ⁄ But let us bless the Baptist, as is his due, ⁄⁄ for he is the greatest born of women! [OCA]

Ἰδιόμελον. Ἦχος πλ. βʹ.

Idiomelon. Mode pl. 2.

Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφʼ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

For His mercy rules over us; and the truth of the Lord endures forever. [SAAS]

Πάλιν Ἡρῳδιὰς μαίνεται, πάλιν ταράττεται. Ὢ ὄρχημα δόλιον, καὶ πότος μετὰ δόλου! ὁ Βαπτιστὴς ἀπετέμνετο, καὶ Ἡρῴδης ἐταράττετο. Πρεσβείαις Κύριε τοῦ σοῦ Προδρόμου, τὴν εἰρήνην παράσχου ταῖς ψυχαῖς ἡμῶν.

Once again Herodias is in a rage; once again she is troubled. Oh, dance full of treachery; oh, drinking party of deceit! The Baptist was decapitated, and Herod was agitated. At the intercession of Your Forerunner, O Lord, grant peace to our souls. [SD]

Δόξα.

Glory.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Γενεθλίων τελουμένων, τοῦ ἀναιδεστάτου Ἡρῴδου, τῆς ἀσελγοῦς ὀρχηστρίδος, ἐπληροῦτο ἡ διάθεσις τοῦ ὅρκου· τοῦ γὰρ Προδρόμου ἡ κεφαλὴ ἀποτμηθεῖσα, ὡς ὀψώνιον ἐφέρετο, ἐπὶ πίνακι τοῖς ἀνακειμένοις. Ὢ συμποσίου μισητοῦ, ἀνοσιουργήματος καὶ μιαιοφονίας πλήρους! Ἀλλʼ ἡμεῖς τὸν Βαπτιστήν, ὡς ἐν γεννητοῖς γυναικῶν μείζονα, ἐπαξίως τιμῶντες μακαρίζομεν.

At ignoble Herod’s birthday party, the promiscuous dancer’s wish was promised and granted; and the Forerunner’s head was cut off and brought in on a dish, as her prize, in the presence of the dinner guests. Oh! Unsavory banquet, replete with profanity and bloody murder! But we, for our part, honor the Baptist as is right, and we call him blessed, for among those born of women none is greater than John. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Τίς μὴ μακαρίσει σε, παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος διʼ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλʼ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Who can not call you blessed, O all-holy Virgin? Who can not extol your extraordinary childbirth? The Only-begotten Son, who timelessly shone forth from the Father, ineffably became incarnate and was born from you, O pure one. Being divine by nature, for us He became human by nature, not divided into two persons, but acknowledged in two natures without confusion. To Him pray fervently, O noble and all-blessed Lady, and implore Him to have mercy on our souls. [GOASD]

Ὁ λαὸς ἵσταται διὰ τὴν Εἴσοδον.

Stand for the Entrance.

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΗΣ ΕΙΣΟΔΟΥ

ENTRANCE PRAYER

Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας αἰνοῦμεν, εὐλογοῦμεν, εὐχαριστοῦμεν καὶ δεόμεθά σου, Δέσποτα τῶν ἁπάντων, φιλάνθρωπε Κύριε. Κατεύθυνον τὴν προσευχὴν ἡμῶν ὡς θυμίαμα ἐνώπιόν σου καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τὰς ψυχὰς ἡμῶν· ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν καὶ ἐπὶ σοὶ ἠλπίσαμεν· μὴ καταισχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν.

In the evening, in the morning, and at midday, we praise You, we bless You, we give thanks to You, and we pray to You, Master of all, benevolent Lord. Let our prayer be set forth before You as incense. Incline not our hearts to evil words or thoughts, but deliver us all from those who pursue our souls. For our eyes, O Lord, O Lord, are toward You, and in You we hope. Leave us not embarrassed, O our God.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Ὀρθοί.

Wisdom. Arise.

ΚΛΗΡΟΣ ΚΑΙ ΛΑΟΣ

CLERGY AND PEOPLE

Ἦχος βʹ.

Mode 2.

Φῶς ἱλαρὸν ἁγίας δόξης ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει.

Gladsome light of holy glory of the holy, blessed, heavenly, immortal Father, O Jesus Christ: arriving at the hour of sunset and having seen the evening light, we praise the Father, Son, and Holy Spirit, God. It is worthy for You to be praised at all times with happy voices, O Son of God and Giver of life; * and therefore the world glorifies You. [SD]

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἑσπέρας προκείμενον.

The evening Prokeimenon!

ΧΟΡΟΣ

CHOIR

Προκείμενον. Ἦχος πλ. αʹ.

Prokeimenon. Mode pl. 1.

Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με. (δίς)

Save me, O God, in Your name, and judge me in Your power. (2) [SAAS]

Στίχ. Ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.

Verse: O God, hear my prayer; give ear to the words of my mouth.

Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.

Save me, O God, in Your name, and judge me in Your power.

Τὰ Ἀναγνώσματα

The Readings

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

The reading is from the Prophecy of Isaiah.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ησ 40, 1 καὶ ἐκλογή

Is 40:1 – 5, 9; 41:17b – 18; 45:8; 48:20b – 21a; 54:1

Τάδε λέγει Κύριος· Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός. Οἱ Ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ. Παρακαλέσατε αὐτήν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς· λέλυται γὰρ αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ. Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν. Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας, καὶ ὄψεται πᾶσα σάρξ τὸ σωτήριον τοῦ Θεοῦ. Ἐπʼ ὄρους ὑψηλοῦ ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών, ὕψωσον ἐν ἰσχύϊ τὴν φωνήν σου ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ, ὑψώσατε, μὴ φοβεῖσθε. Ἐγὼ Κύριος ὁ Θεός, ἐγὼ ἐπακούσομαι, ὁ Θεός, Ἰσραήλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς, ἀλλὰ ἀνοίξω ἐκ τῶν ὀρέων ποταμούς, καὶ ἐν μέσῳ πεδίων πηγάς. Ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. Ἀνατειλάτω ἡ γῆ, καὶ βλαστησάτω ἔλεος καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα. Φωνὴν εὐφροσύνης ἀναγγείλατε ἕως ἐσχάτου τῆς γῆς, καὶ ἀκουστὸν γενέσθω τοῦτο. Λέγετε ὅτι ἐῤῥύσατο Κύριος τὸν δοῦλον αὐτοῦ Ἰακώβ. Καὶ ἐὰν διψήσωσι διʼ ἐρήμων, ἐξάξει αὐτοῖς ὕδωρ ἐκ πέτρας. Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βοήθησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα.

Thus says the Lord: “Comfort, yes, comfort My people,” says God. “O priests, speak to the heart of Jerusalem, comfort her, for her humiliation is ended, her sin is pardoned; for she received from the Lord’s hand double for her sins.” The voice of one crying in the wilderness: “Prepare the way of the Lord; make straight the paths of our God. Every valley shall be filled, and every mountain and hill humbled; the crooked places shall be made straight, and the rough places into plains. The glory of the Lord shall be revealed, and all flesh shall see the salvation of God; for the Lord has spoken.” O you who bring good tidings to Zion, go into the high mountain; O you who bring good tidings to Jerusalem, lift up your voice with strength; lift it up, be not afraid. Say to the cities of Judah, “Behold your God.” I, the God of Israel, will not forsake them. But I will open rivers in the mountain and fountains in the midst of the plains. I will make the desert into marsh-meadows, and the dry land into aqueducts. Let heaven above be glad, and let the clouds sprinkle righteousness. Let the earth bring forth mercy and righteousness together. Proclaim a voice of gladness and let it become well known. Proclaim it to the end of the earth, and say, “The Lord delivered His servant Jacob.” If they shall thirst, He will lead them through the desert, and water shall flow from the rock for them. Be glad, O barren woman who does not bear; break forth and cry out, you who are not in travail, for more are the children of the desolate than the children of the married woman. [SAAS]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προφητείας Μαλαχίου τὸ ἀνάγνωσμα.

The reading is from the Prophecy of Malachi.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Μαλ 3 καὶ 4, ἐκλογή.

Mal 3:1a, 2, 3a, 5a, 5c, 6a, 7b, 12a, 17, 18b, 24, 22 – 23

Τάδε λέγει Κύριος παντοκράτωρ· Ἰδοὺ ἐγὼ ἐξαποστελῶ τὸν Ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Καὶ ἥξει εἰς τὸν ναόν ἑαυτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε. Καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; Διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ ἐν χωνευτηρίῳ καὶ ὡς πόα πλυνόντων. Καὶ καθιεῖται χωνεύων, καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον. Καὶ προσελεύσεται πρὸς ἡμᾶς ἐν κρίσει, καὶ ἔσται μάρτυς ταχύς ἐπὶ τοὺς πονηρούς, καὶ ἐπὶ τὰς μοιχαλίδας, καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματι αὐτοῦ ἐπὶ ψευδῆ, καὶ τοὺς μὴ φοβουμένους αὐτόν, λέγει Κύριος παντοκράτωρ. Διότι ἐγὼ Κύριος ὁ Θεός, ὑμῶν, καὶ οὐκ ἡλλοίωμαι καὶ ὑμεῖς υἱοί, Ἰακὼβ ἐξεκλίνατε νόμιμα, καὶ οὐκ ἐφυλάξατε. Διὰ τοῦτο ἐπιστρέψατε πρὸς με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος παντοκράτωρ. Καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος, ἐπιβλέπων ἀναμέσον δικαίου καὶ ἀναμέσον ἀνόμου, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ᾗ ἐγὼ ποιῶ εἰς περιποίησιν τῶν ἀγαπώντων με. Ἐπίγνωτε οὖν, καὶ μνήσθητε τοῦ νόμου Μωσῆ τοῦ δούλου μου, καθότι ἐνετειλάμην αὐτῷ ἐν Χωρήβ, πρὸς πάντα τὸν Ἰσραήλ, προστάγματα καὶ δικαιώματα. Καὶ ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱόν, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην, λέγει Κύριος παντοκράτωρ, ὁ Θεός Ἅγιος Ἰσραήλ.

Thus says the Lord Almighty: “Behold, I send My messenger, and he will prepare the way before Me, and the Lord, whom you seek, will suddenly come into His temple, but who can endure the day of His coming? And who can withstand His appearance? For He enters like a refiner’s fire and as soap in one’s wash. He will sit as a refiner and a purifier of silver and gold. And I will draw near to you in judgment, a swift witness against sorcerers, adulterers, those who swear falsely by My name, and those who do not fear Me,” says the Lord Almighty. “For I am the Lord your God; I have not changed. But you, O sons of Jacob, you have turned away from My ordinances and have not kept them. Return to Me and I will return to you,” says the Lord Almighty. “And all nations will call you blessed. They shall be mine,” says the Lord Almighty, “in the day that I make them My possession, and I will choose them as a man chooses his own son who serves him. Then you shall return, and you will discern between the righteous and the wicked. Be in remembrance of the Law of Moses My servant as I commanded him, with its statutes and judgments, at Horeb for all Israel. Behold, I will send you Elijah before the coming of the great and glorious day of the Lord. And he will turn the heart of the father to his son, and a man’s heart to his neighbor, lest I come and strike the earth completely,” says the Lord Almighty, God, the Holy One of Israel. [SAAS]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.

The reading is from the Wisdom of Solomon.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Σολ 4, ἐκλογή, καὶ 5, 17

WSol 4:7a, 16a, 17a, 19b-20; 5:1 – 7

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι ἐν ἀναπαύσει ἔσται. Κατακρινεῖ δίκαιος ἀποθανὼν τοὺς ζῶντας ἀσεβεῖς· ὄψονται γὰρ τελευτὴν δικαίου, καὶ οὐ μὴ συνήσουσι τί ἐβουλεύσαντο περὶ αὐτοῦ. Ὅτι ῥήξει Κύριος τοὺς ἀσεβεῖς ἀφώνους πρηνεῖς, καὶ σαλεύσει αὐτοὺς ἐκ θεμελίων, καὶ ἕως ἐσχάτου χερσωθήσονται ἐν ὀδύνῃ, καὶ ἡ μνήμη αὐτῶν ἀπολεῖται. Ἐλεύσονται γὰρ ἐν συλλογισμῷ ἁμαρτημάτων αὐτῶν δειλοί, καὶ ἐλέγξει αὐτοὺς ἐξ ἐναντίας τὰ ἀνομήματα αὐτῶν. Τότε στήσεται ἐν παῤῥησίᾳ πολλῇ ὁ δίκαιος κατὰ πρόσωπον τῶν θλιψάντων αὐτόν, καὶ τῶν ἀθετούντων τοὺς πόνους αὐτοῦ, ἰδόντες ταραχθήσονται φόβῳ δεινῷ, καὶ ἐκστήσονται ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας αὐτοῦ. Ἐροῦσι γὰρ ἐν ἑαυτοῖς μετανοοῦντες καὶ διὰ στενοχωρίαν στενάξουσι καὶ ἐροῦσιν. Οὗτος ἦν, ὃν ἔσχομεν ποτε εἰς γέλωτα καὶ εἰς παραβολὴν ὀνειδισμοῦ οἱ ἄφρονες; Τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν, καὶ τὴν τελευτὴν αὐτοῦ ἄτιμον. Πῶς δὲ κατελογίσθη ἐν υἱοῖς Θεοῦ, καὶ ἐν ἁγίοις ὁ κλῆρος αὐτοῦ ἐστιν. Ἄρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας, καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ ἐπέλαμψεν ἡμῖν, καὶ ὁ ἥλιος οὐκ ἀνέτειλεν ἡμῖν. Ἀνομίας ἐνεπλήσθημεν τρίβους καὶ ἀπωλείας, καὶ ὡδεύσαμεν τρίβους ἀβάτους, τὴν δὲ ὁδὸν Κυρίου οὐκ ἔγνωμεν.

But though a righteous man may die before his time, he shall be at rest. But a righteous man who is dead shall condemn the ungodly who are living. For they will see the end of the wise man, but will not understand what the Lord purposed for him, because He will dash them headlong and speechless to the ground and shake them from the foundations. They shall be left dry and barren to the very end; they shall be in pain, and their memory shall perish. They will come with dread in the day of reckoning for their sins, and their lawless deeds will convict them to their face. Then the righteous man will stand with confidence in the presence of those who afflict him; and those who reject his labors, when they see him, will be shaken with dreadful fear; and they shall be amazed at his unexpected salvation. They will speak among themselves with regret, and in anguish of spirit they will groan and say, “This is the man whom we fools once held in derision and made a byword of disgrace. We considered his life to be madness and his death as without honor. How has he been numbered among the sons of God? and how is his portion among the saints? Therefore we went astray from the way of truth, for the light of righteousness did not shine on us, and the sun did not rise upon us. We were satisfied with the paths of lawlessness, and we traveled through impassable deserts; but the way of the Lord we have not known. [SAAS]

Η ΕΚΤΕΝΗΣ

LITANY OF FERVENT SUPPLICATION

ΔΙΑΚΟΝΟΣ

DEACON

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.

Let us all say with all our soul and with all our mind, let us all say.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Lord, Ruler of all, God of our fathers, we pray You, hear us and have mercy.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy.

ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν)

CHOIR (after each petition)

Κύριε, ἐλέησον. (3)

Lord, have mercy. (3)

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

Again we pray for pious and Orthodox Christians.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).

Again we pray for our Archbishop (name).

Ἔτι δεόμεθα ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν τῶν ἱερέων, ἱερομονάχων, διακόνων καὶ μοναχῶν καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Again we pray for our brethren: the priests, the hieromonks, the deacons, the monastics, and all our brotherhood in Christ.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας Ἐκκλησίας ταύτης.

Again we pray for mercy, life, peace, health, salvation, protection, forgiveness, and remission of the sins of the servants of God, all pious Orthodox Christians residing and visiting in this city: the parishioners, the members of the parish council, the stewards, and benefactors of this holy church.

Ἔτι δεόμεθα ὑπέρ τῶν μακαρίων καὶ ἀειμνήστων κτιτόρων τῆς ἁγίας Ἐκκλησίας (ἢ τῆς ἁγίας μονῆς) ταύτης καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων.

Again we pray for the blessed and ever-memorable founders of this holy church, and for all our fathers and brethren who have fallen asleep before us, who here have been piously laid to their rest, as well as the Orthodox everywhere.

Ἔτι δεόμεθα ὑπὲρ τῶν καρποφορούντων καὶ καλλιεργούντων ἐν τῷ ἁγίῳ καὶ πανσέπτῳ ναῷ τούτῳ, κοπιώντων, ψαλλόντων καὶ ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομένου τὸ παρὰ σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Again we pray for those who bear fruit and do good works in this holy and all-venerable church, for those who labor and those who sing, and for the people here present who await Your great and rich mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are merciful and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς εὐχῆς.

Stand for the reading of prayer.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ( Ἀμήν. )

O Lord, keep us this evening without sin. Blessed are you, O Lord, God of our fathers, and praised and glorified is your name to the ages. Amen. O Lord, let your mercy be upon us for we have set our hope in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, Master, grant me understanding of your commandments. Blessed are you, Holy One, enlighten me with your commandments. Lord, your mercy is forever. Do not despise the works of your hands. To you is due praise, to you is due song, to you is due glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. ( Amen. ) [HC]

ΤΑ ΠΛΗΡΩΤΙΚΑ

LITANY OF COMPLETION

ΔΙΑΚΟΝΟΣ

DEACON

Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Let us complete our evening prayer to the Lord.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὴν ἑσπέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That the whole evening may be perfect, holy, peaceful, and sinless, let us ask the Lord.

ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν)

CHOIR (after each petition)

Παράσχου, Κύριε.

Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord.

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For pardon and remission of our sins and transgressions, let us ask the Lord.

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord.

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord.

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ· Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are good and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

ΙΕΡΕΥΣ· Εἰρήνη πᾶσι.

PRIEST: Peace be with all.

ΧΟΡΟΣ· Καὶ τῷ πνεύματί σου.

CHOIR: And with your spirit.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Let us bow our heads to the Lord.

ΧΟΡΟΣ· Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου· σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν· οὓς διαφύλαξον ἐν παντὶ καιρῷ καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας διαβολικῆς καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.

Lord our God, who inclined the heavens and came down for the salvation of humankind, look upon Your servants and Your inheritance; for they have bowed their heads and bent their necks to You, the fearsome yet compassionate Judge, not expecting human help, but awaiting Your mercy and anticipating Your salvation. Guard them at all times, this evening and the coming night, from every enemy, from all demonic activity against them, from unprofitable reflections, and from wicked thoughts.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed and glorified be the majesty of Your kingdom, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

Ἡ Λιτὴ καὶ Ἀρτοκλασία.

Litany and Blessing of Loaves.

ΧΟΡΟΣ

CHOIR

Ἰδιόμελον Αʹ.

Idiomelon 1.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος αʹ.

Mode 1.

Τί σε καλέσωμεν Προφῆτα; Ἄγγελον, Ἀπόστολον, ἢ Μάρτυρα; Ἄγγελον, ὅτι ὡς ἀσώματος διήγαγες, Ἀπόστολον, ὅτι ἐμαθήτευσας τὰ ἔθνη, Μάρτυρα δέ, ὅτι σοῦ ἡ κεφαλὴ ὑπὲρ Χριστοῦ ἐτμήθη. Αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

What shall we call you, Prophet? ⁄ Angel, apostle, martyr: ⁄ Angel, for you have spent your life like those who have no body. ⁄ Apostle, for you have taught the nations, ⁄ and martyr, for your head has been cut off for the sake of Christ. ⁄⁄ Pray to Him then that our souls may be granted great mercy. [OCA]

Ἰδιόμελον Βʹ.

Idiomelon 2.

Ἦχος αʹ.

Mode 1.

Τῆς ἀποτμηθείσης κεφαλῆς τοῦ Προδρόμου, τὰ μνημόσυνα τελέσωμεν, ποτὲ μὲν ἐπὶ πίνακι ἐκβλυζούσης αἵματα, νυνὶ δὲ ἐν τοῖς πέρασι προχεούσης ἰάματα.

We now celebrate the memorial of the beheading of the Forerunner: ⁄ At that time you gushed forth blood upon the platter, ⁄⁄ and now you pour forth healing to the ends of the earth! [OCA]

Ἰδιόμελον Γʹ.

Idiomelon 3.

Ἦχος αʹ.

Mode 1.

Σήμερον ἡ ἀνοσιουργότροπος μήτηρ τοῦ φόνου, τὴν ἐξ ἀνόμου συμπλοκῆς, αὐτῆς πανασελγῆ θυγατέρα. Κατὰ τοῦ πάντων τῶν Προφητῶν, θεοπροκρίτου μείζονος, φονοτρόπῳ συμβουλῇ ἐσκευώρητο. Τοῦ γὰρ ἐχθίστου Ἡρῴδου τελοῦντος συμπόσιον τοῦ Ἑαυτοῦ ἀθεμίτου γενεθλίου, μεθʼ ὅρκου αἰτήσασθαι παρεσκεύασε, τὴν θαυματόβρυτον τοῦ θεοκήρυκος τιμίαν κεφαλήν, ὃ καὶ τετέλεκεν ὁ παράφρων, θυμελικοῦ ὀρχήματος δοὺς αὐτὴν ἀντίμισθον, εὐορκίας χάριν, ὅμως οὐκ ἐπαύσατο ὁ μύστης τῆς Χριστοῦ παρουσίας, τὴν θεοστυγῆ μίξιν αὐτῶν, καὶ μετὰ τὸ τέλος στηλιτεύειν, ἀλλʼ ἐλέγχων ἐβόα· Οὐκ ἔξεστί σοι, λέγων, μοιχεύειν τοῦ ἀδελφοῦ σου Φιλίππου τὴν γυναῖκα. Ὢ γενεθλίου προφητοκτόνου, καὶ αἱμάτων γέμοντος συμποσίου! Ἡμεῖς δὲ εὐσεβοφρόνως, ἐν τῇ ἀποτομῇ τοῦ Προδρόμου, λευχειμονοῦντες ἑορτάσωμεν, ὡς ἐν εὐσήμῳ ἡμέρᾳ ἀγαλλιώμενοι, καὶ αἰτησώμεθα τοῦτον, ἐξευμενίσαι τὴν Τριάδα, τῶν παθῶν τῆς ἀτιμίας ῥύσασθαι ἡμᾶς, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Today the mother of murder ⁄ acting with more wickedness than has ever been seen, ⁄ has roused her utterly wanton daughter ⁄ to evil against the divinely-chosen and greatest of all the prophets. ⁄ For while hateful Herod was celebrating his ungodly birthday ⁄ she contrived according to the oath he had given her for her dancing, ⁄ to beg for the precious head of the herald of God, ⁄ that gushed forth miracles. ⁄ And he, quite mad, fulfilled his promise ⁄ and gave her the sworn reward of her dancing. ⁄ But the initiate of the coming of Christ ⁄ ceased not after death to rebuke them for their abominable union, ⁄ but reproved them loudly, saying: ⁄ It does not become you to commit adultery with the wife of your brother Philip. ⁄ What birthday, killer of prophets and feast full of blood! ⁄ Let us with reverent minds ⁄ making ourselves white as snow, ⁄ rejoice on this day and keep feast. ⁄ And let us ask the Forerunner to propitiate the Trinity for us ⁄⁄ to be delivered from the disgrace of the passions and to save our souls! [OCA]

Δόξα.

Glory.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Τῆς ἀνόμου πράξεως, τοὺς ἐλέγχους ἐκφυγεῖν ὁ Ἡρῴδης βουληθείς, τὴν κεφαλήν σου Πρόδρομε, παρανόμῳ γυναικὶ παρεδίδου σφαλερῶς· οὐ γὰρ ἐπέγνω ὁ δείλαιος στηλιτεύων ἑαυτόν, ἐπὶ δίσκου περιφέρων αὐτήν. Ἀλλʼ ὡς ἁγνείας πρακτικὸς διδάσκαλος, καὶ μετανοίας ὁδηγὸς σωτήριος, πρέσβευε Βαπτιστὰ τῷ Χριστῷ, ἐκ τῶν παθῶν τῆς ἀτιμίας λυτρώσασθαι ἡμᾶς.

Herod, intending to escape reproaches for his sinful doings, ⁄ gave your head, Forerunner, to a lawless woman. ⁄ For the wretched man did not know ⁄ that in having it carried round on a platter he was rebuking himself. ⁄ But as teacher of purity and guide to redeeming repentance, ⁄ Baptist, intercede with Christ for us ⁄⁄ to be delivered from the disgrace of the passions! [OCA]

Καὶ νῦν.

Both now.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Now we call you blessed, O Virgin Theotokos, and we glorify you, duty-bound as believers; the city unshakable, the wall indestructible, the firm and steadfast protection, and the place of refuge for our souls. [SD]

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy.

ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν)

CHOIR (after each petition)

Κύριε, ἐλέησον. (3)

Lord, have mercy. (3)

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

Again we pray for pious and Orthodox Christians.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).

Again we pray for our Archbishop (name).

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτῃ, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τῆς ἁγίας Ἐκκλησίας ταύτης, καὶ τῶν δούλων τοῦ Θεοῦ […] τῶν ἐπιτελούντων τὴν πανήγυριν ταύτην.

Again we pray for mercy, life, peace, health, salvation, protection, forgiveness, and remission of the sins of the servants of God, all pious Orthodox Christians residing and visiting in this city: the parishioners, the members of the parish council, the stewards, and benefactors of this holy church, and the servants of God […] who are celebrating this feast.

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν Ἁγίαν τοῦ Χριστοῦ Μεγάλην Ἐκκλησίαν, τὴν Ἱερὰν ἡμῶν Ἀρχιεπισκοπήν (καὶ τὴν Ἱερὰν ταύτην Μητρόπολιν), καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν, ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καὶ αἰφνιδίου θανάτου· ὑπὲρ τοῦ ἵλεων, εὐμενῆ καὶ εὐδιάλλακτον γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καὶ διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον τὴν καθʼ ἡμῶν κινουμένην, καὶ ρύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.

Again we pray for the protection of the Holy and Great Church of Christ, our Sacred Archdiocese (and this Sacred Metropolis), this city and every city and land, from wrath, famine, pestilence, earthquake, flood, fire, sword, foreign invasion, civil strife, and accidental death. That our good and benevolent God may be merciful, gracious, and forgiving, and may divert and disperse all anger and disease coming against us, and deliver us from His impending justified threat and have mercy on us.

Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.

Again we pray that the Lord our God may hear the prayer of us sinners, and have mercy on us.

ΙΕΡΕΥΣ

PRIEST

Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν· καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα, ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς. Ἐλεήμων γὰρ καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Hear us, O God our Savior, the hope of all the ends of earth and of those far off at sea, and forgive us, O Master, forgive us our sins, and have mercy on us. For You are merciful and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη πᾶσι.

Peace be with all.

ΧΟΡΟΣ

CHOIR

Καὶ τῷ πνεύματί σου.

And with your spirit.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Let us bow our heads to the Lord.

ΧΟΡΟΣ

CHOIR

Σοί, Κύριε.

To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Δέσποτα πολυέλεε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν,

Most merciful Master, Lord Jesus Christ our God,

πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος πατριαρχῶν Ἀλεξανδρίας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ μυροβλήτου, Θεοδώρου τοῦ τήρωνος, Θεοδώρου τοῦ στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων σου τῶν ἁγίων·

through the intercessions of our all-immaculate Lady Theotokos and ever-virgin Mary, by the power of the precious and life-giving Cross, the protection of the honorable, heavenly, bodiless powers, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, whose memory we celebrate; the holy, glorious, and praiseworthy apostles, our fathers among the saints, the great hierarchs and ecumenical teachers Basil the Great, Gregory the Theologian, and John Chrysostom; Athanasios, Cyril, and John the Merciful, patriarchs of Alexandria, Nicholas, bishop of Myra, Spyridon, bishop of Trimythous, Nektarios of Pentapolis, the wonderworkers; the holy, glorious, great martyrs George the triumphant, Demetrios the myrrh-streamer, Theodore the soldier, and Theodore the general; Menas the wonderworker; Charalambos and Eleutherios, the hieromartyrs; the holy, glorious, and victorious martyrs; the glorious great Martyr and all-laudable Euphemia; the holy and glorious Martyrs Thecla, Barbara, Anastasia, Katherine, Kyriake, Fotene, Marina, Paraskeve and Irene; our venerable and God-bearing fathers; (local patron saint); holy and righteous ancestors of God Joachim and Anna; and all Your saints:

εὐπρόσδεκτον ποίησον τὴν δέησιν ἡμῶν· δώρησαι ἡμῖν τὴν ἄφεσιν τῶν παραπτωμάτων ἡμῶν· σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου· ἀποδίωξον ἀφʼ ἡμῶν πάντα ἐχθρὸν καὶ πολέμιον· εἰρήνευσον ἡμῶν τὴν ζωήν· Κύριε, ἐλέησον ἡμᾶς καὶ τὸν κόσμον σου, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Accept our prayer; grant us forgiveness of our transgressions; protect us under the shelter of Your wings; drive away from us every enemy and adversary; grant peace to our life; Lord, have mercy on us and on Your world; and save our souls, as You are good and benevolent.

ΙΕΡΕΥΣ ἤ· ΧΟΡΟΣ

PRIEST or: CHOIR

Ὕμνος εἰς τὴν Θεοτόκον.

Hymn to the Theotokos.

Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.

O Virgin Theotokos, rejoice, Mary full of grace. The Lord is with you. Blessed are you among women, and blessed is the fruit of your womb; for you have borne the Savior of our souls. [SD]

ΔΙΑΚΟΝΟΣ

DEACON

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Εὐχὴ τῆς Ἀρτοκλασίας.

Blessing of the Loaves.

Κύριε, Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ εὐλογήσας τοὺς πέντε ἄρτους ἐν τῇ ἐρήμῳ καὶ ἐξ αὐτῶν πεντακισχιλίους ἄνδρας χορτάσας, αὐτὸς εὐλόγησον καὶ τοὺς ἄρτους τούτους, τὸν σῖτον, τὸν οἶνον καὶ τὸ ἔλαιον· καὶ πλήθυνον αὐτὰ ἐν τῇ πόλει (ἢ τῇ ἁγίᾳ μονῇ) ταύτῃ, καὶ τῷ κόσμῳ σου ἅπαντι· καὶ τοὺς ἐξ αὐτῶν μεταλαμβάνοντας πιστοὺς δούλους σου ἁγίασον.

Lord, Jesus Christ our God, who in the wilderness blessed the five loaves and from them satisfied five thousand men, we pray You bless these loaves, this wheat, wine, and oil, and multiply them in this city, and throughout Your world; and sanctify Your faithful servants who partake of them.

Ὅτι σὺ εἶ ὁ εὐλογῶν καὶ ἁγιάζων τὰ σύμπαντα, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are He who blesses and sanctifies all things, Christ our God, and to You we offer up glory with Your Father who is without beginning and Your all-holy, good, and life-creating Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΚΛΗΡΟΣ

CLERGY

Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.

Rich men turned poor and went hungry; but those who seek the Lord shall not lack any good thing. [SAAS]

ΧΟΡΟΣ

CHOIR

Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. (δίς)

Rich men turned poor and went hungry; but those who seek the Lord shall not lack any good thing. (2) [SAAS]

ΧΟΡΟΣ

CHOIR

Ἀπόστιχα.

Aposticha.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἰδιόμελον Αʹ. Ἦχος βʹ.

Idiomelon 1. Mode 2.

Τῆς μετανοίας ὁ κήρυξ, Ἰωάννη Βαπτιστά, ἐκτμηθείς σου τὴν κάραν, τήν, γῆν ἡγίασας, ὅτι τὸν νόμον τοῦ Θεοῦ τοῖς πιστοῖς ἐτράνωσας, καὶ παρανομίαν ἐξηφάνισας. Ὡς παρεστηκὼς τῷ θρόνῳ τοῦ ἐπουρανίου Βασιλέως Χριστοῦ, αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

O Baptist John, preacher of repentance, when your head was cut off you sanctified the earth, for you spread the Law of God to the faithful, and made lawlessness disappear. As one present at the throne of Christ, the heavenly King, plead with Him to have mercy on our souls. [SD]

Ἰδιόμελον Βʹ. Ἦχος βʹ.

Idiomelon 2. Mode 2.

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Verse: The righteous shall flourish like a palm tree; he shall be multiplied like the cedar in Lebanon. [SAAS]

Διὰ τὸν νόμον Κυρίου, τὴν κεφαλὴν ἀπετμήθης, ὦ πανάγιε Ἰωάννη. Ἤλεγξας βασιλέα δυσσεβῆ παρανομήσαντα, παῤῥησίᾳ, ἀμέμπτῳ· διὸ θαυμάζουσί σε στρατιαὶ τῶν Ἀγγέλων, δοξάζουσί σε χοροὶ τῶν Ἀποστόλων καὶ Μαρτύρων, τιμῶμέν σου καὶ ἡμεῖς τὴν ἐτήσιον μνήμην πανένδοξε, δοξάζοντες τὴν Ἁγίαν Τριάδα, τὴν σὲ στεφανώσασαν Πρόδρομε μακάριε.

Most holy John, ⁄ you were beheaded for the sake of the law. ⁄ Filled with the boldness of purity, ⁄ you rebuked the evil king for his transgression. ⁄ The host of angels marvel at your strength; ⁄ the choir of apostles and martyrs praise you. ⁄ We also honor your annual memory, ⁄ glorifying the holy Trinity who crowned you, ⁄⁄ most blessed Forerunner! [OCA]

Ἰδιόμελον Γʹ. Ἦχος βʹ.

Idiomelon 3. Mode 2.

Στίχ. Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ καὶ ἐλπιεῖ ἐπʼ αὐτόν.

Verse: The righteous man shall be glad in the Lord, and shall hope in Him. [SAAS]

Ὁ ἐκ Προφήτου Προφήτης, καὶ μείζων Προφητῶν γενόμενος, ἐκ κοιλίας μητρὸς ὁ ἡγιασμένος, εἰς ὑπουργίαν Κυρίου, σήμερον ὑπʼ ἀνόμου βασιλέως, τὴν κάραν ἀπετμήθη, καὶ τὴν ἀσέμνως ὀρχησαμένην κόρην, τρανῶς καὶ πρὸ τῆς ἐκτομῆς, καὶ μετὰ τὴν ἐκτομὴν διελέγξας, ᾔσχυνε τῆς ἁμαρτίας τὴν φάλαγγα· καὶ διὰ τοῦτο βοῶμεν, Βαπτιστὰ Ἰωάννη, ὡς ἔχων παῤῥησίαν, ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

You were greater than all the prophets, ⁄ sanctified from your mother’s womb to the Lord’s service. ⁄ Today your blood is shed by the wicked king, ⁄ but your death shames the sin of the wanton dancer. ⁄⁄ Baptist John, pray that our souls may be saved! [OCA]

Δόξα.

Glory.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Πρόδρομε τοῦ Σωτῆρος, σὺ βασιλεῖς ἤλεγξας, παρανομίαν μὴ ἐργάζεσθαι, διὸ παίγνιον ἀνόμου γυναικός, ἔπεισε τὸν Ἡρῴδην ἀποτεμεῖν σου τὴν κεφαλήν· καὶ διὰ τοῦτο ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν, αἰνετὸν τὸ ὄνομά σου. Παῤῥησίαν ἔχων πρὸς Κύριον, ἐκτενῶς ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

O Forerunner of the Savior, you warned the royal family not to break the law; and thus the party game of a lawless woman compelled Herod to cut off your head. And that is why your name is praised, from east to west and the whole world over. As you speak freely with the Lord, we pray you earnestly entreat Him for the salvation of our souls. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἦχος πλ. δʹ.

Mode pl. 4.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε· ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

All-blameless Virgin, who did not know man yet ineffably conceived God in the flesh, Mother of God Most High, hear our supplications when we pray to you, who provide the cleansing of offenses to all. Again we pray you, receive us who now entreat you, and implore your Son to save us all. [GOASD]

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῶν εὐχῶν.

Stand for the reading of prayers

ΙΕΡΕΥΣ

PRIEST

ᾨδὴν τοῦ Θεοδόχου Συμεών

Song of Simeon

Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Lord, now You are letting Your servant depart in peace, according to Your word; for my eyes have seen Your salvation which You have prepared before the face of all peoples. A light to bring revelation to the Gentiles, and the glory of Your people Israel. [NKJV]

ΛΑΟΣ

PEOPLE

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

Ἀπολυτίκιον.

Apolytikion.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος βʹ.

Mode 2.

Μνήμη Δικαίου μέτʼ ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾍδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

The memory of the just is observed with hymns of praise; for you suffices the testimony of the Lord, O Forerunner. You have proved to be truly more ven’rable than the Prophets, since you were granted to baptize in the river the One whom they proclaimed. Therefore, when for the truth you had contested, rejoicing, to those in Hades you preached the Gospel, that God was manifested in the flesh, and takes away the sin of the world, and grants to us the great mercy. [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Ἦχος βʹ.

Mode 2.

Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια· τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

All surpassing every thought, all surpassing glorious, O Theotokos, are your mysteries. With your chastity sealed and your virginity preserved, still you are a mother in truth, for to the true God you gave birth. We pray you fervently entreat Him to save our souls. [GOASD]

ΙΕΡΕΥΣ· Τοῦ Κυρίου δεηθῶμεν.

PRIEST: Let us pray to the Lord.

ΧΟΡΟΣ· Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφʼ ὑμᾶς τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

May the blessing and the mercy of the Lord come upon you by His divine grace and love for humankind, always, now and ever and to the ages of ages.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ

HIERARCH or READER

Στερεώσαι Κύριος ὁ Θεός τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν σὺν τῇ ἁγίᾳ αὐτοῦ Μεγάλῃ Ἐκκλησίᾳ, τῇ ἱερᾷ ἡμῶν Ἀρχιεπισκοπῇ, [τῇ ἱερᾷ Μητροπόλει ταύτῃ] καὶ τῇ πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων.

The Lord God make firm the holy and pure faith of the pious Orthodox Christians, together with the Holy and Great Church of Christ, our Sacred Archdiocese, [this Sacred Metropolis,] and this city, to the ages of ages.

ΧΟΡΟΣ· Ἀμήν.

CHOIR: Amen.

ΙΕΡΕΥΣ

PRIEST

Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, O Christ our God. Glory to You.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, whose memory we celebrate; of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.