Βιβλία - Πηγαί

Books - Sources

Ὡρολόγιον - Μεσονυκτικόν

Horologion - Midnight Office

Τῆς Κυριακῆς

For Sunday

Ὀκτώηχος - Ἦχος πλ. δʹ.

Octoechos - Mode pl. 4.

Τῇ Κυριακῇ Πρωΐ

On Sunday Morning

__________

__________

   

   

ΜΕΣΟΝΥΚΤΙΚΟΝ

MIDNIGHT OFFICE

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is our God always, now and ever and to the ages of ages.

( Ἀμήν. )

( Amen. )

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, O God, glory to You.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῷσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Heavenly King, Comforter, Spirit of Truth, present in all places and filling all things, treasury of good things and giver of life: come; take Your abode in us; cleanse us of every stain, and save our souls, O Good one. [GOA]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. [GOA]

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν. Κύριε, ἐλέησον. (ιβʹ)

Amen. Lord, have mercy. (12)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before Christ God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Come, let us worship and bow down before Him, Christ our King and God.

Ψαλμὸς Nʹ (50).

Psalm 50 (51).

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS]

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

ΧΟΡΟΣ

CHOIR

Κανὼν Τριαδικός.

Canon for the Trinity.

ᾨδὴ αʹ.

Ode i.

Ἦχος πλ. δʹ. Ἁρματηλάτην Φαραώ.

Mode pl. 4. N/M (The rod of Moses.)

Ἁρματηλάτην Φαραώ.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Τῷ τρισηλίῳ Βασιλεῖ καὶ πρύτανι, καὶ προμηθεῖ τοῦ παντός, καὶ ἀγαθῷ μόνῳ, φυσικῶς ὑπάρχοντι, καὶ ἑνιαίαν ἔχοντι, τῆς Θεότητος δόξαν, Θεῷ Μονάρχῃ προσπίπτομεν, ὕμνον τὸν τρισάγιον ᾄδοντες.

We come before the tri-solar King and Lord, who provides for all. He alone is good by nature and He has the unitary glory of the Godhead. He is God and monarch. To Him we sing the thrice-holy hymn. [SD]

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Ῥήσεις τὰς θείας, καὶ χρησμοὺς τοὺς ἄνωθεν, μεμυημένοι σαφῶς, θεαρχικὴν φύσιν, ἑνικὴν δοξάζομεν, ἀΐδιον συνάναρχον, ἐν τρισὶ τοῖς προσώποις, Πατρὶ Υἱῷ καὶ τῷ Πνεύματι, δημιουργικήν, παντοδύναμον.

By God-inspired sayings and prophecies from on high, we have been clearly instructed to glorify in three persons, Father, Son, and Spirit, the one divinely sovereign, omnipotent, eternal, creative, co-beginningless nature. [SD]

Δόξα.

Glory.

Ἱερομύστης Ἀβραὰμ γενόμενος, ἱεροτύπως τὸ πρίν, τὸν Ποιητὴν πάντων καὶ Θεὸν καὶ Κύριον, τρισὶ μὲν ὑποστάσεσιν, ὑπεδέξατο χαίρων, τῶν δὲ τριῶν ὑποστάσεων, κράτος ἑνιαῖον ἐγνώρισεν.

Of old, when Abraham joyfully gave hospitality in a sacred type to God, the Creator of all, the Lord in three hypostases, he came to know the single dominion of the three hypostases, and thus he became an initiate of sacred mysteries. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ἀπειρογάμως τὸν Χριστὸν ἐκύησας, τὸν καθʼ ἡμᾶς διʼ ἡμᾶς, εἰληφότα φύσιν, Πάναγνε καὶ ἄτρεπτον, κατʼ ἄμφω διαμείναντα, ὃν δυσώπει ἀπαύστως, ἁμαρτιῶν μοι δωρήσασθαι, καὶ τῶν πειρασμῶν ἀπολύτρωσιν.

O all-pure Lady, you remained a virgin and yet gave birth to Christ. For our sake, He assumed our nature, and after as before He remained unchanged. I pray you unceasingly entreat Him to forgive me my sins and to deliver me from temptations. [SD]

ᾨδὴ γʹ.

Ode iii.

Ἦχος πλ. δʹ. Ὁ στερεώσας κατʼ ἀρχάς.

Mode pl. 4. N/M (In the beginning.)

Ὁ στερεώσας κατʼ ἀρχάς.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Σὲ τὸν ἀπρόσιτον Θεόν, καὶ Βασιλέα τῆς δόξης, ἐπὶ θρόνου Ἠσαΐας κατεῖδεν, ὑψηλοῦ καὶ Χερουβείμ, καὶ Σεραφεὶμ δοξάζοντα, ἀκαταπαύστοις ὕμνοις, μοναδικόν τρισυπόστατον.

The Prophet Isaiah saw You, the unapproachable God and King of glory, seated on a lofty throne, as Cherubim and Seraphim with unceasing hymns glorified You, the Monad in three hypostases. [SD]

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Μόνον πατρόθεν ὡς ἐκ Νοῦ, γεγεννημένον τὸν Λόγον, καὶ τὸ Πνεῦμα προελθὸν ἀποῤῥήτως, καταλλήλοις λογισμοῖς, καὶ γραφικοῖς διδάγμασι, κατειληφότες ἕνα, Θεόν τρισήλιον σέβομεν.

The Logos alone was begotten of the Father as from a Mind, and the Spirit also proceeded from Him ineffably. We have understood this from correct reasoning and the teachings of Scripture, and thus we worship one tri-solar God. [SD]

Δόξα.

Glory.

Ὁ ὢν ἀγέννητος Πατήρ, καὶ τῆς ἰδίας οὐσίας, τὸ ἀπαύγασμα γεννήσας ἀῤῥεύστως, τὸν Υἱὸν φῶς ἐκ φωτός, ἐκπορευτῶς προβάλλεται, συμφυὲς φῶς τὸ Πνεῦμα, τὸ παντουργόν καὶ ὁμότιμον.

The One who is the unbegotten Father begets the Son without change, light from light, and sends forth by procession the Spirit, consubstantial light, omnificent and equal in honor. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ναὸς ἐδείχθης καθαρός, Παρθενομῆτορ Μαρία, τοῦ τὰ πάντα πανσθενῶς καὶ πανσόφως, ὑποστήσαντος Χριστοῦ, καὶ τάξαντος καὶ φέροντος, ὃν ἐξιλέωσαί μοι, ταῖς μητρικαῖς σου δεήσεσι.

O Virgin Mother Mary, you became the pure temple of Christ. He brought all things into being and ordered them and sustains them, omnificently and omnisciently. I pray you, as His Mother, to ask Him to be gracious to me. [SD]

Κάθισμα.

Kathisma.

Ἦχος πλ. δʹ. Τὸ προσταχθέν.

Mode pl. 4. N/M (When he perceived.)

Τὸ προσταχθέν.

Τῆς τρισηλίου καὶ σεπτῆς τελεταρχίας, τὰς δυναστείας οἱ πιστοὶ νῦν εὐφημοῦμεν, ὅτι νεύματι μόνῳ τὸ πᾶν συνέστησε, τὰς ἄνω χοροστασίας Ἀγγελικάς, τὰς κάτω Ἱεραρχίας Ἐκκλησιῶν, τοῦ κραυγάζειν· τὸ Ἅγιος, Ἅγιος, Ἅγιος, εἶ, Θεὲ Ὑπεράγαθε, δόξα, ὕμνος τῷ κράτει σου.

We believers now extol the mighty deeds of the tri-solar Godhead and Creator. By will alone, the God established all things: the angelic hosts on high, and the hierarchies of the churches down on earth; so that all may sing, “Holy, Holy, Holy are You, O supremely-good God! To Your dominion be glory and praise!” [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Ἦχος πλ. δʹ. Τὸ προσταχθέν.

Mode pl. 4. N/M (When he perceived.)

Τὸν ἀναλλοίωτον Θεὸν ἡ τετοκυῖα, ἀλλοιουμένην εἰς ἀεὶ τῇ ἁμαρτίᾳ, ταῖς προσβολαῖς τοῦ δολίου καὶ τῇ ῥαθυμίᾳ, στερέωσον τὴν καρδίαν μου Ἀγαθή, πρεσβείαις ταῖς μητρικαῖς σου, ὅπως κᾀγώ, εὐχαρίστως κραυγάζω σοι· Θεογεννῆτορ Μαριάμ, ἐλέησον τὴν ποίμνην σου, ἣν ἐκτήσω Πανάμωμε.

Good Lady, who gave birth to immutable God, my heart is ever being influenced by sin and the assaults of the devil, and it succumbs to laziness. I pray that by your maternal intercessions you strengthen it, so that with gratitude I may sing to you: All-blameless Mary, Mother of God, have mercy on your flock, which He has given you to have and hold. [SD]

ᾨδὴ δʹ.

Ode iv.

Ἦχος πλ. δʹ. Σύ μου ἰσχύς.

Mode pl. 4. N/M (You are my strength.)

Σύ μου ἰσχύς.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Ἀνατολή, δικαισύνης φανείς Χριστός, τοῖς ἐν σκότει, πᾶσαν διεσκέδασε, τὴν ἀφεγγῆ νύκτα τῶν παθῶν, καὶ δικαιοσύνης, τὸν Ἥλιον ἐξανέτειλεν, ἁπλοῦν μὲν κατʼ οὐσίαν, τριλαμπῆ δὲ προσώποις· ὃ ὑμνοῦμεν ἀεὶ καὶ δοξάζομεν.

When Christ, the Sunrise of righteousness, appeared to those in darkness, He dispelled the long unlit night of the passions, and He brought the rising of the Godhead’s light, simple in essence, thrice-radiant in rays, which we ever extol and glorify. [SD]

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Σεραφικοῖς, στόμασι τὸν ἀνυμνούμενον, τοῖς πηλίνοις, χείλεσι δοξάζομεν, μοναδικόν, καὶ τριαδικόν, Κύριον τῆς δόξης, τῇ φύσει καὶ ὑποστάσεσι, βοῶντες· Ὦ Παντάναξ, τοῖς σοῖς δούλοις παράσχου, τῶν ποικίλων πταισμάτων συγχώρησιν.

The Lord of glory, Trinity in persons, in nature simple and unapproachable, is extolled by the mouths of Seraphim, and glorified by our lips of clay, as we say, “O King of all, to Your servants grant mercy and forgiveness of sins.” [SD]

Δόξα.

Glory.

Συνεκτική, πάντων τῶν ὄντων ἀόρατε, πανοικτίρμον, εὔσπλαγχνε φιλάνθρωπε, Τριὰς σεπτὴ καὶ θεαρχική, μή μου ἐπιλάθῃ, τοῦ σοῦ οἰκέτου τὸ σύνολον, μηδὲ διασκεδάσῃς ἣν διέθου σοῖς δούλοις, διαθήκην διʼ ἄφατον ἔλεος.

O invisible, divine, and Holy Trinity, humane, compassionate, and all-merciful, You sustain all beings. Please do not completely forget me, Your supplicant. Please do not annul the covenant You made with Your servants in Your ineffable mercy. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ὡραίαν σε, Πάναγνε μόνην εὑράμενος, ἐξ αἰῶνος, Λόγος ὁ προάναρχος, τὴν Ἰακὼβ Κόρη καλλονήν, καὶ ἐν σοὶ σκηνώσας, διʼ εὐσπλαγχνίαν ἀνέπλασε, τὴν φύσιν τῶν ἀνθρώπων, ὃν δυσώπει ἀπαύστως, ἀπὸ πάσης ῥυσθῆναί με θλίψεως.

The pre-eternal Logos found you alone from all time to be beautiful, like that beauty of Jacob, and He dwelt in you, all-pure Virgin, where, in His compassion, he refashioned human nature. Unceasingly entreat Him to rescue me from all distress. [SD]

ᾨδὴ εʹ.

Ode v.

Ἦχος πλ. δʹ. Ἵνα τί με ἀπώσω.

Mode pl. 4. N/M (Why reject me.)

Ἵνα τί με ἀπώσω.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Συναΐδια τρία, πρόσωπα δοξάζομεν, ἕνα δὲ Κύριον, σὲ τὴν θείαν φύσιν, διαιροῦντες ἁπλῶς καὶ συνάπτοντες, καὶ πιστῶς βοῶμεν· θεαρχικὴ Τριὰς ἁγία, τοὺς σούς δούλους ἐκ θλίψεως λύτρωσαι.

We glorify You, three co-eternal persons, yet one Lord, the divine nature, simply distinguishing and uniting. And with faith we sing, O divine Holy Trinity, rescue Your servants from distress. [SD]

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Ὀλοφύρομαι σφόδρα, διὰ τὴν ἀσθένειαν τῆς διανοίας μου, πῶς μὴ θέλων πάσχω, τὴν ἀβούλητον ὄντως ἀλλοίωσιν· διὰ τοῦτο κράζω· Ζωαρχικὴ Τριὰς ἁγία, τῶν καλῶν ἐν τῇ στάσει με σύνταξον.

I greatly lament the infirmity of my mind: how, against my will, I succumb to involuntary changes. I pray You, O Holy Trinity the source of life, establish me firmly in virtue. [SD]

Δόξα.

Glory.

Νυσταγμῷ βαρυνθέντα, τῷ τῆς ἁμαρτίας με καὶ συνωθούμενον, πρὸς θανάτου ὕπνον, ὡς φιλάνθρωπος καὶ ὑπεράγαθος, καὶ παντελεήμων, θεαρχικὴ Τριὰς ἁγία, κατοικτείρησον καὶ διανάστησον.

I am heavy with the drowsiness of sin and headed toward the sleep of death. I pray You, O humane and most benevolent and all-merciful divine Holy Trinity, take pity on me and wake me up. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Μητροπάρθενε Κόρη, πάναγνε, πανάμωμε, Θεοχαρίτωτε, ταῖς σαῖς ἱκεσίαις, τὸν Υἱὸν καὶ Θεόν σου καὶ Κύριον, ἐξιλέωσαί μοι, καὶ τῶν παθῶν καὶ τῶν πταισμάτων, τὸν σὸν δοῦλον ἐκλύτρωσαι τάχιον.

O all-pure, all-blameless, Virgin Mother, full of divine grace, please ask your Son and God and Lord to be gracious to me. I entreat you, quickly free me your servant from my passions and sins. [SD]

ᾨδὴ Ϛʹ.

Ode vi.

Ἦχος πλ. δʹ. Ἱλάσθητί μοι Σωτήρ.

Mode pl. 4. N/M (Be gracious to me.)

Ἱλάσθητί μοι Σωτήρ.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Ἐπουρανίων Νοῶν, ταξιαρχίας μιμούμενοι, μοναρχικὴ τοῦ παντός, Τριὰς ὑπερούσιε, τρισαγίοις ᾄσμασι, σὲ δοξολογοῦμεν, τοῖς πηλίνοις ἡμῶν στόμασι.

We imitate the hierarchies of the celestial intelligences, and in thrice-holy songs from mouths of clay, we glorify You, O super-essential Trinity, ruling as monarch over all. [SD]

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Τὸν κατʼ εἰκόνα τὴν σήν, τὸν ἄνθρωπον διαπλάσαντα, καὶ ἐξ οὐκ ὄντων τὸ πᾶν, σοφῶς ὑποστήσαντα, Θεὸν τρισυπόστατον, προσκυνῶ καὶ σέβω, καὶ ὑμνῶ καὶ μεγαλύνω σε.

One God in three hypostases, You fashioned man in Your image, and wisely You brought all things from nonexistence into being. I worship, adore, extol, and magnify You. [SD]

Δόξα.

Glory.

Ὁ παντοκράτωρ Θεός, καὶ μόνος ἀπεριόριστος, ἐνοίκησον ἐν ἐμοί, διʼ ἄφατον ἔλεος, τρισήλιε Δέσποτα, καὶ καταύγασόν με, καὶ συνέτισον ὡς εὔσπλαγχνος.

God, the Ruler of all, alone incomprehensible, please dwell in me in, O tri-solar Master, in Your ineffable mercy, and illumine me, and grant me understanding, O compassionate Lord. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ναὸς ἐδείχθης Θεοῦ, τοῦ ἀχωρήτου Πανάχραντε, ναὸν κᾀμὲ τῆς αὐτοῦ, δεῖξον θείας χάριτος, Παναγία Δέσποινα, ταῖς σαῖς ἱκεσίαις, καὶ συντήρησον ἀλώβητον.

O all-immaculate, all-holy Lady, you became the temple of the uncontainable God. Please pray that I, too, become a temple of His divine grace. Also, keep me safe and sound. [SD]

Κάθισμα.

Kathisma.

Ἦχος πλ. δʹ. Τὸ προσταχθέν.

Mode pl. 4. N/M (When he perceived.)

Τὸ προσταχθέν.

Πατέρα ἄναρχον πιστοί, Υἱὸν συνάναρχον, καὶ Πνεῦμα θεῖον, ἀληθῶς ὑμνολογοῦμεν, ἀσυγχύτως, ἀτρέπτως, καὶ ἀναλλοιώτως, Τριάδα ἁπλῆν ἁγίαν καὶ συμφυῆ, βοῶντες σὺν τοῖς Ἀγγέλοις· Ἅγιος εἶ, Πάτερ Υἱὲ σὺν τῷ Πνεύματι, τῷ παναγίῳ καὶ σεπτῷ, ἐλέησον οὓς ἔπλασας, κατʼ εἰκόνα σου Δέσποτα.

We believers truly confess our faith in the unoriginate Father, the Son also without beginning, and the divine Spirit: the Holy Trinity, simple, consubstantial, unmingled, immutable, unchanging. We join the Angels and sing, “You are holy, O Father, Son, and divine all-holy Spirit. Have mercy on those whom You fashioned in Your image, O Lord.” [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Ἦχος πλ. δʹ. Τὸ προσταχθέν.

Mode pl. 4. When he perceived.

Εὐχαριστοῦμέν σοι ἀεὶ Θεοτόκε, καὶ μεγαλύνομεν Ἁγνὴ καὶ προσκυνοῦμεν, ἀνυμνοῦντες τὸν τόκον σου Κεχαριτωμένη, βοῶντες ἀκαταπαύστως· Σῶσον ἡμᾶς, Παρθένε παντελεῆμον ὡς ἀγαθή, καὶ δαιμόνων ἐξάρπασον, λογοθεσίου φοβεροῦ, ἐν ὥρᾳ τῆς ἐτάσεως, μὴ αἰσχυνθῶμεν οἱ δοῦλοί σου.

We ever thank you, O all-holy Theotokos, * and magnify you the all-pure one; and we worship * and extol your divine Son, Maiden highly favored. * All-merciful Virgin, therefore we cry aloud * unceasingly praying, Save us, since you are good. * Snatch me out from the frightening * examination of accounts * by demons in the hour of trial. * May we your servants not be ashamed. [SD]

ᾨδὴ ζʹ.

Ode vii.

Ἦχος πλ. δʹ. Θεοῦ συγκατάβασιν.

Mode pl. 4. N/M (The fire in Babylon.)

Θεοῦ συγκατάβασιν.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Σοφίᾳ ἀῤῥήτῳ σου, καὶ τῷ πελάγει τῆς ἀγαθότητος, δωρεὰν τὸν σὸν δοῦλον, ἠλεημένον ἀνάδειξόν με καὶ νῦν, καθάπερ πάλαι, καὶ ῥῦσαι κακώσεως, Τριὰς Μονὰς ὁ Θεός, ἁμαρτιῶν καὶ παθῶν.

O God, Trinity and Monad, of old in Your ineffable wisdom and the ocean of Your goodness, You gave me the gift to be Your servant. I pray You do so again, now, O merciful Lord, and free me from distress and sins and passions. [SD]

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Σοφίᾳ ἀῤῥήτῳ σου, καὶ τῷ πελάγει τῆς ἀγαθότητος, δωρεὰν τὸν σὸν δοῦλον, ἠλεημένον ἀνάδειξόν με καὶ νῦν, καθάπερ πάλαι, καὶ ῥῦσαι κακώσεως, Τριὰς Μονὰς ὁ Θεός, ἁμαρτιῶν καὶ παθῶν.

O God, Trinity and Monad, of old in Your ineffable wisdom and the ocean of Your goodness, You gave me the gift to be Your servant. I pray You do so again, now, O merciful Lord, and free me from distress and sins and passions. [SD]

Δόξα.

Glory.

Ὁ νοῦς ὁ ἀγέννητος, Πατὴρ καὶ Λόγος ὁ γεννηθείς, ἐξ αὐτοῦ, καὶ τὸ Πνεῦμα τὸ θεῖον, ἀκαταλήπτως ἐκπορευτὸν πεφυκός, Θεὲ Μονάρχα τρισήλιε, ψάλλω σοι· Εὐλογητός ὁ Θεός, ὁ τῶν πατέρων ἡμῶν.

O Father, the unbegotten Nous, O Logos, begotten of Him, O divine Spirit, inexplicably proceeding from the Father, I sing to You, O God, tri-solar Monarch: You are blessed, O God of our Fathers. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Νενέκρωμαι Πάναγνε, τῆς ἁμαρτίας πιὼν τὸ φάρμακον, καὶ προστρέχω σοι πίστει, τῇ τετοκυίᾳ τὸν ἀρχηγὸν τῆς ζωῆς, ταῖς σαῖς πρεσβείαις, τὸν δοῦλόν σου ζώωσον, καὶ πειρασμῶν καὶ παθῶν, λύτρωσαι μόνη Ἁγνή.

O immaculate Virgin, I am dying, for I drank the poison of sin. With faith I pray to you, who gave birth to the Author of life. O all-pure Lady, intercede for me, your servant, and bring me back to life, and free me from distress and sins and passions. [SD]

ᾨδὴ ηʹ.

Ode viii.

Ἦχος πλ. δʹ. Ἑπταπλασίως κάμινον.

Mode pl. 4. N/M (The tyrant king.)

Ἑπταπλασίως κάμινον.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Ὁ φῶς ὑπάρχων ἄδυτον, τριλαμπὲς καὶ τρισήλιον, καὶ μοναρχικόν, μονοκρατές, ἁπλούστατον, Θεὸς ἀκατάληπτος, καὶ μονοκράτωρ Κύριος, νῦν τὴν σκοτεινήν, καὶ ζοφεράν μου καρδίαν, καταύγασον καὶ δεῖξον, φωταυγῆ καὶ φωσφόρον, ὑμνεῖν σὲ καὶ δοξάζειν, εἰς πάντας τοὺς αἰῶνας.

O incomprehensible God and monarchical Lord, You are light, never-setting, thrice-resplendent, tri-solar, monarchical, most simple. I pray You now enlighten my dark and gloomy heart, and make it radiant and luminous, so that I may extol You and glorify You, unto all the ages. [SD]

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Ἱερωτάταις πτέρυξι, Σεραφεὶμ οἱ θειότατοι, πρόσωπα καὶ πόδας, εὐλαβῶς καλύπτουσι, τὴν δόξαν μὴ φέροντες, τοῦ ἀμηχάνου κάλλους σου, ἀγαθαρχική, θεαρχικὴ Μοναρχία, Τριὰς ὑπεραγία, πλὴν ἡμεῖς ἀνυμνεῖν σε, τολμῶμεν καὶ δοξάζειν, πιστῶς εἰς τοὺς αἰῶνας.

The most divine Seraphim out of reverence cover their faces and feet with their most sacred wings, unable to look at Your extraordinary beauty, O divine Monarchy, source of goodness, most holy Trinity. Yet we faithfully dare to extol and glorify You, unto all the ages. [SD]

Δόξα.

Glory.

Κυριαρχίαν ἄναρχον, πανσθενῆ καὶ πανάγαθον, τελεταρχικήν, ἀγαθουργόν, ἀόριστον, αἰτίαν ἀναίτιον, ποιητικὴν ἀΐδιον, προνοητικήν, καὶ σωστικὴν τῶν ἁπάντων, Μονάδα κατʼ οὐσίαν, καὶ Τριάδα προσώποις, δοξάζω σε Θεέ μου, πιστῶς εἰς τοὺς αἰῶνας.

My God, You are unoriginate, omnipotent, all-benevolent, initiator, beneficent, boundless, uncaused Cause, Creator, eternal, providential, Savior of the universe; Monad in essence, and a Trinity in persons. I faithfully glorify You, unto all the ages. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ἐπὶ τῆς γῆς ἀνέτειλεν, ὁ ἀνέσπερος Ἥλιος, διὰ τῆς ἐκ σοῦ παρθενικῆς γεννήσεως, πανάχραντε Δέσποινα, καὶ τοὺς βροτοὺς ἀπήλλαξε, τῆς εἰδωλικῆς, καὶ ζοφερᾶς σκοτομήνης· διὸ καὶ νῦν με μᾶλλον, τῆς αὐτοῦ θεαρχίας, καταύγασον ταῖς αἴγλαις, καὶ φρούρει τὸν σὸν δοῦλον.

O all-immaculate Lady, the never-setting Sun rose on the earth through your virginal childbirth. He rid humanity of the dreary night of idolatry. I pray you enlighten me now with the rays of His divinity, and protect me your servant. [SD]

ᾨδὴ θʹ.

Ode ix.

Ἦχος πλ. δʹ. Ἐξέστη ἐπὶ τούτῳ.

Mode pl. 4. N/M (The heavens.)

Ἐξέστη ἐπὶ τούτῳ.

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Τὴν πάντων Βασιλίδα καὶ παντουργόν, ὑπεράρχιον φύσιν, ὑπέρχρονον, ζωαρχικήν, εὔσπλαγχνον, φιλάνθρωπον, ἀγαθήν, ἐναρχικὴν Τριάδα σε, νῦν δοξολογοῦντες ἁμαρτιῶν, συγχώρησιν αἰτοῦμεν, τῷ κόσμῳ τὴν εἰρήνην, καὶ Ἐκκλησίας τὴν ὁμόνοιαν.

We now glorify You, Ruler of all, omnificent, omnipotent, Nature, above time, source of life, compassionate, humane, good, monarchical Trinity. We pray for forgiveness of sins, world peace, and unanimity among the Churches. [SD]

Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Holy Trinity, our God, have mercy on us and save us.

Τὴν πάντων Βασιλίδα καὶ παντουργόν, ὑπεράρχιον φύσιν, ὑπέρχρονον, ζωαρχικήν, εὔσπλαγχνον, φιλάνθρωπον, ἀγαθήν, ἐναρχικὴν Τριάδα σε, νῦν δοξολογοῦντες ἁμαρτιῶν, συγχώρησιν αἰτοῦμεν, τῷ κόσμῳ τὴν εἰρήνην, καὶ Ἐκκλησίας τὴν ὁμόνοιαν.

We now glorify You, Ruler of all, omnificent, omnipotent, Nature, above time, source of life, compassionate, humane, good, monarchical Trinity. We pray for forgiveness of sins, world peace, and unanimity among the Churches. [SD]

Δόξα.

Glory.

Ἡ μία κυριότης καὶ τριλαμπής, ἑνικὴ θεαρχία τρισήλιε, τοὺς ὑμνητάς, πρόσδεξαι τοὺς σοὺς ἀγαθοπρεπῶς, καὶ τῶν πταισμάτων λύτρωσαι, καὶ τῶν πειρασμῶν καὶ τῶν δυσχερῶν, καὶ θᾶττον τὴν εἰρήνην, παράσχου φιλανθρώπως, ταῖς Ἐκκλησίαις καὶ τὴν ἕνωσιν.

We extol You, the one Dominion and thrice-radiant, unitary, tri-solar Godhead; and we pray that in Your goodness, You receive us, and free us from our offenses, temptations, and troubles; and quickly restore peace and unity to the Churches, in Your benevolence. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Νηδὺν Χριστὲ Σωτήρ μου παρθενικήν, ἐνοικήσας ἐφάνης τῷ κόσμῳ σου, θεανδρικῶς, ἄτρεπτος ἀσύγχυτος ἀληθῶς, καὶ καθυπέσχου πάντοτε, μετὰ τῶν σῶν δούλων εἶναι σαφῶς· διὸ τῆς σὲ τεκούσης, πρεσβείαις τὴν εἰρήνην, πάσῃ τῇ ποίμνῃ σου πρυτάνευσον.

O Christ my Savior, You dwelt in the Virgin’s womb, and You appeared to Your world as both God and man, truly immutable and without confusion. You also promised to be with Your servants always. So we pray that grant peace to all Your flock, at Your Mother’s intercessions. [SD]

Τριαδικὰ Μεγαλυνάρια

Megalynaria to the Trinity

Τοῦ Ὡρολογίου - - -

From Horologion - - -

Ἦχος βʹ.

Mode 2.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, τὴν ὑπέρθεον ὑμνεῖν Τριάδα, Ἄναρχον Πατέρα καὶ παντουργόν, Συνάναρχον Λόγον, πρὸ αἰώνων ἐκ τοῦ Πατρός, ἀῤῥεύστως τεχθέντα, καὶ τὸ Ἅγιον Πνεῦμα, τὸ ἐκ τοῦ Πατρὸς ἀχρόνως ἐκπορευόμενον.

It is truly proper to extol the Trinity divine and holy: Unoriginate Father, Maker of all, co-eternal Logos, begotten before all time without change from the Father, and the all-holy Spirit, the Giver of life, who proceeds from the Father timelessly. [GOASD]

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, τοῦ δοξάζειν σε τὸν Θεὸν Λόγον· Ὃν φρίττει καὶ τρέμει τὰ Χερουβείμ, καὶ δοξολογοῦσιν αἱ Δυνάμεις τῶν οὐρανῶν, τὸν ἐξαναστάντα τριήμερον ἐκ τάφου, Χριστὸν τὸν ζωοδότην, φόβῳ δοξάσωμεν.

It is truly proper to extol and to glorify You, God the Logos. The Cherubim shudder and tremble at You, and the hosts of heaven offer hymns of glory to You; for You rose from the grave within three days. With fear we glorify You, Christ the Giver of Life. [GOASD]

Ὑμνήσωμεν πάντες θεοπρεπῶς, ᾄσμασιν ἐνθέοις, τὸν Πατέρα καὶ τὸν Υἱόν, καὶ Πνεῦμα τὸ θεῖον, τρισυπόστατον κράτος, τὴν μίαν Βασιλείαν, καὶ Κυριότητα.

Come and let us all sing inspired songs, * solemnly extolling as is proper to the divine * Father, Son, and all-holy Spirit, one dominion, * one kingdom, one in essence, three in hypostases. [GOASD]

Ἐκ νεκρῶν ἰδοῦσα τὸν σὸν Υἱόν, ἄχραντε Παρθένε, ἀναστάντα θεοπρεπῶς, χαρᾶς ἀνεκφράστου, ἡ κτίσις ἐπληροῦτο, αὐτὸν δοξολογοῦσα, καὶ σὲ γεραίρουσα.

Immaculate Virgin, when creation saw your Son risen, as befits God, it was filled with great joy and ineffable gladness, and it glorified the Savior, and it honored you. [GOASD]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. [GOA]

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν.

Amen.

Ὑπακοή. Ἦχος πλ. δʹ.

Hypakoe. Mode pl. 4.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Αἱ μυροφόροι τοῦ ζωοδότου, ἐπιστᾶσαι τῷ μνήματι, τὸν Δεσπότην ἐζήτουν, ἐν νεκροῖς τὸν ἀθάνατον· καὶ χαρᾶς εὐαγγέλια, ἐκ τοῦ Ἀγγέλου δεξάμεναι, τοῖς Ἀποστόλοις ἐμήνυον· Ὅτι ἀνέστη ὁ Κύριος, παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

The Myrrh-bearing Women went to the tomb of the Giver of Life, seeking the immortal Master among the dead. And receiving good tidings of joy from the Angel, they reported to the Apostles, that the Lord had risen, granting the great mercy to the world. [GOASD]

Κύριε, ἐλέησον. (μʹ)

Lord, have mercy. (40)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify.

Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ.

In the name of the Lord, Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Ὁ Θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς· ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφʼ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

May God have compassion on us and bless us; may his face shine upon us and have mercy on us.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Πάτερ ἅγιε, εὐλόγησον.

Holy father, give the blessing!

ΙΕΡΕΥΣ

PRIEST

Ὁ ἀναστὰς ἐκ νεκρῶν Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· καὶ πάντων τῶν ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May He who rose from the dead, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.

Let us pray for the peace of the world.

ΧΟΡΟΣ (χῦμα μεθʼ ἑκάστην δέησιν)

CHOIR (intoned after each petition)

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

For the pious and Orthodox Christians.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).

For our our Archbishop (name).

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους.

For our nation.

Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.

For the armed forces.

Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν.

For our absent fathers, brothers and sisters.

Ὑπερ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.

For those who help us and those who serve us.

Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.

For those who hate us and those who love us.

Ὑπερ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.

For those who have asked us, the unworthy, to pray for them.

Ὑπὲρ ἀναῤῥύσεως τῶν αἰχμαλώτων.

For the release of the captives.

Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.

For those sailing the seas.

Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.

For those laid up with illnesses.

Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.

Let us also pray for the abundance of the fruits of the earth.

Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων.

And for all our fathers and brethren departed this life, those who lie here in peace, and the Orthodox everywhere.

Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Let us say for ourselves, also: Lord, have mercy; Lord, have mercy; Lord, have mercy.

Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.