Βιβλία - Πηγαί

Books - Sources

Τριώδιον

Triodion

Τῇ Τετάρτῃ Πρὸ τῶν Βαΐων εἰς τὸν Ἑσπερινόν.

On Wednesday Before Palm Sunday at Vespers

Μηναῖον - Τῌ ΚΕʹ ΑΠΡΙΛΙΟΥ

Menaion - April 25

Μνήμη τοῦ Ἁγίου Εὐαγγελιστοῦ Μάρκου.

Memory of St. Mark the Evangelist

__________

__________

   

   

Η ΘΕΙΑ ΛΕΙΤΟΥΡΓΙΑ ΤΩΝ ΠΡΟΗΓΙΑΣΜΕΝΩΝ

THE DIVINE LITURGY OF PRESANCTIFIED GIFTS

ΕΝΑΡΞΙΣ

ENARXIS

ΔΙΑΚΟΝΟΣ

DEACON

Εὐλόγησον, Δέσποτα.

Master, give the blessing.

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογημένη ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is the kingdom of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

Ο ΠΡΟΟΙΜΙΑΚΟΣ – ΑΙ ΕΥΧΑΙ

INTRODUCTORY PSALM – PRAYERS

Ὁ Ἱερεύς, τοῦ Προοιμιακοῦ ἀναγινωσκομένου, ἀναγινώσκει πρὸ τῆς ἁγίας Τραπέζης ἱστάμενος, ἐν πάσῃ εὐλαβείᾳ, τὰς τρεῖς τελευταίας εὐχὰς τοῦ Λυχνικοῦ, ἤτοι εʹ, Ϛʹ καὶ ζʹ. (Ἴδε αὺτὰς κάτωθεν μετὰ τὸν Ψαλμόν.)

The Priest, during the reading of the Introductory Psalm, stands reverently before the altar table and reads the last three Vesperal Prayers, i.e. Prayers 5, 6, and 7. (Find these below after the Psalm.)

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before Christ God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Come, let us worship and bow down before Him, Christ our King and God.

Ψαλμὸς ΡΓʹ (103).

Psalm 103 (104).

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γὴν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γήν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα· ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπʼ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγῳοῖς. Ἐποίησε σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ, ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπᾶσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον, δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γήν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Bless the Lord, O my soul. O Lord my God, You are magnified exceedingly; You clothe Yourself with thanksgiving and majesty, who cover Yourself with light as with a garment, who stretch out the heavens like a curtain; You are He who covers His upper chambers with water, who makes the clouds His means of approach, who walks on the wings of the winds, who makes His angels spirits and His ministers a flame of fire. He established the earth on its stable foundation; it shall not be moved unto ages of ages. The deep like a garment is His covering; the waters shall stand upon the mountains; at Your rebuke they shall flee; at the sound of Your thunder, they shall be afraid. The mountains rise up, and the plains sink down to the place You founded for them. You set a boundary they shall not pass over; neither shall they return to cover the earth. You are He who sends springs into the valley; the waters shall pass between the mountains; they shall give drink to all the wild animals of the field; the wild asses shall quench their thirst; the birds of heaven shall dwell beside them; they shall sing from the midst of the rocks. You are He who waters the mountains from His higher places; the earth shall be satisfied with the fruit of Your works. You are He who causes grass to grow for the cattle, and the green plant for the service of man, to bring forth bread from the earth; and wine gladdens the heart of man, to brighten his face with oil; and bread strengthens man’s heart. The trees of the plain shall be full of fruit, the cedars of Lebanon, which You planted; there the sparrows shall make their nests; the house of the heron takes the lead among them. The high mountains are for the deer; the cliff is a refuge for the rabbits. He made the moon for seasons; the sun knows its setting. You established darkness, and it was night, wherein all the wild animals of the forest will prowl about; the young lions roar and snatch their prey, and seek their food from God. The sun arises, and they are gathered together; and they shall be put to bed in their dens. Man shall go out to his work and to his labor until evening. O Lord, Your works shall be magnified greatly; You made all things in wisdom; the earth was filled with Your creation. There is this great and spacious sea: the creeping things are there without number; the living things are there, both small and great; there the ships pass through; there is this dragon You formed to play therein. All things wait upon You, that You may give them food in due season. When You give it to them, they shall gather it; when You open Your hand, all things shall be filled with Your goodness. But when You turn Your face away, they shall be troubled; when You take away their breath, they shall die and return again to their dust. You shall send forth Your Spirit, and they shall be created, and You shall renew the face of the earth. Let the glory of the Lord be forever; the Lord shall be glad in His works; He looks upon the earth and makes it tremble; He touches the mountains, and they smoke. I will sing to the Lord all my life; I will sing to my God as long as I exist; may my words be pleasing to Him, and I shall be glad in the Lord. May sinners cease from the earth, and the lawless, so as to be no more. Bless the Lord, O my soul.

Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ.

The sun knows its setting. You established darkness, and it was night.

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.

O Lord, Your works shall be magnified greatly; You made all things in wisdom. [SAAS]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (3)

Alleluia. Alleluia. Alleluia. Glory to You, O God. (3)

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Our hope, O Lord, glory to You.

   

   

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ Εʹ ΤΟΥ ΛΥΧΝΙΚΟΥ

VESPERAL PRAYER 5

Κύριε, Κύριε, ὁ τῇ ἀχράντῳ σου παλάμῃ συνέχων τὰ σύμπατα, ὁ μακροθυμῶν ἐπὶ πάντας ἡμᾶς καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις ἡμῶν, μνήσθητι τῶν οἰκτιρμῶν σου καὶ τοῦ ἐλέους σου· ἐπίσκεψαι ἡμᾶς ἐν τῇ σῇ ἀγαθότητι· καὶ δὸς ἡμῖν διαφυγεῖν καὶ τὸ λοιπὸν τῆς παρούσης ἡμέρας ἐκ τῶν τοῦ πονηροῦ ποικίλων μηχανημάτων καὶ ἀνεπιβούλευτον τὴν ζωὴν ἡμῶν διαφύλαξον τῇ χάριτι τοῦ παναγίου σου Πνεύματος. Ἐλέει καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Lord, O Lord, who hold the universe in Your immaculate hand, who are longsuffering toward us all and willing to change Your heart concerning our evils, remember Your compassion and Your mercy. Visit us in Your goodness. Grant that we may evade the evil one’s various plots for the rest of the day; and keep our life safe and sound, by the grace of Your all-holy Spirit. Through the mercy and love for humankind of Your only-begotten Son, with whom You are blessed, and Your all-holy, good, and life-creating Spirit, now and ever and to the ages of ages. Amen.

ΕΥΧΗ Ϛʹ ΤΟΥ ΛΥΧΝΙΚΟΥ

VESPERAL PRAYER 6

Ὁ Θεὸς ὁ μέγας καὶ θαυμαστός, ὁ ἀνεκδιηγήτῳ ἀγαθωσύνῃ καὶ πλουσίᾳ προνοίᾳ διοικῶν τὰ σύμπαντα· ὁ καὶ τὰ ἐγκόσμια ἀγαθὰ ἡμῖν δωρησάμενος καὶ κατεγγυήσας ἡμῖν τὴν ἐπηγγελμένην βασιλείαν διὰ τῶν ἤδη κεχαρισμένων ἡμῖν ἀγαθῶν· ὁ ποιήσας ἡμᾶς καὶ τῆς νῦν ἡμέρας τὸ παρελθὸν μέρος ἀπὸ παντὸς ἐκκλῖναι κακοῦ, δώρησαι ἡμῖν καὶ τὸ ὑπόλοιπον ἀμέμπτως ἐκτελέσαι ἐνώπιον τῆς ἁγίας δόξης σου, ὑμνοῦντάς σε τὸν μόνον ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν. Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

O God, great and wondrous,You govern all things in Your inexpressible goodness and plentiful providence. You have given us earthly blessings; and, by the blessings already granted, You have pledged to us the promised kingdom. All day until now, You made us shun all evil. Grant that we blamelessly finish the rest of the day in the presence of Your holy glory, extolling You, our only good and benevolent God. For You are our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. Amen.

ΕΥΧΗ Ζʹ ΤΟΥ ΛΥΧΝΙΚΟΥ

VESPERAL PRAYER 7

Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον· ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας· ὁ διαχωρήσας ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους καὶ τὸν μὲν ἥλιον θέμενος εἰς ἐξουσίαν τῆς ἡμέρας, σελήνην δὲ καὶ ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός· ὁ καταξιώσας ἡμᾶς τοὺς ἁμαρτωλοὺς καὶ ἐπὶ τῆς παρούσης ὥρας προφθάσαι τὸ πρόσωπόν σου ἐν ἐξομολογήσει καὶ τὴν ἑσπερινήν σοι δοξολογίαν προσαγαγεῖν· αὐτός, φιλάνθρωπε Κύριε, κατεύθυνον τὴν προσευχὴν ἡμῶν ὡς θυμίαμα ἐνώπιόν σου καὶ πρόσδεξαι αὐτὴν εἰς ὀσμὴν εὐωδίας. Παράσχου δὲ ἡμῖν τὴν παροῦσαν ἑσπέραν καὶ τὴν ἐπιοῦσαν νύκτα εἰρηνικήν· ἔνδυσον ἡμᾶς ὅπλα φωτός· ῥῦσαι ἡμᾶς ἀπὸ φόβου νυκτερινοῦ καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου· καὶ δὸς ἡμῖν τὸν ὕπνον, ὃν εἰς ἀνάπαυσιν τῇ ἀσθενείᾳ ἡμῶν ἐδωρήσω, πάσης διαβολικῆς φαντασίας ἀπηλλαγμένον. Ναί, Δέσποτα τῶν ἁπάντων, τῶν ἀγαθῶν χορηγέ· ἵνα, καὶ ἐπὶ ταῖς κοίταις ἡμῶν κατανυγόμενοι, μνημονεύωμεν ἐν νυκτὶ τοῦ ὀνόματός σου, καὶ τῇ μελέτῃ τῶν σῶν ἐντολῶν καταυγαζόμενοι, ἐν ἀγαλλιάσει ψυχῆς διανιστῶμεν πρὸς δοξολογίαν τῆς σῆς ἀγαθότητος, δεήσεις καὶ ἱκεσίας τῇ σῇ εὐσπλαγχνίᾳ προσάγοντες ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων καὶ παντὸς τοῦ λαοῦ σου, ὃν ταῖς πρεσβείαις τῆς ἁγίας Θεοτόκου ἐν ἐλέει ἐπίσκεψαι. Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

O God, great and most high, who alone have immortality and dwell in unapproachable light, You made all creation in wisdom. You divided the light from the darkness and set the sun for authority over the day, the moon and stars for authority over the night. At this hour You have granted us sinners to come before Your face with thanksgiving and to offer You an evening doxology. O benevolent Lord, let our prayer be set forth before You as incense, and accept it as a fragrant offering. Grant us a peaceful evening and night. Put on us the armor of light. Rescue us from night terrors and from anything lurking in darkness; and let our sleep, which You gave us for rest in our weakness, be free of any demonic fantasies. Please do this, O Master of all and Giver of good things, and we will remember Your name as we lie in bed at night; and, enlightened through meditation on Your commandments, we will wake up with joy in our souls and glorify Your goodness; and by virtue of Your compassion we will offer up prayers and supplications for our own misdeeds and those of all Your people. We pray You visit them with Your mercy, at the intercessions of the holy Theotokos. For You are good and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. Amen.

   

   

ΤΑ ΕΙΡΗΝΙΚΑ

PEACE LITANY

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

In peace let us pray to the Lord.

ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν)

CHOIR (after each petition)

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.

For the peace from above and for the salvation of our souls, let us pray to the Lord.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν.

For the peace of the whole world, for the stability of the holy churches of God, and for the unity of all, let us pray to the Lord.

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ τοῦ Κυρίου δεηθῶμεν.

For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord.

Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τοῦ Κυρίου δεηθῶμεν.

For pious and Orthodox Christians, let us pray to the Lord.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν.

For our Archbishop (name), for the honorable presbyterate, for the diaconate in Christ, and for all the clergy and the people, let us pray to the Lord.

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν γένους, τοῦ προέδρου καὶ πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν, καὶ τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

For our country, the president, all those in public service, and for our armed forces everywhere, let us pray to the Lord.

Ὑπὲρ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, [τῆς Ἱερᾶς Μητροπόλεως ταύτης,] τῆς πόλεως καὶ κοινότητος ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

For the Holy and Great Church of Christ, for our Sacred Archdiocese, [for this Sacred Metropolis,] for this city and parish, for every city and land, and for the faithful who live in them, let us pray to the Lord.

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν.

For favorable weather, for an abundance of the fruits of the earth, and for peaceful times, let us pray to the Lord.

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν.

For those who travel by land, sea, and air, for the sick, the suffering, the captives and for their salvation, let us pray to the Lord.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger, and distress, let us pray to the Lord.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ

CHOIR

Σοί, Κύριε.

To You, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ Αʹ ΤΟΥ ΛΥΧΝΙΚΟΥ

VESPERAL PRAYER 1

Κύριε, οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν προσευχὴν ἡμῶν καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεως ἡμῶν· ποίησον μεθʼ ἡμῶν σημεῖον εἰς ἀγαθόν· ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου τοῦ πορεύεσθαι ἐν τῇ ἀληθείᾳ σου· εὔφρανον τὰς καρδίας ἡμῶν εἰς τὸ φοβεῖσθαι τὸ ὄνομά σου τὸ ἅγιον· διότι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια· σὺ εἶ Θεὸς μόνος καὶ οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, δυνατὸς ἐν ἐλέει καὶ ἀγαθὸς ἐν ἰσχύϊ, εἰς τὸ βοηθεῖν καὶ παρακαλεῖν καὶ σῴζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ ὄνομά σου τὸ ἅγιον.

Lord, compassionate and merciful, longsuffering and abounding in mercy, give ear to our prayer and heed the voice of our supplication. Work a sign in our midst for good. Lead us in Your way, and we will walk in Your truth; gladden our hearts so as to fear Your holy name. For You are great and You do wonders; You alone are God, and there is none like You among the gods. Lord, You are mighty in mercy and good in strength, to help and comfort and save all those who hope in Your holy name.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

Η ΣΤΙΧΟΛΟΓΟΓΙΑ ΤΟΥ ΨΑΛΤΗΡΙΟΥ – Η ΠΡΟΘΕΣΙΣ

PSALTER READING – PROTHESIS

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Στάσις Αʹ

First Stanza.

Ψαλμὸς ΡΙΘʹ (119).

Psalm 119 (120).

Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με ἐκέκραξα, καὶ εἰσήκουσέ μου. Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων καὶ ἀπὸ γλώσσης δολίας. Τί δοθείη σοι καὶ τί προστεθείη σοι πρὸς γλῶσσαν δολίαν; τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα, σὺν τοῖς ἄνθραξι τοῖς ἐρημικοῖς. Οἴμοι! Ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων κηδάρ. Πολλὰ παρῴκησεν ἡ ψυχή μου. Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός· ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.

To the Lord in my affliction I cried out, and He heard me. O Lord, deliver my soul from unjust lips and from a deceitful tongue. What should be given You, and what added to You, against a deceitful tongue? The arrows of the Mighty One are sharpened with hot coals from the desert. Woe is me! My sojourning was prolonged; I dwelt with the tents of Kedar. My soul sojourned a long time as a resident alien. With those who hate peace, I was peaceful; when I spoke to them, they made war against me without cause. [SAAS]

Ψαλμὸς ΡΚʹ (120).

Psalm 120 (121).

Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου. Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε. Ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ. Κύριος φυλάξει σε, Κύριος σκέπη σοι ἐπὶ χεῖρα δεξιάν σου· ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα. Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου ὁ Κύριος. Κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

I lifted my eyes to the mountains; from where shall my help come? My help comes from the Lord, who made heaven and earth. Let not your foot be moved; neither let Him who keeps you slumber. Behold, He who keeps Israel shall neither slumber nor sleep. The Lord shall keep you; the Lord is your shelter at your right hand. The sun shall not burn you by day nor the moon by night. The Lord shall keep you from all evil; the Lord shall keep your soul. The Lord shall keep your coming in and your going out from this present time and unto the ages. [SAAS]

Ψαλμὸς ΡΚΑʹ (121).

Psalm 121 (122).

Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· εἰς οἶκον Κυρίου πορευσόμεθα. Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερουσαλήμ. Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαί, φυλαὶ Κυρίου, μαρτύριον τῷ Ἰσραήλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου· ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν, θρόνοι ἐπὶ οἶκον δαυΐδ. Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλήμ, καὶ εὐθηνία τοῖς ἀγαπῶσί σε· γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσί σου. Ἕνεκα τῶν ἀδελφῶν μου καὶ τῶν πλησίον μου, ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ· ἕνεκα τοῦ οἴκου Κυρίου τοῦ Θεοῦ ἡμῶν, ἐξεζήτησα ἀγαθά σοι.

I was glad when they said to me, “Let us go into the house of the Lord.” Our feet stand in your courts, O Jerusalem. Jerusalem is built as a city whose compactness is complete. There the tribes went up, the tribes of the Lord, a testimony to Israel, to give thanks to the name of the Lord. For thrones sat there for judgment, thrones over the house of David. Ask now for things regarding the peace of Jerusalem, and there is prosperity for those who love you; let there now be peace in your power and prosperity in your citadels. For the sake of my brothers and my neighbors, I indeed spoke peace concerning you; for the sake of the house of the Lord our God, I sought good things for you. [SAAS]

Ψαλμὸς ΡΚΒʹ (122).

Psalm 122 (123).

Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν Κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς Κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν θεὸν ἡμῶν, ἕως οὗ οἰκτειρῆσαι ἡμᾶς. Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν. Τὸ ὄνειδος τοῖς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοῖς ὑπερηφάνοις.

I lift my eyes to You, who dwell in heaven. Behold, as the eyes of servants look to the hands of their masters, as the eyes of the maidservant look to the hands of her mistress, so our eyes look to the Lord our God until He shall have compassion on us. Have mercy on us, O Lord, have mercy on us, for we are greatly filled with contempt; our soul is greatly filled with it. We are a disgrace to those who prosper, and a contempt to the arrogant. [SAAS]

Ψαλμὸς ΡΚΓʹ (123).

Psalm 123 (124).

Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραήλ· εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφʼ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς ἐν τῷ ὀργισθῆναι τὸν θυμὸν αὐτῶν ἐφʼ ἡμᾶς· ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς, χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν. Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων· ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν. Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

“If the Lord had not been with us,” let Israel now say, “If the Lord had not been with us, when men rose up against us, then they would have swallowed us alive, when their anger raged against us, then the water would have drowned us; our soul would have passed through a torrent, then our soul would have passed through a water that is overwhelming.” Blessed is the Lord, who did not give us as prey to their teeth. Our soul was delivered like a sparrow from the snare of the hunters; the snare was broken, and we were delivered. Our help is in the name of the Lord, who made heaven and earth. [SAAS]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (3)

Alleluia. Alleluia. Alleluia. Glory to You, O God. (3)

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ

CHOIR

Σοί, Κύριε.

To You, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ Βʹ ΤΟΥ ΛΥΧΝΙΚΟΥ

VESPERAL PRAYER 2

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθʼ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, ἰατρὲ καὶ θεραπευτὰ τῶν ψυχῶν ἡμῶν· ὁδήγησον ἡμᾶς ἐπὶ λιμένα θελήματός σου· φώτισον τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ἡμῶν εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας· καὶ δώρησαι ἡμῖν τὸ λοιπὸν τῆς παρούσης ἡμέρας εἰρηνικὸν καὶ ἀναμάρτητον καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων.

O Lord, do not rebuke us in Your wrath, nor chasten us in Your anger. But deal with us according to Your kindness, O physician and healer of our souls. Guide us to the haven of Your desire. Enlighten the eyes of our hearts to the knowledge of Your truth. And grant us to pass the rest of the day, and the entire time of our life, in peace and without sin; at the intercessions of the holy Theotokos and all Your saints.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Yours is the dominion, and Yours is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Στάσις Βʹ.

Second Stanza.

Ψαλμὸς ΡΚΔʹ (124).

Psalm 124 (125).

Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών· οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ. Ὄρη κύκλῳ αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν. Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ· τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.

Those who trust in the Lord are like Mount Zion; he who dwells in Jerusalem shall be unshaken forever. The mountains surround her, and the Lord surrounds His people from this present time and unto the ages. The Lord will not permit the rod of sinners to be upon the inheritance of the righteous, lest the righteous stretch out their hands in lawlessness. Do good, O Lord, to the good, and to the upright in heart; but those who turn aside to crooked ways, the Lord shall lead away with the workers of lawlessness. Peace be upon Israel. [SAAS]

Ψαλμὸς ΡΚΕʹ (125).

Psalm 125 (126).

Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι. Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν· ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετʼ αὐτῶν. Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθʼ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι. Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάῤῥους ἐν τῷ νότῳ. Οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι. Πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον βάλλοντες τὰ σπέρματα αὐτῶν· ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν.

When the Lord returned the captives of Zion, we became like those who are comforted. Then our mouth was filled with joy, and our tongue with exceeding joy. Then they shall say among the Gentiles, “The Lord did great things with them.” The Lord has done great things with us; we were glad. Return, O Lord, our captivity like streams in the south. Those who sow with tears shall reap with exceeding joy. They went forth and wept, carrying their seeds with them; but they shall return with exceeding joy, carrying their sheaves. [SAAS]

Ψαλμὸς ΡΚϚʹ (126).

Psalm 126 (127).

Ἐάν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρίζειν, ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύνης, ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον. Ἰδοὺ ἡ κληρονομία Κυρίου υἱοί, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων. Μακάριος ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν· οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλαις.

Unless the Lord builds the house, those who build it labor in vain; unless the Lord guards the city, those who guard it stay awake in vain. It is in vain for you to rise early, to awaken from your rest, you who eat the bread of grief, when He gives His beloved ones sleep. Behold, children are the Lord’s inheritance; the fruit of the womb His reward. Like arrows in the hand of a mighty one, so are the children of those who were outcasts. Blessed is the man who shall fulfill his desire with them; they shall not be ashamed, when they speak to their enemies at the gate. [SAAS]

Ψαλμὸς ΡΚΖʹ (127).

Psalm 127 (128).

Μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ. Τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι· μακάριος εἶ, καὶ καλῶς σοι ἔσται. Ἡ γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου· οἱ υἱοί σου ὡς νεόφυτα ἐλαιῶν κύκλῳ τῆς τραπέζης σου. Ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ὁ φοβούμενος τὸν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Σιών, καὶ ἴδοις τὰ ἀγαθὰ Ἱερουσαλὴμ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου. Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ.

Blessed are all who fear the Lord, who walk in His ways. You shall eat the fruits of your labor; you are blessed, and it shall be well with you. Your wife shall be like a vine, prospering on the sides of your house; your children like newly planted olive trees around your table. Behold, so shall the man be blessed who fears the Lord. May the Lord bless you from Zion, and may you see the good things of Jerusalem all the days of your life; may you see your children’s children. Peace be upon Israel. [SAAS]

Ψαλμὸς ΡΚΗʹ (128).

Psalm 128 (129).

Πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, εἰπάτω δὴ Ἰσραήλ· πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου, καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι. Ἐπὶ τὸν νῶτόν μου ἐτέκταινον οἱ ἁμαρτωλοί, ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν. Κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν. Αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες Σιών. Γενηθήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη· οὗ οὐκ ἐπλήρωσε τὴν χεῖρα αὐτοῦ ὁ θερίζων καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων, καὶ οὐκ εἶπαν οἱ παράγοντες· εὐλογία Κυρίου ἐφʼ ὑμᾶς, εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι Κυρίου.

“Many times they warred against me from my youth,” let Israel now say; “Many times they warred against me from my youth, yet they did not overcome me. The sinners schemed behind my back; they prolonged their lawlessness.” The righteous Lord cut in pieces the necks of sinners. Let all who hate Zion be shamed and turned back. Let them become like grass on the housetops, which withers before it is plucked up; like grass with which the reaper does not fill his hand, nor the gatherer of sheaves, his bosom; neither do those who pass by say to them, “The Lord’s blessing be upon you; in the Lord’s name, we bless you.” [SAAS]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (3)

Alleluia. Alleluia. Alleluia. Glory to You, O God. (3)

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ

CHOIR

Σοί, Κύριε.

To You, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ Γʹ ΤΟΥ ΛΥΧΝΙΚΟΥ

VESPERAL PRAYER 3

Κύριε, ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σου ἐν τῷ ἐπικαλεῖσθαι ἡμᾶς τὸ ἅγιον ὄνομά σου καὶ μὴ καταισχύνῃς ἡμᾶς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου, ἀλλὰ χάρισαι ἡμῖν, Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα· καὶ ἀξίωσον ἡμᾶς ἀγαπᾶν καὶ φοβεῖσθαί σε ἐξ ὅλης τῆς καρδίας ἡμῶν καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου.

Lord our God, remember us Your sinful and unworthy servants when we call upon Your holy name; and do not put us to shame as we anticipate Your mercy. Please, Lord, grant us all our requests that lead to salvation; and grant that we may wholeheartedly love and fear You and do Your will in all things.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are good and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Στάσις Γʹ.

Third Stanza.

Ψαλμὸς ΡΚΘʹ (129).

Psalm 129 (130).

Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου· γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον απὸ φυλακῆς πρωΐας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον. Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρʼ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Out of the depths I have cried to You, O Lord; O Lord, hear my voice; let Your ears be attentive to the voice of my supplication. If You, O Lord, should mark transgression, O Lord, who would stand? For there is forgiveness with You. Because of Your law, O Lord, I waited for You; my soul waited for Your word. My soul hopes in the Lord, from the morning watch until night; from the morning watch until night, let Israel hope in the Lord. For with the Lord there is mercy, and with Him is abundant redemption; and He shall redeem Israel from all his transgressions. [SAAS]

Ψαλμὸς ΡΛʹ (130).

Psalm 130 (131).

Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀφθαλμοί μου, οὐδὲ ἐπορεύθην ἐν μεγάλοις, οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ. Εἰ μὴ ἐταπεινοφρόνουν, ἀλλὰ ὕψωσα τὴν ψυχήν μου ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ, ὡς ἀνταποδώσεις ἐπὶ τὴν ψυχήν μου. Ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

O Lord, my heart is not exalted, neither are my eyes raised up; neither am I carried along in great things, nor in things too marvelous for me. If I were not humble-minded, but exalted my soul, like a child weaned from his mother, so You would reward my soul. Let Israel hope in the Lord from this present time and unto the ages. [SAAS]

Ψαλμὸς ΡΛΑʹ (131).

Psalm 131 (132).

Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ καὶ πάσης τῆς πρᾳότητος αὐτοῦ, ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ. Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ. ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Εὐφραθᾷ, εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ· εἰσελευσώμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ. Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου· οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται. ἕνεκεν Δαυῒδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου. ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν. Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου· ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταῦτα, ἃ διδάξω αὐτούς, καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου. ὅτι ἐξελέξατο Κύριος τὴν Σιών, ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ. Αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος, ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν· τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω, τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων, τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν, καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται· ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαυΐδ, ἡτοίμασα λύχνον τῷ χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.

Remember David, O Lord, and all his meekness, how he swore to the Lord, how he vowed to the God of Jacob, “I shall not enter my dwelling, I shall not recline on my bed, I shall not close my eyes in sleep nor my eyelids for dozing, nor give any rest to my temples, until I find a place for the Lord, a tabernacle for the God of Jacob.” Behold, we heard of it in Ephrathah; we found it in the plains of the wood; let us enter into His tabernacles; let us worship at the place where His feet stood. Arise, O Lord, into Your rest, You and the ark of Your holiness; Your priests shall clothe themselves in righteousness; Your saints shall greatly rejoice. For Your servant David’s sake, do not turn away from the face of Your anointed. The Lord swore to David this truth, and He shall not reject it, “I shall set upon your throne one from the fruit of your loins. If your sons keep My covenant and these testimonies I shall teach them, then their sons shall sit upon your throne forever.” For the Lord has chosen Zion; He chose her for His dwelling: “This is My place of rest unto ages of ages; here I shall dwell, for I have chosen her. Blessing, I shall bless her provision; I shall satisfy her poor with bread; and I shall clothe her priests with salvation, and her saints shall rejoice exceedingly with great joy; there I shall cause to spring up a horn for David; there I prepared a lamp for my anointed; his enemies I shall clothe with shame; upon him shall My sanctification flourish.” [SAAS]

Ψαλμὸς ΡΛΒʹ (132).

Psalm 132 (133).

Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνόν, ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα, τὸν πώγωνα τοῦ Ἀαρών, τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ. Ὡς δρόσος Ἀερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών. Ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν, ζωὴν ἕως τοῦ αἰῶνος.

Behold now, what is so good or so pleasant as for brothers to dwell together in unity? It is like fragrant oil running down upon the beard, the beard of Aaron, running down upon the border of his garment; it is like the dew of Hermon, running down upon the mountains of Zion; for there the Lord commanded the blessing and life forever. [SAAS]

Ψαλμὸς ΡΛΓʹ (133).

Psalm 133 (134).

Ἰδοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Ἐν ταῖς νυξὶν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον. Εὐλογήσαι σε Κύριος ἐκ Σιὼν ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν.

Behold now, bless the Lord, all you servants of the Lord, who stand in the house of the Lord, in the courts of the house of our God. In the nights, lift up your hands to the holy of holies and bless the Lord. May the Lord bless you from Zion, He who made heaven and earth. [SAAS]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (3)

Alleluia. Alleluia. Alleluia. Glory to You, O God. (3)

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Our hope, O Lord, glory to You.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ

CHOIR

Σοί, Κύριε.

To You, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ Δʹ ΤΟΥ ΛΥΧΝΙΚΟΥ

VESPERAL PRAYER 4

Ὁ τοῖς ἀσιγήτοις ὕμνοις καὶ ἀπαύστοις δοξολογίαις ὑπὸ τῶν ἁγίων δυνάμεων ἀνυμνούμενος, πλήρωσον τὸ στόμα ἡμῶν τῆς αἰνέσεώς σου τοῦ δοῦναι μεγαλωσύνην τῷ ὀνόματί σου τῷ ἁγίῳ· καὶ δὸς ἡμῖν μερίδα καὶ κλῆρον μετὰ πάντων τῶν φοβουμένων σε ἐν ἀληθείᾳ καὶ φυλασσόντων τὰς ἐντολάς σου· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων σου.

O Lord, extolled by the holy hosts with never-silent hymns and never-ceasing doxologies, fill our mouths with Your praise, to ascribe greatness to Your holy name. Give us a portion and inheritance with all those who fear You in truth and keep Your commandments; at the intercessions of the holy Theotokos and all Your saints.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν, Θεὸς τοῦ ἐλεεῖν καὶ σῴζειν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are our God, the God of mercy and salvation, and to You do we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΕΠΙΛΥΧΝΙΟΙ ΨΑΛΜΟΙ – ΘΥΜΙΑΣΙΣ

VESPERAL PSALMS – CENSING

Τῆς ἐκφωνήσεως τοῦ Ἱερέως σμπληρωθείσης, ἀνοίγεται τὸ καταπέτασμα τῆς Ὡραίας Πύλης, οἱ δὲ Χοροὶ ψάλλουσιν ἐναλλὰξ καὶ συντομώτερον καὶ ταπεινῇ τῇ φωνῇ εἰς τὸν ἦχον τοῦ Ἰδιομέλου τοῦ Τριῳδίου τὸν Ψαλμὸν τοῦ Κεκραγαρίου ὁλόκληρον, μέχρι τοῦ στίχου· «Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου…» Τοῦ Κεκραγαρίου καὶ τῶν Τροπαρίων ψαλλομένων, ὁ Διάκονος θυμιᾷ τὴν ἁγίαν Τράπεζαν κύκλῳ, τὴν Πρόθεσιν ἔνθα ἀποτέθεινται τὰ τίμια Δῶρα καὶ τὸν ναὸν ὅλον κατὰ τὴν συνήθη τάξιν.

After the Priest's exclamation, the curtain of the Beautiful Gate is opened. The Choirs, in concise manner and subdued voice, antiphonally sing the Psalms of “Lord I have cried,” in the mode of the first Idiomelon of the Triodion, till the verse, “Bring my soul out of prison…” As the Psalms and hymns are being sung, the Deacon censes around the altar Table, the Prothesis on which sit the holy Gifts, and the entire church in the usual manner.

ΧΟΡΟΣ

CHOIR

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰσάκουσόν μου, Κύριε.

Lord, I have cried to You; hear me. Hear me, O Lord. Lord, I have cried to You; hear me. Give heed to the voice of my supplication when I cry to You. Hear me, O Lord. [SAAS]

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε.

Let my prayer be set forth before You as incense, the lifting up of my hands as the evening sacrifice. Hear me, O Lord. [SAAS]

Δείξε Στιχολογίαν

Show Stichologia

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

Set a watch, O Lord, before my mouth, a door of enclosure about my lips.

Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

Incline not my heart to evil words, to make excuses in sins.

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

With men who work lawlessness; and I will not join with their choice ones.

Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

The righteous man shall correct me with mercy, and he shall reprove me; but let not the oil of the sinner anoint my head.

Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

For my prayer shall be intense in the presence of their pleasures. Their judges are swallowed up by the rock.

Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν· ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

They shall hear my words, for they are pleasant. As a clod of ground is dashed to pieces on the earth, so their bones were scattered beside the grave.

Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

For my eyes, O Lord, O Lord, are toward You; in You I hope; take not my soul away.

Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

Keep me from the snares they set for me, and from the stumbling blocks of those who work lawlessness.

Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω.

Sinners shall fall into their own net; I am alone, until I escape.

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

I cried to the Lord with my voice, with my voice I prayed to the Lord.

Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

I shall pour out my supplication before Him; I shall declare my affliction in His presence.

Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

When my spirit fainted within me, then You knew my paths.

Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

For on the way I was going, they hid a trap for me.

Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.

I looked on my right, and saw there was no one who knew me.

Ἀπώλετο φυγὴ ἀπʼ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

Refuge failed me, and there was no one who cared for my soul.

Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

I cried to You, O Lord; I said, “You are my hope, my portion in the land of the living.”

Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

Attend to my supplication, for I was humbled exceedingly.

Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Deliver me from my persecutors, for they are stronger than I.

Κρύψε Στιχολογίαν

Hide Stichologia

   

   

Τοῦ Τριωδίου.

From the Triodion.

Στιχηρὸν Ἰδιόμελον. Ἦχος πλ. αʹ.

Sticheron Idiomelon. Mode pl. 1.

Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Bring my soul out of prison to give thanks to Your name, O Lord. [SAAS]

Πλούσιος ἐν πάθεσιν ὑπάρχων, τὴν ἀπατηλὴν τῆς ὑποκρίσεως περίκειμαι στολήν, εὐφραινόμενος ἐν τοῖς κακοῖς τῆς ἀκρασίας, καὶ τὴν ἄμετρον ἀσπλαγχνίαν ἐπιδείκνυμαι, παρορῶν μου τὸν νοῦν, πρὸ τοῦ πυλῶνος βεβλημένον τῆς μετανοίας, λιμώττοντα παντὸς ἀγαθοῦ, καὶ νοσοῦντα τὴν ἀπροσεξίαν. Ἀλλὰ σὺ Κύριε, Λάζαρόν με ποίησον, πτωχὸν ἁμαρτημάτων, μήποτε δεηθείς, ἀποτύχω δακτύλου δροσίζοντος, ὀδυνωμένης μου τῆς γλώττης, ἐν ἀσβέστῳ φλογί, ἐν δὲ τοῖς τοῦ Πατριάρχου με κόλποις Ἀβραάμ, κατασκήνωσον ὡς φιλάνθρωπος.

Rich am I in passions and clothed in the deceptive robe of hypocrisy, feasting in the evils of self-indulgence. I display immense lack of compassion, for I have neglected my spiritual mind, which lies at the gate of repentance, famished of anything good, and sick with inattention. But now I pray You, Lord, make me like Lazarus, to be poor in sins, lest I be denied when I pray that a finger cool my burning tongue, in unquenchable fire; and make me dwell in the bosom of Abraham, as You are benevolent. [SD]

Στιχηρὸν Ἰδιόμελον. Ἦχος πλ. αʹ.

Sticheron Idiomelon. Mode pl. 1.

Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.

The righteous shall wait for me, until You reward me. [SAAS]

Πλούσιος ἐν πάθεσιν ὑπάρχων, τὴν ἀπατηλὴν τῆς ὑποκρίσεως περίκειμαι στολήν, εὐφραινόμενος ἐν τοῖς κακοῖς τῆς ἀκρασίας, καὶ τὴν ἄμετρον ἀσπλαγχνίαν ἐπιδείκνυμαι, παρορῶν μου τὸν νοῦν, πρὸ τοῦ πυλῶνος βεβλημένον τῆς μετανοίας, λιμώττοντα παντὸς ἀγαθοῦ, καὶ νοσοῦντα τὴν ἀπροσεξίαν. Ἀλλὰ σὺ Κύριε, Λάζαρόν με ποίησον, πτωχὸν ἁμαρτημάτων, μήποτε δεηθείς, ἀποτύχω δακτύλου δροσίζοντος, ὀδυνωμένης μου τῆς γλώττης, ἐν ἀσβέστῳ φλογί, ἐν δὲ τοῖς τοῦ Πατριάρχου με κόλποις Ἀβραάμ, κατασκήνωσον ὡς φιλάνθρωπος.

Rich am I in passions and clothed in the deceptive robe of hypocrisy, feasting in the evils of self-indulgence. I display immense lack of compassion, for I have neglected my spiritual mind, which lies at the gate of repentance, famished of anything good, and sick with inattention. But now I pray You, Lord, make me like Lazarus, to be poor in sins, lest I be denied when I pray that a finger cool my burning tongue, in unquenchable fire; and make me dwell in the bosom of Abraham, as You are benevolent. [SD]

Μαρτυρικόν.

For the Martyrs.

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.

Out of the depths I have cried to You, O Lord; O Lord, hear my voice. [SAAS]

Ἀκορέστῳ διαθέσει ψυχῆς, Χριστὸν οὐκ ἀρνησάμενοι, ἅγιοι Μάρτυρες, τοὺς δεινοὺς καὶ διαφόρους αἰκισμούς, παθημάτων ὑπεμείνατε, τῶν τυράννων τὰ θράση κατηδαφίσατε, ἀκλινῆ καὶ ἄτρωτον τὴν πίστιν φυλάξαντες, εἰς οὐρανοὺς μετέστητε· ὅθεν καὶ παῤῥησίας τυχόντες πρὸς αὐτόν, αἰτήσασθε δωρηθῆναι, ἡμῖν τὸ μέγα ἔλεος.

Refusing to deny Christ, O holy Martyrs, you endured the various painful tortures with an insatiable willingness of soul. You humbled the impudence of the tyrants, having kept your faith steadfast and invulnerable, and you were translated to heaven. Since you therefore have obtained confidence before the Lord, entreat Him that great mercy be granted to us. [SD]

Στιχηρὰ Προσόμοια. Ποίημα Ἰωσήφ.

Stichera Prosomia. By Joseph.

Ἦχος πλ. αʹ. Χαίροις ἀσκητικῶν.

Mode pl. 1. Rejoice.

Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Let Your ears be attentive to the voice of my supplication. [SAAS]

Πέραν τοῦ Ἰορδάνου σαρκί, περιπολεύων Ἰησοῦ, τοῖς συνοῦσί σοι, ἐβόας, ὁ φίλος ἤδη, Λάζαρος ἀποθανών, τῇ ταφῇ ἀρτίως παραδίδοται· διὸ χαίρω φίλοι μου, διʼ ἡμᾶς ἵνα μάθητε, ὡς πάντα οἶδα, Θεὸς ὢν ἀδιάστατος, εἰ καὶ πέφυκα, τὸ ὁρώμενον ἄνθρωπος. Ἄγωμεν οὖν ζωώσοντες, αὐτὸν ὅπως θάνατος, αἴσθηται τούτου τὸ νῖκος, καὶ τὴν τελείαν κατάλυσιν, σαφῶς ἣν ποιήσω, παρεχόμενος τῷ Κόσμῳ, τὸ μέγα ἔλεος.

Jesus, across the Jordan you went; * as man You stayed there; * then you said to Your followers, * “Our friend Lazarus has fallen * asleep, in fact he has died, * and he has been buried and laid in a tomb. * My friends, I am glad for you, * for through this you will surely learn * that I have not ceased * being God knowing everything, * although visibly I appear to be just a man. * So let us go and bring him back * to life, so that in this way * death might experience fully * its own defeat and might clearly feel * the total destruction * which I shall effect, while granting great mercy to the world.” [SD]

Ἦχος πλ. αʹ. Χαίροις ἀσκητικῶν.

Mode pl. 1. Rejoice.

Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

If You, O Lord, should mark transgression, O Lord, who would stand? For there is forgiveness with You. [SAAS]

Μάρθαν καὶ τὴν Μαρίαν πιστοί, ἐκμιμησάμενοι πρὸς Κύριον πέμψωμεν, ἐνθέους, ὡς πρέσβεις πράξεις, ὅπως ἐλθὼν τὸν ἡμῶν, νοῦν ἐξαναστήσῃ νεκρὸν κείμενον, δεινῶς ἐν τῷ μνήματι, ἀμελείας ἀναίσθητον, φόβου τοῦ θείου, μηδαμῶς αἰσθανόμενον, καὶ ἐνέργειαν, ζωτικὴν νῦν μὴ ἔχοντα, κράζοντες· Ἴδε Κύριε, καὶ ὥσπερ τὸν φίλον σου, Λάζαρον πάλαι Οἰκτίρμον, ἐπιστασίᾳ ἐξήγειρας, φρικτῇ, οὕτω πάντας, ζωοποίησον παρέχων, τὸ μέγα ἔλεος.

Faithful, come let us imitate * Martha and Mary, * and dispatch as our messengers * to Christ godly deeds and actions, * so that He come now to us * and resurrect our minds, which * grievously lie dead, * inert as if in a tomb * of neglect and of carelessness, * wholly unfeeling, * with no sense of the fear of God, * and not having in them the life-giving energy. * Let us cry out to Him and say, * “Compassionate Lord, behold, * and as You once resurrected * of old Your friend, righteous Lazarus, * by Your awesome power, * so now vivify us, granting great mercy to us all.” [SD]

Ἕτερον. Ποίημα Θεοδώρου.

Another. By Theodore.

Ἦχος πλ. βʹ. Κύριε ἐπὶ τὸν τάφον.

Mode pl. 2. (not metered)

Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Because of Your law, O Lord, I waited for You; my soul waited for Your word. My soul hopes in the Lord. [SAAS]

Δισημερεύει Λάζαρος ἐν τῷ τάφῳ, τοὺς ἀπʼ αἰῶνος βλέπει θανέντας· ἐκεῖ τεθέαται δείματα ξένα, πληθὺν ἀναρίθμητον, ᾍδου κρατουμένην τοῖς δεσμοῖς· διὸ αἱ σύγγονοι θρηνοῦσι πικρῶς προσβλέπουσαι τὸν τάφον αὐτοῦ, Χριστὸς δὲ ἥκει ζωῶσαι τὸν φίλον τὸν ἑαυτοῦ, τοῦ μίαν παρὰ πάντων ἐπιτελεῖσθαι συμφωνίαν. Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.

Lazarus has now been in the tomb for two days. He sees the dead from the beginning of time. He gazes at strange and frightening sights, at a countless multitude being held prisoner in the bonds of Hades. Therefore do his sisters lament bitterly, as they look at his tomb. But Christ is coming to bring His friend back to life, so that with one voice everyone might say: “Blessed are You, O Savior! Have mercy on us.” [SD]

Στιχηρά. Τοῦ Εὐαγγελιστοῦ.

Stichera. For the Evangelist.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος αʹ. Πανεύφημοι μάρτυρες.

Mode 1. N/M (O Martyrs, extolled.)

Πανεύφημοι μάρτυρες.

Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

From the morning watch until night; from the morning watch until night, let Israel hope in the Lord. [SAAS]

Μᾶρκε παμμακάριστε τρυφῆς, τὸν χειμάῤῥουν ἔπιες, ὡς ἐξ Ἐδὲμ δὲ ἐξώρμησας, περιφανέστατος, ποταμὸς εἰρήνης, περικλύζων νάμασι, τοῦ Εὐαγγελικοῦ σου κηρύγματος, τῆς γῆς τὸ πρόσωπον, Ἐκκλησίας τὰ συστήματα, καταρδεύων, θεοπνεύστοις δόγμασι.

Most blessed Mark, ⁄ you drank from the fountain of delight; ⁄ you became a river of peace, flowing from Eden, ⁄ surrounding us as a sea of protection. ⁄ The proclamation of your Gospel waters the face of the earth. ⁄⁄ By your divinely-inspired teaching the Church is established! [OCA]

Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρʼ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

For with the Lord there is mercy, and with Him is abundant redemption; and He shall redeem Israel from all his transgressions. [SAAS]

Μᾶρκε παμμακάριστε τρυφῆς, τὸν χειμάῤῥουν ἔπιες, ὡς ἐξ Ἐδὲμ δὲ ἐξώρμησας, περιφανέστατος, ποταμὸς εἰρήνης, περικλύζων νάμασι, τοῦ Εὐαγγελικοῦ σου κηρύγματος, τῆς γῆς τὸ πρόσωπον, Ἐκκλησίας τὰ συστήματα, καταρδεύων, θεοπνεύστοις δόγμασι.

Most blessed Mark, ⁄ you drank from the fountain of delight; ⁄ you became a river of peace, flowing from Eden, ⁄ surrounding us as a sea of protection. ⁄ The proclamation of your Gospel waters the face of the earth. ⁄⁄ By your divinely-inspired teaching the Church is established! [OCA]

Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

Praise the Lord, all you Gentiles; praise Him, all you peoples. [SAAS]

Μᾶρκε παναοίδιμε Μωσῆς, Αἰγυπτίους πρώην μέν, ἐν τῇ θαλάσσῃ ἐβύθισεν, ἀλλὰ σὺ πάνσοφε, ἐκ θαλάσσης τούτους, τῆς πλάνης ἀνείλκυσας, δυνάμει τοῦ αὐτοῖς μετὰ σώματος, ἐπιδημήσαντος, καὶ τὰ τούτων χειροποίητα, καθελόντος, ὑψηλῷ βραχίονι.

Most praised Apostle Mark, ⁄ Moses once drowned the Egyptians in the sea, ⁄ but you, wise one, have drawn them up from the depths of error! ⁄ You lived with them, and showed them power, ⁄⁄ destroying their idols with your strong right arm! [OCA]

Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφʼ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

For His mercy rules over us; and the truth of the Lord endures forever. [SAAS]

Ὦ Μᾶρκε πανίερε φωτί, ὁμιλῶν τοῦ Πνεύματος, πνευματικὸς ὅλος γέγονας, καὶ νῦν πανόλβιε, ταῖς πρὸς τὸν Δεσπότην, ἀνενδότοις νεύσεσι, καὶ μακαριωτάταις ἐλλάμψεσιν, θέσει θεούμενος, μυστηρίου τὸ κεφάλαιον, καὶ τὸ τέλος, εὗρες τὸ πολύευκτον.

Most holy Mark, ⁄ you lived in the light of the Spirit and were wholly transformed. ⁄ Now, most wealthy one, you are made god by adoption ⁄ and through many visions and blessed radiance, ⁄ you have reached the height of your mystery, ⁄⁄ the goal for which you longed. [OCA]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Ἦχος αʹ. Πανεύφημοι μάρτυρες.

Mode 1. O Martyrs, extolled.

Πανεύφημοι μάρτυρες.

Νοσοῦσαν Πανύμνητε δεινῶς, τὴν ψυχήν μου πάθεσιν, πονηροτάτοις θεράπευσον, ἡ τὸν ἀκέστορα, καὶ Σωτῆρα πάντων, τὸν Χριστὸν κυήσασα, τὸν πᾶσαν μαλακίαν ἰώμενον, τὸν τραυματίσαντα, διαβόλου τὴν κακόνοιαν, καὶ θανάτου ὑμᾶς ἀπαλλάξαντα.

I pray you to heal my wretched soul, * which is seriously ill with the most wicked of passions, O all-lauded Virgin pure, * as the one who gave birth * to the Savior of us all, to Christ God, the Healer, who cures every infirmity of ours, * and who wounded all the wickedness * of the devil, * and freed us from sin and death. [SD]

Η ΕΙΣΟΔΟΣ

ENTRANCE

Ψαλλομένου τοῦ· «Δόξα, καὶ νῦν», ἀνοίγονται τὰ βημόθυρα τῆς Ὡραίας Πύλης καὶ ὁ Διάκονος μετὰ τοῦ Ἱερέως ἐξέρχονται ἐκ τῆς βορείου Πύλης, μετὰ θυμιατηρίου, ἢ ἐν ἑορτῇ μετὰ τοῦ Εὐαγγελίου, προηγουμένου λαμπαδούχου, καὶ ποιοῦσιν εἴσοδον. Σταθένετς δὲ ἐν τῷ συνήθει τόπῳ, λέγει ὁ Διάκονος·

As the “Glory; both now” is sung, the doors of the Beautiful Gate are opened. Preceded by an acolyte with a candle, the Deacon with censer (or the Gospel, if it is a feast) and the Priest exit from the north door and do the entrance. They stop at the usual place, and the Deacon says:

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

Ὁ δὲ Ἱερεὺς κλίνας τὴν κεφαλὴν λέγει ἠρέμα τὴν εὐχήν·

The Priest bows his head and quietly says the prayer:

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΕΙΣΟΔΟΥ

ENTRANCE PRAYER

Ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας αἰνοῦμεν, εὐλογοῦμεν, εὐχαριστοῦμεν καὶ δεόμεθά σου, Δέσποτα τῶν ἁπάντων, φιλάνθρωπε Κύριε. Κατεύθυνον τὴν προσευχὴν ἡμῶν ὡς θυμίαμα ἐνώπιόν σου καὶ μὴ ἐκκλίνῃς τὰς καρδίας ἡμῶν εἰς λόγους ἢ εἰς λογισμοὺς πονηρίας, ἀλλὰ ῥῦσαι ἡμᾶς ἐκ πάντων τῶν θηρευόντων τὰς ψυχὰς ἡμῶν· ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοὶ ἡμῶν καὶ ἐπὶ σοὶ ἠλπίσαμεν· μὴ καταισχύνῃς ἡμᾶς, ὁ Θεὸς ἡμῶν. Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

In the evening, in the morning, and at midday, we praise You, we bless You, we give thanks to You, and we pray to You, Master of all, benevolent Lord. Let our prayer be set forth before You as incense. Incline not our hearts to evil words or thoughts, but deliver us all from those who pursue our souls. For our eyes, O Lord, O Lord, are toward You, and in You we hope. Leave us not embarrassed, O our God. For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. Amen.

Μετὰ δὲ τὴν συμπλήρωσιν τῆς ἀνωτέρω εὐχῆς, ὁ Διάκονος, ἀποτεινόμενος πρὸς τὸν Ἱερέα, λέγει πριαείᾳ τῇ φωνῇ·

After the end of the prayer, the Deacon addresses the Priest softly and says:

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Εὐλόγησον, δέσποτα, τὴν ἁγίαν εἴσοδον.

Master, bless the holy entrance.

Ὁ Ἱερεύς, εὐλογῶν διὰ τῆς χειρὸς σταυροειδῶς κατὰ ἀνατολάς, λέγει ταπεινῇ τῇ φωνῇ·

The Priest blesses with his hand crosswise towards the east and says in low voice:

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Εὐλογημένη ἡ εἴσοδος τῶν ἁγίων σου πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed be the entrance of Your holy ones always, now and ever and to the ages of ages.

Ὁ Διάκονος θυμιᾷ, ἐξ οὗ ἵσταται τόπου, τὸν ἀρχιερατικὸν Θρόνον καὶ τὰς Δεσποτικὰς εἰκόνας ἀνὰ τρείς.

The Deacon, from where he is standing, censes the bishop's throne and the principal icons three times each.

Εἰ δὲ ἡ εἴσοδος γίνεται μετὰ τοῦ ἱεροῦ Εὐαγγελίου, ὁ Διάκονος προσφέρει αὐτὸ εἰς τὸν Ἱερέα, ὅστις ἀσπάζεται αὐτό, καί, στὰς πρὸ τοῦ Ἱερέως καὶ πρὸς ἀνατολὰς προσβλέπων, ἐκφωνεῖ·

If the entrance is done with the holy Gospel, the Deacon offers it to the Priest to kiss it. Then he faces east in front of the Priest and exclaims:

ΔΙΑΚΟΝΟΣ (ἐκφώνως)

DEACON (aloud)

Σοφία. Ὀρθοί.

Wisdom. Arise.

Ὁ Προεστὼς ἢ ὁ Ἀναγνώστης ἀναγινώσκει τό· «Φῶς ἱλαρόν…» Ὁ δὲ Διάκονος θυμιῶν εἰσέρχεται κατʼ εὐθεῖαν εἰς τὸ ἅγιον Βῆμα διὰ τῆς Ὡραίας Πύλης καὶ ἵσταται ἔσωθεν πρὸς τὰ ἀριστερά. Ὁ Ἱερεύς, ὑποκλιθεὶς πρὸ τοὺ ἀρχιερατικιοῦ Θρόνου, εἰσέρχεται καὶ οὗτος διὰ τῆς Ὡραίας Πύλης εἰς τὸ ἅγιον Βῆμα, θυμιώμενος ὑπὸ τοῦ Διακόνου, καὶ καταλαμβάνει τὸν οἰκεῖον τόπον ἔμπροσθεν τῆς ἁγίας Τραπέζης.

The Hierarch or the Reader reads, “Gladsome light.” The Deacon, censing, immediately enters the holy Alter through the Beautiful Gate and stands inside on the left. The Priest nods towards the bishop's throne and also enters the holy Altar through the Beautiful Gate, as the Deacon censes him, and he takes his own place before the holy Table.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Φῶς ἱλαρὸν ἁγίας δόξης ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει.

Gladsome light of holy glory of the holy, blessed, heavenly, immortal Father, O Jesus Christ: arriving at the hour of sunset and having seen the evening light, we praise the Father, Son, and Holy Spirit, God. It is worthy for You to be praised at all times with happy voices, O Son of God and Giver of life; * and therefore the world glorifies You.

ΑΝΑΓΝΩΣΜΑΤΑ – ΤΟ «ΚΑΤΕΥΘΥΝΘΗΤΩ»

READINGS – “LET MY PRAYER”

Τὰ Ἀναγνώσματα

The Readings

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἑσπέρας…

The evening…

Τοῦ Τριωδίου - - -

From Triodion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Ψαλμὸς ΡΙΔʹ (114).

Psalm 114 (115).

Εὐαρεστήσω ἐνώπιον Κυρίου, ἐν χώρᾳ ζώντων.

I shall be well pleasing before the Lord in the land of the living.

Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου.

I have loved, because the Lord shall hear the voice of my supplication. [SAAS]

Γενέσεως τὸ ἀνάγνωσμα.

The reading is from the book of Genesis.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γεν ΜΓʹ, 25 – 30 ΜΕʹ, 1 – 16

Gn 43:26 – 31, 45:1 – 16

Προσήνεγκαν τῷ Ἰωσὴφ οἱ ἀδελφοὶ αὐτοῦ τὰ δῶρα, ἃ εἶχον ἐν ταῖς χερσὶν αὐτῶν εἰς τὸν οἶκον· καὶ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. Ἠρώτησε δὲ αὐτούς· Πῶς ἔχετε; καί εἶπεν αὐτοῖς· Ὑγιαίνει ὁ πατὴρ ὑμῶν ὁ πρεσβύτης, ὃν εἴπατε ἔτι ζῆν· Οἱ δὲ εἶπον· Ὑγιαίνει, ὁ παῖς σου ὁ πατὴρ ἡμῶν, ἔτι ζῇ. Καὶ εἶπεν· Εὐλογητὸς ὁ ἄνθρωπος ἐκεῖνος τῷ Θεῷ· καὶ κύψαντες προσεκύνησαν αὐτῷ. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς Ἰωσήφ, εἶδε Βενιαμὶν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμομήτριον, καὶ εἶπεν· Οὗτός ἐστιν ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος, ὃν εἴπατε πρός με ἀγαγεῖν; καὶ εἶπεν· Ὁ Θεὸς ἐλεῆσαι σε τέκνον. Ἐταράχθη δὲ Ἰωσήφ· συνεστρέφετο γὰρ τὰ σπλάγχνα αὐτοῦ ἐπὶ τῷ ἀδελφῷ αὐτοῦ, καὶ ἐζήτει κλαῦσαι· εἰσελθὼν δὲ εἰς τὸ ταμεῖον, ἔκλαυσεν ἐκεῖ· καὶ νιψάμενος τὸ πρόσωπον, ἐξελθὼν ἐνεκρατεύσατο. Καὶ οὐκ ἠδύνατο Ἰωσήφ ἀνέχεσθαι πάντων τῶν παρεστηκότων αὐτῷ, ἀλλʼ εἶπεν· Ἐξαποστείλατε πάντας ἀπʼ ἐμοῦ· καὶ οὐ παρειστήκει οὐδεὶς τῷ Ἰωσήφ, ἡνίκα ἀνεγνωρίζετο τοῖς ἀδελφοῖς αὐτοῦ· καὶ ἀφῆκε φωνὴν μετὰ κλαυθμοῦ. Ἤκουσαν δὲ πάντες οἱ Αἰγύπτιοι, καὶ ἀκουστὸν ἐγένετο εἰς τὸν οἶκον Φαραώ. Εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· Ἐγώ εἰμι Ἰωσήφ· ἔτι ὁ πατήρ μου ζῇ; Καὶ οὐκ ἠδύναντο οἱ ἀδελφοὶ ἀποκριθῆναι αὐτῷ· ἐταράχθησαν γάρ. Εἶπε δὲ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· Ἐγγίσατε πρός με· καὶ ἤγγισαν. Καὶ εἶπεν· Ἐγώ εἰμι Ἰωσὴφ ὁ ἀδελφὸς ὑμῶν, ὃν ἀπέδοσθε εἰς Αἴγυπτον· νῦν οὖν μὴ λυπεῖσθε, μηδὲ σκληρὸν ὑμῖν φανείτω, ὅτι ἀπέδοσθέ με ᾧδε· εἰς γὰρ ζωὴν ἀπέστειλέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν. Τοῦτο γὰρ δεύτερον ἔτος λιμὸς ἐπὶ τῆς γῆς, καὶ ἔτι λοιπὰ πέντε ἔτη, ἐν οἷς οὐκ ἔστιν ἀροτρίασις, οὐδὲ ἀμητός. Ἀπέστειλε γάρ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, ὑπολείπεσθαι ὑμῖν κατάλειμμα ἐπὶ τῆς γῆς, καὶ ἐκθρέψαι ὑμῶν κατάλειψιν μεγάλην. Νῦν οὖν οὐχ ὑμεῖς με ἀπεστάλκατε ᾧδε, ἀλλὰ ὁ Θεός· καὶ ἐποίησέ με, ὡς πατέρα Φαραώ, καὶ Κύριον παντὸς τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοντα πάσης γῆς Αἰγύπτου. Σπεύσαντες οὖν, ἀνάβητε πρὸς τὸν πατέρα μου, καὶ εἴπατε αὐτῷ· Τάδε λέγει ὁ υἱός σου Ἰωσήφ. Ἐποίησέ με ὁ Θεὸς κύριον πάσης γῆς Αἰγύπτου· κατάβηθι οὖν πρός με, καὶ μὴ μείνῃς· καὶ κατοικήσεις ἐν γῇ Γεσὲμ Ἀραβίας, καὶ ἔσῃ ἐγγύς μου σύ, καὶ οἱ υἱοί σου, καὶ οἱ υἱοὶ τῶν υἱῶν σου, τὰ πρόβατά σου, καὶ οἱ βόες σου, καὶ ὅσα σοί ἐστι· καὶ ἐκθρέψω σε ἐκεῖ· ἔτι γὰρ πέντε ἔτη λιμὸς ἔσται ἐπὶ τῆς γῆς, ἵνα μὴ ἐκτριβῇς σύ, καὶ οἱ υἱοί σου, καὶ πάντα τὰ ὑπάρχοντά σου. Ἰδοὺ οἱ ὀφθαλμοὶ ὑμῶν βλέπουσι, καὶ οἱ ὀφθαλμοὶ Βενιαμὶν τοῦ ἀδελφοῦ μου, ὅτι τὸ στόμα μου τὸ λαλοῦν πρὸς ὑμᾶς. Ἀπαγγείλατε οὖν τῷ πατρί μου πᾶσαν τὴν δόξαν μου τὴν ἐν Αἰγύπτῳ, καὶ ὅσα ἴδετε· καὶ ταχύναντες, καταγάγετε τὸν πατέρα μου ᾧδε. Καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον Βενιαμὶν τοῦ ἀδελφοῦ αὐτοῦ, ἔκλαυσεν ἐπʼ αὐτῷ, καὶ Βενιαμὶν ἔκλαυσεν ἐπὶ τῷ τραχήλῳ αὐτοῦ. Καὶ καταφιλήσας πάντας τοὺς ἀδελφοὺς αὐτοῦ, ἔκλαυσεν ἐπʼ αὐτοῖς· καὶ μετὰ ταῦτα, ἐλάλησαν οἱ ἀδελφοὶ αὐτοῦ πρὸς αὐτόν. Καὶ διεβοήθη ἡ φωνὴ εἰς τὰ ὦτα Φαραώ, λέγοντες· Ἥκασιν οἱ ἀδελφοὶ Ἰωσήφ. Ἐχάρη δὲ Φαραώ, καὶ πᾶσα ἡ θεραπεία αὐτοῦ.

Thus when Joseph came home, they brought the present in their hand to him in the house, and bowed down before him to the earth. Then he asked them about their well-being, and said, “Is your father well, the old man of whom you spoke? Is he still alive?” So they answered, “Your servant our father is in good health; he is still alive.” Then he said, “Blessed be that man in God”; and they bowed their heads down and prostrated themselves. Then Joseph lifted his eyes and saw his brother Benjamin, his mother’s son, and said, “Is this your younger brother you said you would bring to me?” So he said, “May God grant you mercy, my son.” Now his heart yearned for his brother; so Joseph made haste and sought somewhere to weep. Then he went into his inner chamber and wept there. He then washed his face and came out; and he composed himself. Now Joseph could not restrain himself before all those who stood by him, and he cried out, “Make everyone go out from me!” So no one stood with him while Joseph made himself known to his brothers. Then he wept aloud, and the Egyptians and the house of Pharaoh heard it. Joseph then said to his brothers, “I am Joseph; does my father still live?” But his brothers could not answer him, for they were stunned in his presence. But Joseph said to his brothers, “Come near to me.” So they came near. Then he said, “I am Joseph your brother, whom you sold into Egypt. Now therefore, do not be grieved or angry with yourselves because you sold me here; for God sent me before you to save life. For this is the second year of famine in the land, and five years still remain in which there will be neither plowing nor harvesting. For God sent me before you to preserve you as a remnant on the earth, and to sustain you as a great remnant. So now, it was not you who sent me here, but God; and He made me a father to Pharaoh, and lord of all his house, and ruler throughout all the land of Egypt. “Hurry then and go up to my father, and say to him, ‘Thus says your son Joseph, “God made me lord of all Egypt; come down to me, do not tarry. You shall dwell in the land of Goshen, and you shall be near to me, you and your children, your children’s children, your sheep and oxen, and all you have. There I will provide for you, lest you and your household, and all you have, come to poverty; for five years of famine still remain.’” And behold, your eyes and the eyes of my brother Benjamin see it is my mouth that speaks to you. Therefore, you shall tell my father of all my glory in Egypt, and of all you have seen; and you shall hurry and bring my father down here.” Then he fell on his brother Benjamin’s neck and wept, and Benjamin wept on his neck. Moreover he kissed all his brothers and wept over them, and after this his brothers talked with him. Now the report of it was heard in Pharaoh’s house, saying, “Joseph’s brothers have come.” So it pleased Pharaoh and his servants well. [SAAS]

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Ψαλμὸς ΡΙΕʹ (115).

Psalm 115 (116).

Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω, ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ.

I shall pay my vows to the Lord in the presence of all His people.

Ἐπίστευσα, διὸ ἐλάλησα· ἐγὼ δὲ ἐταπεινώθην σφόδρα.

I believed; therefore, I spoke; I was greatly humbled. [SAAS]

ΑΝΑΓΝΩΣΤΗΣ (ἐμμελῶς)

READER (sung)

Κέλευσον.

Command!

Ὁ Ἱερεύς, κρατῶν ἐν τῇ δεξιᾷ αὐτοῦ λαμπάδα ἀνημμένην καὶ θυμιατήριον ἐξηρτημένον, ἵσταται ἐνώπιον τῆς ἁγίας Τραπέζης καὶ ποιεῖ σχῆμα σταυροῦ λέγων·

The Priest holds a lit candle in his right hand with the censer hanging below it, stands before the holy Table, gestures crosswise and says:

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Ὀρθοί.

Wisdom. Arise.

Καὶ στραφεὶς πρὸς τὸν λαὸν καὶ εὐλογῶν αὐτὸν σταυροειδῶς διὰ τῆς λαμπάδος λέγει·

Then he turns to face the people, blesses them crosswise with the candle, and says:

Φῶς Χριστοῦ φαίνει πᾶσι.

The light of Christ elucidates everything.

Εἶτα δὲ παραδίδωσι τήν τε λαμπάδα καὶ τὸ θυμιατήριον τῷ ὑπηρετοῦντι.

Then he hands the candle and the censer to the acolyte.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Παροιμιῶν τὸ ἀνάγνωσμα.

The reading is from the Proverbs of Solomon.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Πρμ ΚΑʹ, 23 - ΚΒʹ, 4

Pr 21:22 – 30, 22:1 – 4

Ὃς φυλάσσει τὸ στόμα αὐτοῦ καὶ τὴν γλῶσσαν, διατηρεῖ ἐκ θλίψεως τὴν ψυχὴν αὐτοῦ. Θρασὺς καὶ αὐθάδης καὶ ἀλαζών, λοιμὸς καλεῖται· ὃς δὲ μνησικακεῖ, παράνομος. Ἐπιθυμίαι ὀκνηρὸν ἀποκτείνουσιν· οὐ γὰρ προαιροῦνται αἱ χεῖρες αὐτοῦ ποιεῖν τι. Ἀσεβὴς ἐπιθυμεῖ ὅλην τὴν ἡμέραν ἐπιθυμίας κακάς, ὁ δὲ δίκαιος ἐλεεῖ καὶ οἰκτείρει ἀφειδῶς, θυσίαι ἀσεβῶν, βδέλυγμα Κυρίῳ· καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς. Μάρτυς ψευδὴς ἀπολεῖται, ἀνὴρ δὲ ὑπήκοος φυλασσόμενος λαλήσει. Ἀσεβὴς ἀνὴρ ἀναιδῶς ὑφίσταται προσώπῳ· ὁ δὲ εὐθύς, αὐτὸς συνιεῖ τὰς ὁδοὺς αὐτοῦ. Οὐκ ἔστι σοφία, οὐκ ἔστιν ἀνδρεία, οὐκ ἔστι βουλὴ κατέναντι Κυρίου, πρὸς τὸν ἀσεβῆ. Ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου· παρὰ δὲ Κυρίου ἡ βοήθεια. Αἱρετώτερον ὄνομα καλόν, ἢ πλοῦτος πολύς· ὑπὲρ δὲ χρυσίον καὶ ἀργύριον χάρις ἀγαθή. Πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις· ἀμφοτέρους δὲ ὁ Κύριος ἐποίησε. Πανοῦργος ἰδὼν πονηρὸν τιμωρούμενον κραταιῶς, αὐτὸς παιδεύεται· οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν. Γενεὰ σοφίας φόβος Κυρίου, καὶ πλοῦτος, καὶ δόξα, καὶ ζωή.

He who guards his mouth and tongue keeps his soul from tribulation. A troublemaker is called rash, arrogant, and boastful, and he who bears malice is called lawless. Desires kill a slothful man, for his hands choose not to do anything. The ungodly man desires evil all day long, but the righteous man shows mercy and compassion unsparingly. The sacrifices of the ungodly are an abomination to the Lord, for they offer them lawlessly. A false witness shall perish, but an obedient man will speak guardedly. An ungodly man resists shamelessly to the face, but the upright man himself understands his ways. There is no wisdom, there is no courage, there is no counsel for the ungodly. The horse is prepared for the day of war, but help is from the Lord. A good name is to be chosen more than much wealth, and good grace more than silver and gold. The rich man and the poor man meet with one another, but the Lord made both. An astute man, seeing an evil man severely punished, is himself instructed, but those passing by without discernment suffer loss. The fear of the Lord and riches and glory and life are the offspring of wisdom. [SAAS]

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη σοι.

Peace be with you.

ΙΕΡΕΥΣ

PRIEST

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.

Let my prayer be set forth before You as incense, the lifting up of my hands as the evening sacrifice. [SAAS]

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ.

Lord, I have cried to You; hear me. Hear me, O Lord. Lord, I have cried to You; hear me. Give heed to the voice of my supplication when I cry to You.

ΧΟΡΟΣ

CHOIR

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.

Let my prayer be set forth before You as incense, the lifting up of my hands as the evening sacrifice.

ΙΕΡΕΥΣ

PRIEST

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

Set a watch, O Lord, before my mouth, a door of enclosure about my lips.

ΧΟΡΟΣ

CHOIR

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.

Let my prayer be set forth before You as incense, the lifting up of my hands as the evening sacrifice.

ΙΕΡΕΥΣ

PRIEST

Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

Incline not my heart to evil words, to make excuses in sins.

ΧΟΡΟΣ

CHOIR

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.

Let my prayer be set forth before You as incense, the lifting up of my hands as the evening sacrifice.

ΙΕΡΕΥΣ

PRIEST

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

ΧΟΡΟΣ

CHOIR

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.

Let my prayer be set forth before You as incense, the lifting up of my hands as the evening sacrifice.

ΙΕΡΕΥΣ

PRIEST

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου.

Let my prayer be set forth before You as incense.

ΧΟΡΟΣ

CHOIR

Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.

The lifting up of my hands as the evening sacrifice.

Η ΕΚΤΕΝΗΣ ΔΕΗΣΙΣ

THE SUPPLICATION

ΔΙΑΚΟΝΟΣ

DEACON

Εἴπωμεν πάντες ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας ἡμῶν εἴπωμεν.

Let us all say with all our soul and with all our mind, let us all say.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Κύριε παντοκράτορ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Lord, Ruler of all, God of our fathers, we pray You, hear us and have mercy.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον. (3)

Lord, have mercy. (3)

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

Again we pray for pious and Orthodox Christians.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον. (3)

Lord, have mercy. (3)

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).

Again we pray for our Archbishop (name).

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον. (3)

Lord, have mercy. (3)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΗΣ ΕΚΤΕΝΟΥΣ ΙΚΕΣΙΑΣ

SUPPLICATION PRAYER

Κύριε ὁ Θεὸς ἡμῶν, τὴν ἐκτενῆ ταύτην ἱκεσίαν πρόσδεξαι παρά τῶν σῶν δούλων καὶ ἐλέησον ἡμᾶς κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου· καί τοὺς οἰκτιρμούς σου κατάπεμψον ἐφ’ ἡμᾶς καὶ ἐπὶ πάντα τὸν λαόν σου, τὸν ἀπεκδεχόμενον τὸ παρά σοῦ μέγα καὶ πλούσιον ἔλεος.

Lord our God, accept this fervent supplication from Your servants, and have mercy on us in accordance with the abundance of Your mercy, and send down Your compassion upon us and upon all Your people who await Your great and rich mercy.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are merciful and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΔΕΗΣΕΙΣ ΥΠΕΡ ΤΩΝ ΚΤΗΧΟΥΜΕΝΩΝ

LITANY FOR CATECHUMENS

ΔΙΑΚΟΝΟΣ

DEACON

Εὔξασθε, οἱ κατηχούμενοι, τῷ Κυρίῳ.

Catechumens, pray to the Lord.

ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν)

CHOIR (after each petition)

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Οἱ πιστοί, ὑπέρ τῶν κατηχουμένων δεηθῶμεν·

Let us, the faithful, pray for the catechumens.

Ἵνα ὁ Κύριος αὐτοὺς ἐλεήσῃ·

That the Lord have mercy on them.

Κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας·

That He teach them the word of truth.

Ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης·

That He reveal to them the gospel of righteousness.

Ἑνώσῃ αὐτοὺς τῇ ἁγίᾳ αὐτοῦ καθολικῇ καὶ ἀποστολικῇ Ἐκκλησίᾳ·

That He unite them to His holy, catholic, and apostolic Church.

Σῶσον, ἐλέησον, ἀντιλαβοῦ καὶ διαφύλαξον αὐτούς, ὁ Θεός, τῇ σῇ χάριτι·

Save them, have mercy on them, help them, and protect them, O God, by Your grace.

Οἱ κατηχούμενοι, τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε·

Catechumens, bow your heads to the Lord.

ΧΟΡΟΣ

CHOIR

Σοί, Κύριε.

To You, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΤΩΝ ΚΑΤΗΧΟΥΜΕΝΩΝ

PRAYER FOR CATECHUMENS

Ὁ Θεός, ὁ Θεὸς ἡμῶν, ὁ κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, ὁ πάντας θέλων σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἐπίβλεψον ἐπὶ τοὺς δούλους σου τοὺς κατηχουμένους καὶ λύτρωσαι αὐτοὺς τῆς παλαιᾶς πλάνης καὶ τῆς μεθοδείας τοῦ ἀντικειμένου· καὶ προσκάλεσαι αὐτοὺς εἰς τὴν ζωὴν τὴν αἰώνιον, φωτίζων αὐτῶν τὰς ψυχὰς καὶ τὰ σώματα καὶ συγκαταριθμῶν αὐτοὺς τῇ λογικῇ σου ποίμνῃ, ἐφʼ ἣν τὸ ὄνομά σου τὸ ἅγιον ἐπικέκληται.

God, our God, creator and maker of all, as You will that everyone be saved and come to the knowledge of the truth, look upon your servants, the catechumens, and rescue them from the ancient error and from the devil's devices. Invite them to eternal life; illumine their souls and bodies; and include them in Your rational flock, over which Your holy name has been invoked.

ΔΕΗΣΕΙΣ ΥΠΕΡ ΤΩΝ ΦΩΤΙΖΟΜΕΝΩΝ

LITANY FOR THOSE NEARING ILLUMINATION

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Ἵνα καὶ αὐτοὶ σὺν ἡμῖν δοξάζωσι τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καί του Υἱοῦ καί του ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων.

So that with us they also may glorify Your most honorable and majestic name, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὅσοι κατηχούμενοι, προέλθετε· οἱ κατηχούμενοι, προέλθετε. Ὅσοι πρὸς τὸ φώτισμα, προσέλθετε· εὔξασθε οἱ πρὸς τὸ φώτισμα, τῷ Κυρίῳ.

All catechumens, depart; catechumens depart. All who are nearing illumination, come forward. Pray, all of you who are nearing illumination.

ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν)

CHOIR (after each petition)

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Οἱ πιστοί, ὑπὲρ τῶν πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένων ἀδελφῶν καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν.

Let us the faithful pray to the Lord for our brethren who are nearing holy illumination and for their salvation.

Ὅπως Κύριος ὁ Θεὸς ἡμῶν στηρίξῃ αὐτοὺς καὶ ἐνδυναμώσῃ·

That the Lord our God establish and strengthen them.

Φωτίσῃ αὐτοὺς φωτισμῷ γνώσεως καὶ εὐσεβείας·

That He illumine them with the light of knowledge and piety.

Καταξιώσῃ αὐτοὺς ἐν καιρῷ εὐθέτῳ τοὺ λουτροῦ τῆς παλιγγενεσίας, τῆς ἀφέσεω τῶν ἁμαρτιῶν καὶ τοῦ ἐνδύματος τῆς ἀφθαρσίας·

That He make them worthy in due time of the baptism of regeneration, the remissions of sins, and the robe of incorruption.

Ἀναγεννήσῃ αὐτοὺς διʼ ὕδατος καὶ Πνεύματος·

That He regenerate them with water and the Spirit.

Χαρίσηται αὐτοῖς τὴν τελειότητα τῆς πίστεως·

That He grant them the perfection of faith.

Συγκαταριθμήσῃ αὐτοὺς τῇ ἁγίᾳ αὐτοῦ καὶ ἐκλκετῇ ποίμνῃ·

That He number them among His holy and chosen flock.

Σῶσον, ἐλέησον, ἀντιλαβοῦ καὶ διαφύλαξον αὐτούς, ὁ Θεός, τῇ σῇ χάριτι·

Save them, have mercy on them, help them, and protect them, O God, by Your grace.

Οἱ πρὸς τὸ φώτισμα, τὰς κεφαλὰς ὑμῶν τῷ Κυρίῳ κλίνατε.

All who are nearing illumination, bow Your heads to the Lord.

ΧΟΡΟΣ

CHOIR

Σοί, Κύριε.

To You, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΥΠΕΡ ΤΩΝ ΠΡΟΣ ΤΟ ΑΓΙΟΝ ΦΩΤΙΣΜΑ ΕΥΤΡΕΠΙΖΟΜΕΝΩΝ

PRAYER FOR THOSE NEARING ILLUMINATION

Ἐπίφανον, Δέσποτα, τὸ πρόσωπόν σου ἐπὶ τοὺς πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένους καὶ ἐπιποθοῦντας τὸ τῆς ἁμαρτίας μολυσμὸν ἀποτινάξασθαι· καταύγασον αὐτῶν τὴν διάνοιαν· βεβαίωσον αὐτοὺς ἐν τῇ πίστει· στήριξον ἐν ἐλπίδι· τελείωσον ἐν ἀγάπῃ· μέλη τίμια τοῦ Χριστοῦ ἀνάδειξον, τοῦ δόντος ἑαυτὸν ἀντίλυτρον ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Master, make Your face to shine on those who are preparing for holy illumination and who long to rid themselves of sin's contamination. Illumine their minds. Assure them in faith. Confirm them in hope. Perfect them in love. Make them precious members of Christ, who gave himself as a ransom for our souls.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὺ εἶ ὁ φωτισμὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are our illumination and we offer up glory to You, the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὅσοι πρὸς τὸ φώτισμα, προέλθετε· οἱ πρὸς τὸ φώτισμα, προέλθετε.

All who are nearing illumination, depart. You who are nearing illumination, depart.

Ὅσοι κατηχούμενοι, προέλθετε· μή τις τῶν κατηχουμένων.

All catechumens, depart. Let no catechumen remain.

ΔΕΗΣΕΙΣ ΤΩΝ ΠΙΣΤΩΝ

LITANIES FOR THE FAITHFUL

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὅσοι πιστοί, ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

All the faithful, again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Σοφία.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. Wisdom.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΠΙΣΤΩΝ Αʹ

FIRST PRAYER FOR THE FAITHFUL

Ὁ Θεὸς ὁ μέγας καὶ αἰνετός, ὁ τῷ ζωοποιῷ τοῦ Χριστοῦ σου θανάτῳ εἰς ἀφθαρσίαν ἡμᾶς ἐκ φθορᾶς μεταστήσας, σὺ πάσας ἡμῶν τὰς αἰσθήσεις τῆς ἐμπαθοῦς νεκρώσεως ἐλευθέρωσον, ἀγαθὸν ταύταις ἡγεμόνα τὸν ἔνδοθεν λογισμὸν ἐπιστήσας. Καὶ ὀφθαλμὸς μὲν ἀπέστω παντὸς πονηροῦ βλέμματος, ἀκοὴ δὲ λόγοις ἀργοῖς ἀνεπίβατος, ἡ δὲ γλῶσσα καθαρευέτω ῥημάτων ἀπρεπῶν. Ἅγνισον ἡμῶν τὰ χείλη τὰ αἰνοῦντά σε, Κύριε· τὰς χεῖρας ἡμῶν ποίησον τῶν μὲν φαύλων ἀπέχεσθαι πράξεων, ἐνεργεῖν δὲ μόνα τὰ σοὶ εὐάρεστα, πάντα ἡμῶν τὰ μέλη καὶ τὴν διάνοιαν τῇ σῇ κατασφαλιζόμενος χάριτι.

Great and praiseworthy God, who brought us over from destruction to incorruption by the life-giving death of Your Christ, we pray You set reason within us to be the good commander over all our senses, and release them from the palsy caused by the passions. Let eyesight eschew all wicked looks, hearing be impervious to idle talk, and tongues be purged of offensive words. With Your grace, O Lord, protect our limbs and minds. Purify our lips that praise You. Make our hands abstain from evil deeds and only do what pleases You.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. Σοφία.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. Wisdom.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΠΙΣΤΩΝ Βʹ

SECOND PRAYER FOR THE FAITHFUL

Δέσποτα ἅγιε, ὑπεράγαθε, δυσωποῦμέν σε τὸν ἐν ἐλέει πλούσιον, ἵλεων γενέσθαι ἡμῖν τοῖς ἁμαρτωλοῖς καὶ ἀξίους ἡμᾶς ποιῆσαι τῆς ὑποδοχῆς τοῦ μονογενοῦς σου Υἱοῦ καὶ Θεοῦ ἡμῶν, τοῦ βασιλέως τῆς δόξης. Ἰδοὺ γὰρ τὸ ἄχραντον αὐτοῦ Σῶμα καὶ τὸ ζωοποιὸν Αἷμα, κατὰ τὴν παροῦσαν ὥραν εἰσπορευόμενα, τῇ μυστικῇ ταύτῃ προτίθεσθαι μέλλει τραπέζῃ, ὑπὸ πλήθους στρατιᾶς οὐρανίου ἀοράτως δορυφορούμενα· ὧν τὴν μετάληψιν ἀκατάκριτον ἡμῖν δώρησαι· ἵνα διʼ αὐτῶν τὸ τῆς διανοίας ὄμμα καταυγαζόμενοι υἱοὶ φωτὸς καὶ ἡμέρας γενώμεθα.

Holy Master, exceedingly good, we implore You who are rich in mercy, to be merciful toward us sinners, and to make us worthy to receive Your only-begotten Son and our God, the King of glory. For His immaculate body and life-giving blood, invisibly escorted by a multitude of heavenly hosts, will now be brought in and placed on this mystical Table. Grant us to partake of them blamelessly, so that we may be illumined by them may become children of light and of the day.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Κατὰ τὴν δωρεὰν τοῦ Χριστοῦ σου, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

In accordance with the gift of Your Christ, with whom and Your all-holy, good, and life-creating Spirit You are blessed, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

Η ΕΙΣΟΔΟΣ ΤΩΝ ΠΡΟΗΓΙΑΣΜΕΝΩΝ ΔΩΡΩΝ

ENTRANCE OF PRESANCTIFIED GIFTS

ΧΟΡΟΣ

CHOIR

Νῦν αἱ δυνάμεις τῶν οὐρανῶν σὺν ἡμῖν ἀοράτως λατρεύουσιν. Ἰδοὺ γὰρ εἰσπορεύεται ὁ βασιλεὺς τῆς δόξης.

Now the powers of heaven are invisibly worshiping with us. Behold, the King of glory is entering.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Ὁ Ἱερεὺς ποιεῖ εἴσοδον οὐδὲν λέγων, εἰ μὴ τό· «Διʼ εὐχῶν…» καθʼ ἑαυτόν, τοῦ Διακόνου προπορευομένου μετὰ λαμπάδος καὶ θυμιῶντος.

The Priest does the entrance, saying nothing except, “Through the prayers…” to himself. The Deacon precedes him holding a candle and censing.

Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us.

ΧΟΡΟΣ

CHOIR

Ἰδοὺ θυσία μυστική τετελειωμένη δορυφορεῖται. Πίστει καὶ πόθῳ προσέλθωμεν, ἵνα μέτοχοι ζωῆς αἰωνίου γενώμεθα. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.

Behold, escorted is the completed mystical sacrifice. Let us approach with faith and love, to become partakers of eternal life. Alleluia, alleluia, alleluia.

ΤΑ ΠΛΗΡΩΤΙΚΑ – ΚΥΡΙΑΚΗ ΠΡΟΣΕΥΧΗ

COMPLETION LITANY – THE LORD'S PRAYER

ΔΙΑΚΟΝΟΣ

DEACON

Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Let us complete our evening prayer to the Lord.

ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν)

CHOIR (after each petition)

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τῶν προτεθέντων καὶ προαγιασθέντων τιμίων δώρων τοῦ Κυρίου δεηθῶμεν.

For the precious Gifts here presented and presanctified, let us pray to the Lord.

Ὅπως ὁ φιλάνθρωπος Θεὸς ἡμῶν, ὁ προσδεξάμενος αὐτὰ εἰς τὸ ἅγιον καὶ ὑπερουράνιον καὶ νοερὸν αὐτοῦ θυσιαστήριον εἰς ὀσμὴν εὐωδίας πνευματικῆς, ἀντικαταπέμψῃ ἡμῖν τὴν θείαν χάριν καὶ τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος δεηθῶμεν.

That our benevolent God, having accepted them at His holy and celestial and mystical altar as an offering of spiritual fragrance, may in return send down upon us the divine grace and the gift of the Holy Spirit, let us pray.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger, and distress, let us pray to the Lord.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

Τὴν ἑσπέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That the whole evening may be perfect, holy, peaceful, and sinless, let us ask the Lord.

ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν)

CHOIR (after each petition)

Παράσχου, Κύριε.

Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord.

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For pardon and remission of our sins and transgressions, let us ask the Lord.

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord.

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord.

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ.

Τὴν ἑνότητα τῆς πίστεως καὶ τὴν κοινωνίαν τοῦ ἁγίου Πνεύματος αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Having asked for the unity of the faith and for the communion of the Holy Spirit, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ

CHOIR

Σοί, Κύριε.

To You, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΜΕΤΑ ΤΟ ΑΠΟΤΕΘΗΝΑΙ ΤΑ ΑΓΙΑ ΕΝ Τῌ ΑΓΙᾼ ΤΡΑΠΕΖῌ

PRAYER AFTER THE GIFTS ARE PLACED ON THE ALTAR

Ὁ τῶν ἀῤῥήτων καὶ ἀθεάτων μυστηρίων Θεός, παρʼ ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως οἱ ἀπόκρυφοι· ὁ τὴν διακονίαν τῆς λειτουργίας ταύτης ἀποκαλύψας ἡμῖν καὶ θέμενος ἡμᾶς τοὺς ἁμαρτωλοὺς διὰ τὴν πολλήν σου φιλανθρωπίαν εἰς τὸ προσφέρειν σοι δῶρά τε καὶ θυσίας ὑπὲρ τῶν ἡμετέρων ἁμαρτημάτων καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων· αὐτός, ἀόρατε βασιλεῦ, ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, ἔπιδε ἐφʼ ἡμᾶς τοὺς ἀναξίους δούλους σου, τοὺς τῷ ἁγίῳ σου τούτῳ θυσιαστηρίῳ ὡς τῷ χερουβικῷ σου παρισταμένους θρόνῳ, ἐφʼ ᾧ ὁ μονογενής σου Υἱὸς καὶ Θεὸς ἡμῶν διὰ τῶν προκειμένων φρικτῶν ἐπαναπαύεται μυστηρίων· καὶ πάσης ἡμᾶς καὶ τὸν πιστόν σου λαὸν ἐλευθερώσας ἀκαθαρσίας, ἁγίασον πάντων ἡμῶν τὰς ψυχὰς καὶ τὰ σώματα ἁγιασμῷ ἀναφαιρέτῳ· ἵνα ἐν καθαρῷ συνειδότι, ἀνεπαισχύντῳ προσώπῳ, καὶ πεφωτισμένῃ καρδίᾳ, τῶν θείων τούτων μεταλαμβάνοντες ἁγιασμάτων καὶ ὑπʼ αὐτῶν ζωοποιούμενοι ἑνωθῶμεν αὐτῷ τῷ Χριστῷ σου, τῷ ἀληθινῶ Θεῷ ἡμῶν, τῷ εἰπόντι· Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ· ὅπως ἐνοικοῦντος ἐν ἡμῖν καὶ ἐμπεριπατοῦντος τοῦ Λόγου σου, Κύριε, γενώμεθα ναὸς τοῦ παναγίου καὶ προσκυνητοῦ σου Πνεύματος, λελυτρωμένοι πάσης διαβολικῆς μεθοδείας, ἐν πράξει ἢ λόγῳ ἢ κατὰ διάνοιαν ἐνεργουμένης, καὶ τύχωμεν τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν, σὺν πᾶσι τοῖς ἁγίοις σου, τοῖς ἀπʼ αἰῶνός σοι εὐαρεστήσασιν.

God of ineffable and unseeable mysteries, with You are the concealed treasures of wisdom and knowledge. To us You revealed the ministry of this liturgy, and in Your great love for humankind You ordained us sinners to offer You gifts and sacrifices for our misdeeds and those committed in ignorance by the people. O invisible King who do great and incomprehensible wonders, glorious, extraordinary and without number, look upon us Your unworthy servants who are standing at this Your holy Altar of sacrifice, as if it were Your cherubic throne, and on which Your only-begotten Son and our God rests through the awesome sacrament presented here; and free us and Your faithful people from every impurity, and sanctify the souls and bodies of us all with indelible sanctification, so that we may partake of this divine sacrament with a clear conscience, face unashamed, and illumined heart, and thus be enlivened by it and united to Your Christ, our true God, who said, “Those who eat my flesh and drink my blood abide in me, and I in them.” With Your Logos abiding in us and walking with us, O Lord, may we be rescued from all the wiles of the devil affecting deeds, words, or thoughts, and become temples of Your all-holy and worshipful Spirit, and thus obtain the blessings You promised us and all Your saints, who from from the beginning of time have pleased You.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Καὶ καταξίωσον ἡμᾶς, Δέσποτα, μετὰ παῤῥησίας, ἀκατακρίτως, τολμᾶν ἐπικαλεῖσθαι σὲ τὸν ἐπουράνιον Θεὸν Πατέρα καὶ λέγειν·

And grant us, Master, with boldness and without condemnation, to dare call You, the heavenly God, Father, and to say:

ΛΑΟΣ

PEOPLE

ΚΥΡΙΑΚΗ ΠΡΟΣΕΥΧΗ

THE LORD’S PRAYER

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΚΕΦΑΛΟΚΛΙΣΙΑ

BOWING OF HEADS

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη πᾶσι.

Peace be with all.

ΧΟΡΟΣ

CHOIR

Καὶ τῷ πνεύματί σου.

And with your spirit.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Let us bow our heads to the Lord.

ΧΟΡΟΣ

CHOIR

Σοί, Κύριε.

To You, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Ὁ Θεός, ὁ μόνος ἀγαθὸς καὶ εὔσπλαγχνος, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν, ἔπιδε εὐσπλάγχνῳ ὄμματι ἐπὶ πάντα τὸν λαόν σου καὶ φύλαξον αὐτὸν καὶ ἀξίωσον πάντας ἡμᾶς ἀκατακρίτως μετασχεῖν τῶν ζωοποιῶν σου τούτων μυστηρίων· σοὶ γὰρ τὰς ἑαυτῶν ὑπεκλίναμεν κεφαλάς, ἀπεκδεχόμενοι τὸ παρὰ σοῦ πλούσιον ἔλεος.

Only good and compassionate God, who dwell in the highest and look upon the humble, look upon all Your people with compassionate eye, and watch over them; and make us all worthy to partake of Your life-giving sacrament without condemnation. Solemnly awaiting Your abundant mercy, we bow our heads to You.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Through the grace, compassion, and love for humankind of Your only-begotten Son, with whom You are blessed, and Your all-holy, good, and life-creating Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΜΕΛΙΣΜΟΣ – ΜΕΤΑΛΗΨΙΣ

FRACTION – COMMUNION

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Πρόσχες, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐξ ἁγίου κατοικητηρίου σου καὶ ἀπὸ θρόνου δόξης τῆς βασιλείας σου καὶ ἐλθὲ εἰς τὸ ἁγιάσαι ἡμᾶς, ὁ ἄνω τῷ Πατρὶ συγκαθήμενος καὶ ὧδε ἡμῖν ἀοράτως συνών· καὶ καταξίωσον τῇ κραταιᾷ σου χειρὶ μεταδοῦναι ἡμῖν τοῦ ἀχράντου Σώματός σου καὶ τοῦ τιμίου Αἵματος καὶ δι’ ἡμῶν παντὶ τῷ λαῷ.

Hearken, O Lord Jesus Christ our God, from Your holy dwelling place and from the throne of glory of Your kingdom, and come to sanctify us, You who are enthroned with the Father on high and are present among us invisibly here. And with Your mighty hand, grant Communion of Your most pure Body and precious Blood to us, and through us to all the people.

ΔΙΑΚΟΝΟΣ

DEACON

Πρόσχωμεν.

Let us be attentive.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Τὰ προηγιασμένα ἅγια τοῖς ἁγίοις.

The presanctified Holy Gifts are for the holy.

ΧΟΡΟΣ

CHOIR

Εἷς ἅγιος, εἷς Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν.

One is Holy, one is Lord, Jesus Christ, to the glory of God the Father. Amen.

Δείξε εὐχάς.

Show Pre-Communion Prayers

ΛΑΟΣ

PEOPLE

ΕΥΧΑΙ ΠΡΟ ΤΗΣ ΘΕΙΑΣ ΚΟΙΝΩΝΙΑΣ

PRAYERS OF HOLY COMMUNION

The selection and text of the following prayers may be different from what is used in your parish.

Πιστεύω, Κύριε, καὶ ὁμολογῶ ὅτι σὺ εἶ ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Ἔτι πιστεύω ὅτι τοῦτο αὐτό ἐστι τὸ ἄχραντον Σῶμά σου καὶ τοῦτο αὐτό ἐστι τὸ τίμιον Αἷμά σου. Δέομαι οὖν σου· ἐλέησόν με καὶ συγχώρησόν μοι τὰ παραπτώματά μου, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, καὶ ἀξίωσόν με ἀκατακρίτως μετασχεῖν τῶν ἀχράντων σου μυστηρίων εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον. Ἀμήν.

I believe and confess, Lord, that You are truly the Christ, the Son of the living God, who came into the world to save sinners, of whom I am the first. I also believe that this is truly Your pure Body and that this is truly Your precious Blood. Therefore, I pray to You, have mercy on me and forgive my transgressions, voluntary and involuntary, in word and deed, in knowledge or in ignorance. And make me worthy, without condemnation, to partake of Your pure sacrament for the remission of sins and for eternal life. Amen.

Ἰδοὺ βαδίζω πρὸς θείαν κοινωνίαν·

As I am about to receive holy communion,

πλαστουργέ, μὴ φλέξῃς με τῇ μετουσίᾳ·

O Maker, I pray You not burn me partaking,

πῦρ γὰρ ὑπάρχεις τοὺς ἀναξίους φλέγον·

since You are a fire consuming the unworthy,

ἀλλʼ οὖν κάθαρον ἐκ πάσης με κηλῖδος.

but rather purge me of any defilement.

Τοῦ δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλʼ ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.

Receive me, today, O Son of God, as a partaker of Your mystical Supper. I will not reveal Your mystery to Your enemies, nor will I give You a kiss, as did Judas. But like the Robber I confess to You. Remember me, O Lord, when You come in Your kingdom.

Θεουργὸν Αἷμα φρίξον, ἄνθρωπε, βλέπων·

Seeing the deifying Blood, O human, shudder,

ἄνθραξ γάρ ἐστι τοὺς ἀναξίους φλέγων.

for it is a live coal that burns the unworthy.

Θεοῦ τὸ Σῶμα καὶ θεοῖ με καὶ τρέφει·

The Body of God both deifies my spirit

θεοῖ τὸ πνεῦμα, τὸν δὲ νοῦν τρέφει ξένως.

and feeds my mind in extraordinary manner.

Ἔθελξας πόθῳ με, Χριστέ, καὶ ἠλλοίωσας τῷ θείῳ σου ἔρωτι, ἀλλὰ κατάφλεξον πυρὶ ἀΰλω τὰς ἁμαρτίας μου, καὶ ἐμπλησθῆναι τῆς ἐν σοὶ τρυφῆς καταξίωσον, ἵνα τὰς δύο σκιρτῶν μεγαλύνω, ἀγαθέ, παρουσίας σου.

You have enraptured me, O Christ, * with Your longing and transformed me with love divine. * I pray, completely consume * with immaterial fire all my sins. * And count me worthy to be filled * fully with the delight in You, * that I may magnify * both Your Comings, O good Master, exultantly.

Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου πῶς εἰσελεύσομαι ὁ ἀνάξιος; ἐὰν γὰρ τολμήσω συνεισελθεῖν εἰς τὸν νυμφῶνα, ὁ χιτών με ἐλέγχει, ὅτι οὐκ ἔστι τοῦ γάμου, καὶ δέσμιος ἐκβαλοῦμαι ὑπὸ τῶν ἀγγέλων· Καθάρισον, Κύριε, τὸν ῥύπον τῆς ψυχῆς μου καὶ σῶσόν με ὡς φιλάνθρωπος.

How shall I enter into the splendor of Your saints since I am unworthy? For if I dare to enter the wedding hall along with them, my garment will betray me, for it is not fit for the wedding; and then I shall be bound and cast out by the Angels. I pray You to wash away the stains on my soul, and save me, O benevolent Lord.

Δέσποτα φιλάνθρωπε, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου, μὴ εἰς κρῖμά μοι γένοιτο τὰ ἅγια ταῦτα διὰ τὸ ἀνάξιον εἶναί με, ἀλλʼ εἰς κάθαρσιν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος καὶ εἰς ἀῤῥαβῶνα τῆς μελλούσης ζωῆς καὶ βασιλείας. Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι· τίθεσθαι ἐν τῷ Κυρίῳ τὴν ἐλπίδα τῆς σωτηρίας μου.

Benevolent Master, Lord Jesus Christ, my God, let not these Holy Gifts be to my judgment because I am unworthy, but rather for the purification and sanctification of both soul and body and the pledge of the life and kingdom to come. It is good for me to cleave unto God and to place in Him the hope of my salvation.

Τοῦ δείπνου σου τοῦ μυστικοῦ σήμερον, Υἱὲ Θεοῦ, κοινωνόν με παράλαβε· οὐ μὴ γὰρ τοῖς ἐχθροῖς σου τὸ μυστήριον εἴπω, οὐ φίλημά σοι δώσω, καθάπερ ὁ Ἰούδας· ἀλλʼ ὡς ὁ λῃστὴς ὁμολογῶ σοι· Μνήσθητί μου Κύριε, ὅταν ἔλθῃς ἐν τῇ βασιλείᾳ σου.

Receive me, today, O Son of God, as a partaker of Your mystical Supper. I will not reveal Your mystery to Your enemies, nor will I give You a kiss, as did Judas. But like the Robber I confess to You. Remember me, O Lord, when You come in Your kingdom.

Κρύψε εὐχάς.

Hide Pre-Communion Prayers

ΧΟΡΟΣ

CHOIR

Κοινωνικόν.

Communion Hymn.

Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Ἀλληλούϊα.

Taste and see that the Lord is good. Alleluia. [SAAS]

ΔΙΑΚΟΝΟΣ

DEACON

Μετὰ φόβου Θεοῦ, πίστεως καὶ ἀγάπης προσέλθετε.

With the fear of God, faith, and love, draw near.

Ὁ Ἱερεὺς αἴρει ἀπὸ τῶν χειρῶν τοῦ Διακόνου τὸ ἅγιον ποτήριον καὶ μεταδίδωσιν ἑνὶ ἑκάστῳ τῶν προσελθόντων διὰ τῆς λαβίδος λέγων·

The people come up to receive Holy Communion. The Priest receives the holy chalice from the hands of the Deacon and begins communing the people, saying to each one:

ΙΕΡΕΥΣ

PRIEST

Μεταλαμβάνει ὁ δοῦλος τοῦ Θεοῦ (δεῖνος) Σῶμα καὶ Αἷμα Χριστοῦ, εἰς ἄφεσιν ἁμαρτιῶν καὶ ζωὴν αἰώνιον.

The servant of God (name) partakes of the Body and Blood of Christ for the remission of sins and life eternal.

ΧΟΡΟΣ

CHOIR

Ὗμνοι καθῶς μεταλαμβάνει ὁ λαός.

Hymns During Holy Communion

Μετὰ δὲ τὴν Θείαν Κοινωνίαν τῶν πιστῶν, ὁ Ἱερεὺς στραφεὶς πρὸς τὸν λαὸν εὐλογεῖ αὐτὸν καὶ λέγει ἐκφώνως·

After the faithful receive Holy Communion, the Priest turns towards the people, blesses them, and says aloud:

ΙΕΡΕΥΣ

PRIEST

Σῶσον, ὁ Θεός, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου.

Save, O God, Your people, and bless Your inheritance.

ΧΟΡΟΣ

CHOIR

Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν

Hymn after Communion

Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Ἄρτον οὐράνιον καὶ ποτήριον ζωῆς γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος. Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.

I will bless the Lord at all times; His praise shall continually be in my mouth. Taste the heavenly bread and the cup of life, and see that the Lord is good. Alleluia, Alleluia, Alleluia.

ΔΙΑΚΟΝΟΣ (χαμηλοφώνως)

DEACON (in a low voice)

Ὕψωσον, δέσποτα.

Exalt, Master.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Ὑψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἡ δόξα σου.

Be exalted, O God, above the heavens, and let Your glory be over all the earth.

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν.

Blessed is our God.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Always, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΕΥΧΑΡΙΣΤΙΑ

THANKSGIVING

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὀρθοί· μεταλαβόντες τῶν θείων, ἁγίων, ἀχράντων, ἀθανάτων, ἐπουρανίων καὶ ζωοποιῶν, φρικτῶν τοῦ Χριστοῦ μυστηρίων, ἀξίως εὐχαριστήσωμεν τῷ Κυρίῳ.

Arise! Having partaken of the divine, holy, pure, immortal, heavenly, life-creating, and awesome Mysteries of Christ, let us worthily give thanks to the Lord.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὴν ἑσπέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον αἰτησάμενοι, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Having prayed for a perfect, holy, peaceful, and sinless evening, and let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ

CHOIR

Σοί, Κύριε.

To You, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΜΕΤΑ ΤΟ ΜΕΤΑΛΑΒΕΙΝ ΠΑΝΤΑΣ

PRAYER AFTER EVERYONE COMMUNES

Εὐχαριστοῦμέν σοι, τῷ σωτῆρι τῶν ὅλων Θεῷ, ἐπὶ πᾶσιν οἷς παρέσχου ἡμῖν ἀγαθοῖς καὶ ἐπὶ τῇ μεταλήψει τοῦ ἁγίου Σώματος καὶ Αἵματος τοῦ Χριστοῦ σου. Καὶ δεόμεθά σου, Δέσποτα φιλάνθρωπε· φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην τῶν πτερύγων σου καὶ δὸς ἡμῖν μέχρι τῆς ἐσχάτης ἡμῶν ἀναπνοῆς ἐπαξίως μετέχειν τῶν ἁγιασμάτων σου, εἰς φωτισμὸν ψυχῆς καὶ σώματος, εἰς βασιλείας οὐρανῶν κληρονομίαν.

We thank You, God the Savior of all, for all the blessings you have given us, and for communion of the holy body and blood of Your Christ. Benevolent Master, we pray to You: Guard us under the shelter of Your wings, and grant us till our final breath to worthily partake of Your holy sacraments, for illumination of soul and body and inheritance of the kingdom of heaven.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Ὅτι σὺ εἶ ὁ ἁγιασμὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are our sanctification, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΑΠΟΛΥΣΙΣ

DISMISSAL

ΙΕΡΕΥΣ

PRIEST

Ἐν εἰρήνῃ προέλθωμεν.

Let us go forth in peace.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

ΕΥΧΗ ΟΠΙΣΘΑΜΒΩΝΟΣ

AMBO PRAYER

Δέσποτα παντοκράτορ, ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας· ὁ διὰ τὴν ἄφατόν σου πρόνοιαν καὶ πολλὴν ἀγαθότητα ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ἡμέρας ταύτας πρὸς καθαρισμὸν ψυχῶν καὶ σωμάτων, πρὸς ἐγκράτειαν παθῶν, πρὸς ἐλπίδα ἀναστάσεως· ὁ διὰ τεσσαράκοντα ἡμερῶν πλάκας χειρίσας τὰ θεοχάρακτα γράμματα τῷ θεράποντί σου Μωσεῖ, παράσχου καὶ ἡμῖν, ἀγαθέ, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνίσασθαι, τὸν δρόμον τῆς νηστείας ἐκτελέσαι, τὴν πίστιν ἀδιαίρετον τηρῆσαι, τὰς κεφαλὰς τῶν ἀοράτων δρακόντων συνθλάσαι, νικητάς τε τῆς ἁμαρτίας ἀναφανῆναι, καὶ ἀκατακρίτως φθάσαι προσκυνῆσαι καὶ τὴν ἁγίαν Ἀνάστασιν.

Master and Ruler over all, You made all creation in wisdom. By Your ineffable providence and abounding goodness You brought us to these solemn days, for cleansing of soul and body, self-control over passions, and hope of resurrection. Good Lord, who for Moses Your servant forged the divinely engraved tablets in the course of forty days, to us also grant to fight the good fight, to finish the race of the fast, to keep the faith intact, to shatter the heads of invisible dragons, to emerge as victors over sin, and to be ready without condemnation to venerate Your holy resurrection.

Ὅτι ηὐλόγηται καὶ δεδόξασται τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For blessed and glorified is Your all-honored and majestic name, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΧΟΡΟΣ

CHOIR

Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (3)

Blessed be the name of the Lord, from this time forth and to the ages. (3)

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

ΕΥΧΗ ΕΝ Τῼ ΣΥΣΤΕΙΛΑΙ ΤΑ ΑΓΙΑ

PRAYER AS THE GIFTS ARE COLLECTED

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ ἀγαγὼν ἡμᾶς εἰς τὰς πανσέπτους ἡμέρας ταύτας καὶ κοινωνοὺς ἡμᾶς ποιήσας τῶν φρικτῶν σου μυστηρίων, σύναψον τῇ λογικῇ σου ποίμνῃ καὶ κληρονόμους ἀνάδειξον τῆς βασιλείας σου, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Lord our God, You brought us to these solemn days and made us partakers of Your awesome sacraments, unite us to Your rational flock, and make us heirs of Your kingdom, now and ever and to the ages of ages. Amen.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τοῦ Κυρίου δεηθῶμεν.

Let us pray to the Lord.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογία Κυρίου καὶ ἔλεος ἔλθοι ἐφʼ ὑμᾶς τῇ αὐτοῦ θείᾳ χάριτι καὶ φιλανθρωπίᾳ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

May the blessing and the mercy of the Lord come upon you by His divine grace and love for humankind, always, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

Δόξα σοι, Χριστὲ ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι.

Glory to You, O Christ God, our hope. Glory to You.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων· τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· καὶ τοῦ ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων τῶν ἁγίων ἐλεήσαι καὶ σώσαι ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, the holy and glorious Apostle and Evangelist Mark, whose memory we celebrate, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ψαλμὸς ΛΓʹ (33).

Psalm 33 (34).

Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου.

I will bless the Lord at all times; His praise shall continually be in my mouth.

Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου· ἀκουσάτωσαν πρᾳεῖς, καὶ εὐφρανθήτωσαν.

My soul shall be praised in the Lord; let the gentle hear, and be glad.

Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοί, καὶ ὑψώσωμεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό.

Oh, magnify the Lord with me, and let us exalt His name together.

Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με.

I sought the Lord, and He heard me; and He delivered me from all my sojourning.

Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ.

Come to Him, and be enlightened, and your face shall never be ashamed.

Οὗτος ὁ πτωχὸς ἐκέκραξε καὶ ὁ Κύριος εἰσήκουσεν αὐτοῦ, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ ἔσωσεν αὐτόν.

This poor man cried, and the Lord heard him, and saved him from all his afflictions.

Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς.

The Angel of the Lord shall encamp around those who fear Him, and He will deliver them.

Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος· μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπʼ αὐτόν.

Oh, taste and see that the Lord is good; blessed is the man who hopes in Him.

Φοβήθητε τὸν Κύριον πάντες οἱ ἅγιοι αὐτοῦ, ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν.

Fear the Lord, you His saints, for there is no want for those who fear Him.

Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.

Rich men turned poor and went hungry; but those who seek the Lord shall not lack any good thing.

Δεῦτε, τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς.

Come, you children, listen to me; I will teach you the fear of the Lord.

Τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;

Who is the man who desires life, who loves to see good days?

Παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον.

Keep your tongue from evil, and your lips from speaking deceit.

Ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν, ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν.

Shun evil and do good; seek peace and pursue it.

Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν.

The eyes of the Lord are upon the righteous, and His ears are open to their supplications.

Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν.

The Lord’s face is against those who do evil, so as to destroy their remembrance from the earth.

Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν, καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐῤῥύσατο αὐτούς.

The righteous cried, and the Lord heard them; and He delivered them from all their afflictions.

Ἐγγὺς Κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν, καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.

The Lord is near those who are brokenhearted, and He will save the humble in spirit.

Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος.

Many are the afflictions of the righteous, but He will deliver them from them all.

Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται.

The Lord shall guard all their bones; not one of them shall be broken.

Θάνατος ἁμαρτωλῶν πονηρός, καὶ οἱ μισοῦντες τὸν δίκαιον πλημμελήσουσι.

The death of sinners is evil, and those who hate the righteous shall go wrong.

Λυτρώσεται Κύριος ψυχὰς δούλων αὐτοῦ, καὶ οὐ μὴ πλημμελήσουσι πάντες οἱ ἐλπίζοντες ἐπʼ αὐτόν.

The Lord will redeem the souls of His servants, and all who hope in Him shall not go wrong. [SAAS]

Ψαλμὸς ΡΜΔʹ (144).

Psalm 144 (145)

Ὑψώσω σε, ὁ Θεός μου ὁ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

I shall exalt You, my God and my King, and I shall bless Your name forever and unto ages of ages.

Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Every day I shall bless you and praise Your name forever and unto ages of ages.

Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας.

Great is the Lord and exceedingly praiseworthy, and His greatness has no limit.

Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι.

Generation and generation shall praise Your works, and they shall declare Your power.

Τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι καὶ τὰ θαυμάσιά σου διηγήσονται.

They shall speak of the magnificence of the glory of Your holiness, and they shall describe Your wonders.

Καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι καὶ τὴν μεγαλωσύνην σου διηγήσονται.

They shall also speak of the power of Your awesome deeds and describe Your great majesty.

Μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται.

They shall overflow with the memory of Your rich goodness, and shall greatly rejoice in Your righteousness.

Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος.

The Lord is gracious and merciful, longsuffering and abundant in mercy.

Χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ.

The Lord is good to all, and His mercies are upon all His works.

Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε.

O Lord, let all Your works praise You and Your holy ones bless You.

Δόξαν τῆς βασιλείας σου ἐροῦσι καὶ τὴν δυναστείαν σου λαλήσουσι,

They shall tell of Your kingdom’s glory, and they shall speak of Your power.

Τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου.

That all the sons of men may know Your power and the glory of Your kingdom’s magnificence.

Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Your kingdom is a kingdom of all the ages, and Your dominion is from generation to generation.

Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.

The Lord is faithful in His words and holy in all His works.

Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας καὶ ἀνορθοῖ πάντας τοὺς κατεῤῥαγμένους.

The Lord supports all who stumble and restores all who are broken down.

Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ.

All eyes hope in You, and You give them their food in due season.

Ἀνοίγεις σὺ τὰς χεῖράς σου καὶ ἐμπιπλᾷς πᾶν ζῷον εὐδοκίας.

You open Your hand and fill every living thing with Your pleasure.

Δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ.

The Lord is righteous in all His ways and holy in all His works.

Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτόν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ.

The Lord is near to all who call on Him, to all who call upon Him in truth.

Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται καὶ σώσει αὐτούς.

He shall do the will of those who fear Him, and He shall hear their supplications and save them.

Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει.

The Lord keeps all who love Him, but all the sinners He shall utterly destroy.

Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου· καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

My mouth shall speak the Lord’s praise, and let all flesh bless His holy name forever and unto ages of ages. [SAAS]

ΙΕΡΕΥΣ

PRIEST

Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.