2023

2023

Τῇ Παρασκευῇ | Τῌ ΚΕʹ ΑΥΓΟΥΣΤΟΥ

On Friday | August 25

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Παρασκευὴ ΙΒʹ Ἑβδομάδος

Friday of the 12th Week

Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul's Second Letter to the Corinthians.

2Κορ 7:10-16

2 Cor. 7:10-16

Ἀδελφοί, ἡ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον ἐργάζεται· ἡ δὲ τοῦ κόσμου λύπη θάνατον κατεργάζεται. Ἰδοὺ γὰρ αὐτὸ τοῦτο τὸ κατὰ Θεὸν λυπηθῆναι πόσην κατειργάσατο ὑμῖν σπουδήν· ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγανάκτησιν, ἀλλὰ φόβον, ἀλλὰ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν· ἐν παντὶ συνεστήσατε ἑαυτοὺς ἁγνοὺς εἶναι τῷ πράγματι. Ἄρα εἰ καὶ ἔγραψα ὑμῖν, οὐχ ἕνεκεν τοῦ ἀδικήσαντος, οὐδὲ ἕνεκεν τοῦ ἀδικηθέντος, ἀλλʼ ἕνεκεν τοῦ φανερωθῆναι τὴν σπουδὴν ὑμῶν τὴν ὑπὲρ ἡμῶν πρὸς ὑμᾶς ἐνώπιον τοῦ Θεοῦ. Διὰ τοῦτο παρακεκλήμεθα ἐπὶ τῇ παρακλήσει ὑμῶν, περισσοτέρως δὲ μᾶλλον ἐχάρημεν ἐπὶ τῇ χαρᾷ Τίτου, ὅτι ἀναπέπαυται τὸ πνεῦμα αὐτοῦ ἀπὸ πάντων ὑμῶν· ὅτι εἴ τι αὐτῷ ὑπὲρ ὑμῶν κεκαύχημαι οὐ κατῃσχύνθην, ἀλλʼ ὡς πάντα ἐν ἀληθείᾳ ἐλαλήσαμεν ὑμῖν, οὕτως καὶ ἡ καύχησις ἡμῶν ἡ ἐπὶ Τίτου ἀλήθεια ἐγενήθη. Καὶ τὰ σπλάγχνα αὐτοῦ περισσοτέρως εἰς ὑμᾶς ἐστιν ἀναμιμνῃσκομένου τὴν πάντων ὑμῶν ὑπακοήν, ὡς μετὰ φόβου καὶ τρόμου ἐδέξασθε αὐτόν. Χαίρω οὖν ὅτι ἐν παντὶ θαῤῥῶ ἐν ὑμῖν.

Brethren, godly grief produces a repentance that leads to salvation and brings no regret, but worldly grief produces death. For see what earnestness this godly grief has produced in you, what eagerness to clear yourselves, what indignation, what alarm, what longing, what zeal, what punishment! At every point you have proved yourselves guiltless in the matter. So although I wrote to you, it was not on account of the one who did the wrong, nor on account of the one who suffered the wrong, but in order that your zeal for us might be revealed to you in the sight of God. Therefore we are comforted. And besides our own comfort we rejoiced still more at the joy of Titus, because his mind has been set at rest by you all. For if I have expressed to him some pride in you, I was not put to shame; but just as everything we said to you was true, so our boasting before Titus has proved true. And his heart goes out all the more to you, as he remembers the obedience of you all, and the fear and trembling with which you received him. I rejoice, because I have perfect confidence in you. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Παρασκευὴ τῆς ΙΒʹ Ἑβδομάδος τοῦ Ματθαίου

Friday of the 12th Week of Matthew

Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Mark.

Μαρ βʹ 18 - 22

Mk. 2:18-22

Τῷ καιρῷ ἐκείνῳ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαῖων νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ· Διατί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσι; καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετʼ αὐτῶν ἐστι, νηστεύειν; ὅσον χρόνον μεθʼ ἑαυτῶν ἔχουσι τὸν νυμφίον, οὐ δύνανται νηστεύειν. ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπʼ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιῤῥάπτει ἐπὶ ἱματίῳ παλαιῷ· εἰ δὲ μήγε, αἴρει τὸ πλήρωμα αὐτοῦ, τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήσσει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἐκχεῖται καὶ οἱ ἀσκοί ἀπολοῦνται· ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινούς βλητέον.

At that time, John's disciples and the Pharisees were fasting; and people came and said to him, "Why do John's disciples and the disciples of the Pharisees fast, but your disciples do not fast?" And Jesus said to them, "Can the wedding guests fast while the bridegroom is with them? As long as they have the bridegroom with them, they cannot fast. The days will come, when the bridegroom is taken away from them, and then they will fast in that day. No one sews a piece of unshrunk cloth on an old garment; if he does, the patch tears away from it, the new from the old, and a worse tear is made. And no one puts new wine into old wineskins; if he does, the wine will burst the skins, and the wine is lost, and so are the skins; but new wine is for fresh skins." [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τῶν Ἀποστόλων.

For the Apostles.

Πρὸς Τίτον Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul's Letter to Titus.

Τιτ 1:1-5; 2:15; 3:1-2, 12-15

Tit. 1:1-5; 2:15; 3:1-2, 12-15

Παῦλος, δοῦλος θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ, κατὰ πίστιν ἐκλεκτῶν θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατʼ εὐσέβειαν, ἐπʼ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θεὸς πρὸ χρόνων αἰωνίων, ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατʼ ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ, Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρός, καὶ κυρίου Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν. Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην.Ταῦτα λάλει, καὶ παρακάλει, καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς. Μηδείς σου περιφρονείτω. Ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι, μηδένα βλασφημεῖν, ἀμάχους εἶναι, ἐπιεικεῖς, πᾶσαν ἐνδεικνυμένους πρᾳότητα πρὸς πάντας ἀνθρώπους. Ὅταν πέμψω Ἀρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι. Ἀσπάζονταί σε οἱ μετʼ ἐμοῦ πάντες. Ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν. Ἀμήν.

Paul, a servant of God and an apostle of Jesus Christ, to further the faith of God's elect and their knowledge of the truth which accords with godliness, in hope of eternal life which God, who never lies, promised ages ago and at the proper time manifested in his word through the preaching with which I have been entrusted by command of God our Savior; To Titus, my true child in a common faith: Grace and peace from God the Father and Christ Jesus our Savior. Declare these things; exhort and reprove with all authority. Let no one disregard you. Remind them to be submissive to rulers and authorities, to be obedient, to be ready for any honest work, to speak evil of no one, to avoid quarreling, to be gentle, and to show perfect courtesy toward all men. When I send Artemas or Tychicos to you, do your best to come to me at Nicopolis, for I have decided to spend the winter there. Do your best to speed Zenas the lawyer and Apollos on their way; see that they lack nothing. And let our people learn to apply themselves to good deeds, so as to help cases of urgent need, and not to be unfruitful. All who are with me send greetings to you. Greet those who love us in the faith. Grace be with you all. Amen. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῶν Ἀποστόλων.

For the Apostles.

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Matthew.

Ματ εʹ 14-19

Mt. 5:14-19

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ.οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι.ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται.ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

The Lord said to his disciples, "You are the light of the world. A city set on a hill cannot be hid. Nor do men light a lamp and put it under a bushel, but on a stand, and it gives light to all in the house. Let your light so shine before men, that they may see your good works and give glory to your Father who is in heaven. Think not that I have come to abolish the law and the prophets; I have come not to abolish them but to fulfill them. For truly, I say to you, till heaven and earth pass away, not an iota, not a dot, will pass from the law until all is accomplished. Whoever then relaxes one of the least of these commandments and teaches men so, shall be called least in the kingdom of heaven; but he who does them and teaches them shall be called great in the kingdom of heaven." [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΕʹ τοῦ αὐτοῦ μηνός μνήμη τῆς ἐπανόδου τοῦ Λειψάνου τοῦ ἁγίου Ἀποστόλου Βαρθολομαίου.

On August 25, we commemorate the return of the relics of the holy Apostle Bartholomew.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Ἀποστόλου Τίτου, Ἐπισκόπου Γορτύνης τῆς κατὰ Κρήτην, μαθητοῦ τοῦ ἁγίου Ἀποστόλου Παύλου.

On this day we commemorate the holy Apostle Titus, Bishop of Gortynia, Crete, the disciple of the holy Apostle Paul.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Πατέρων ἡμῶν Μηνᾶ, Ἐπιφανίου, Γενναδίου, καὶ Ἰωάννου, Ἀρχιεπισκόπων Κωνσταντινουπόλεως.

On this day, we commemorate our holy fathers Menas, Epiphanius, Gennadius, and John, Archbishops of Constantinople.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Νηστεία.

Strict: Refrain from meat, fish, oil, dairy, and eggs.

Εἶναι Τετάρτη ἢ Παρασκευή.

It is a Wednesday or Friday.