2023

2023

Τῇ Πέμπτῃ | Τῌ ΚΔʹ ΑΥΓΟΥΣΤΟΥ

On Thursday | August 24

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Πέμπτη ΙΒʹ Ἑβδομάδος

Thursday of the 12th Week

Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul's Second Letter to the Corinthians.

2Κορ 7:1-10

2 Cor. 7:1-10

Ἀδελφοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ. Χωρήσατε ἡμᾶς· οὐδένα ἠδικήσαμεν, οὐδένα ἐφθείραμεν, οὐδένα ἐπλεονεκτήσαμεν. Οὐ πρὸς κατάκρισιν λέγω· προείρηκα γὰρ ὅτι ἐν ταῖς καρδίαις ἡμῶν ἐστε εἰς τὸ συναποθανεῖν καὶ συζῆν. Πολλή μοι παῤῥησία πρὸς ὑμᾶς, πολλή μοι καύχησις ὑπὲρ ὑμῶν· πεπλήρωμαι τῇ παρακλήσει, ὑπερπερισσεύομαι τῇ χαρᾷ ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν. Καὶ γὰρ ἐλθόντων ἡμῶν εἰς Μακεδονίαν οὐδεμίαν ἔσχηκεν ἄνεσιν ἡ σὰρξ ἡμῶν, ἀλλʼ ἐν παντὶ θλιβόμενοι· ἔξωθεν μάχαι, ἔσωθεν φόβοι. Ἀλλʼ ὁ παρακαλῶν τοὺς ταπεινοὺς παρεκάλεσεν ἡμᾶς ὁ Θεὸς ἐν τῇ παρουσίᾳ Τίτου· οὐ μόνον δὲ ἐν τῇ παρουσίᾳ αὐτοῦ ἀλλὰ καὶ ἐν τῇ παρακλήσει ᾗ παρεκλήθη ἐφʼ ὑμῖν, ἀναγγέλλων ἡμῖν τὴν ὑμῶν ἐπιπόθησιν, τὸν ὑμῶν ὀδυρμόν, τὸν ὑμῶν ζῆλον ὑπὲρ ἐμοῦ, ὥστε με μᾶλλον χαρῆναι. Ὅτι εἰ καὶ ἐλύπησα ὑμᾶς ἐν τῇ ἐπιστολῇ, οὐ μεταμέλομαι· εἰ καὶ μετεμελόμην· βλέπω γὰρ ὅτι ἡ ἐπιστολὴ ἐκείνη, εἰ καὶ πρὸς ὥραν, ἐλύπησεν ὑμᾶς. Νῦν χαίρω, οὐχ ὅτι ἐλυπήθητε, ἀλλʼ ὅτι ἐλυπήθητε εἰς μετάνοιαν· ἐλυπήθητε γὰρ κατὰ Θεόν, ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν· Ἡ γὰρ κατὰ Θεὸν λύπη, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται.

Brethren, let us cleanse ourselves from every defilement of body and spirit, and make holiness perfect in the fear of God. Open your hearts to us; we have wronged no one, we have corrupted no one, we have taken advantage of no one. I do not say this to condemn you, for I said before that you are in our hearts, to die together and to live together. I have great confidence in you; I have great pride in you; I am filled with comfort. With all our affliction, I am overjoyed. For even when we came into Macedonia, our bodies had no rest but we were afflicted at every turn—fighting without and fear within. But God, who comforts the downcast, comforted us by the coming of Titus, and not only by his coming but also by the comfort with which he was comforted in you, as he told us of your longing, your mourning, your zeal for me, so that I rejoiced still more. For even if I made you sorry with my letter, I do not regret it (though I did regret it), for I see that that letter grieved you, though only for a while. As it is, I rejoice, not because you were grieved, but because you were grieved into repenting; for you felt a godly grief, so that you suffered no loss through us. For godly grief produces a repentance that leads to salvation and brings no regret, but worldly grief produces death. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Πέμπτη τῆς ΙΒʹ Ἑβδομάδος τοῦ Ματθαίου

Thursday of the 12th Week of Matthew

Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Mark.

Μαρ αʹ 29 - 35

Mk. 1:29-35

Τῷ καιρῷ ἐκείνῳ ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου. ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς. καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς χειρός αὐτῆς· καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός εὐθέως, καὶ διηκόνει αὐτοῖς. Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· καὶ ἦν ἡ πόλις ὅλη ἐπισυνηγμένη πρὸς τὴν θύραν· καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλε, καὶ οὐκ ἤφιε λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτὸν Χριστὸν εἶναι. Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθε καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο.

At that time, Jesus entered the house of Simon and Andrew, with James and John. Now Simon's mother-in-law lay sick with a fever, and immediately they told him of her. And he came and took her by the hand and lifted her up, and the fever left her; and she served them. That evening, at sundown, they brought to him all who were sick or possessed with demons. And the whole city was gathered together about the door. And he healed many who were sick with various diseases, and cast out many demons; and he would not permit the demons to speak, because they knew him. And in the morning, a great while before day, he rose and went out to a lonely place, and there he prayed. [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

2023

2023

Τῌ ΚΔʹ ΑΥΓΟΥΣΤΟΥ

August 24

Μνήμη τοῦ Ἁγίου Κοσμᾶ τοῦ Αἰτωλοῦ

Memory of St. Kosmas Aetolos

Τὰ Ἀναγνώσματα τοῦ Χθεσινοῦ Ἑσπερινοῦ

The Readings from Vespers the Previous Evening

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Ησ μγʹ 9-14

Is 43:9-14

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπʼ ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Thus says the Lord: All the nations are gathered together, and the rulers shall be assembled from among them. Who will declare these things or tell us things from the beginning? Let them bring forth their witnesses, and be proven right; and let them speak the truth. "You are My witnesses, and I am a witness," says the Lord God, "and My Servant whom I chose, that you may know and believe, and understand that I am He. Before Me there was no other God, nor shall there be after Me. I am God, and besides Me there is no one who saves. I proclaimed, and I saved. I denounced foreign gods so there were none among you. You are My witnesses, and I am a witness," says the Lord God. "Even from the beginning, there is no one who can deliver out of My hands; I will work, and who will reverse it?" Thus says the Lord God who redeems you, the Holy One of Israel. [SAAS]

ΣΣολ γʹ 1-9

WSol 3:1-9

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφʼ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπʼ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

The souls of the righteous are in the hand of God, and no torture will ever touch them. In the eyes of the undiscerning they seemed to have died, and their departure was considered to be misfortune, and their passage from us to be their destruction; but they are at peace. For though in man's view they were punished, their hope is full of immortality. Though chastened in a few things, great kindness will be shown them, for God tested them and found them worthy of Himself. He tested them like gold in a furnace and accepted them as a whole burnt offering. In the time of their visitation they will shine forth, and they will run about like sparks through straw. They will judge nations and rule over peoples, and the Lord shall reign over them unto the ages. Those who trust in Him will understand truth, and the faithful shall continue with Him in love, because grace and mercy are upon His elect [and He watches over His holy ones]. [SAAS]

ΣΣολ εʹ 15. Ϛʹ 3

WSol 5:15-6:3

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντίς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατʼ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

The righteous live forever, and their reward is with the Lord; and their care is by the Most High. Therefore they shall receive a kingly dwelling of dignity and a crown of beauty from the hand of the Lord, because He will shelter them with His right hand and protect them with His arm. He will take His zeal as His full armor and will turn His creation into weapons against His enemies. He will wear righteousness as a breastplate and put on impartial judgment as a helmet. He will take holiness as an unconquerable shield and sharpen His relentless wrath for a sword; and creation will fight with Him against the senseless. Well-aimed flashes of lightning will strike and leap to their object as from a well-drawn bow of clouds; and hailstones full of anger will be hurled as from an engine of war. The water of the sea will be vexed with them, and the rivers will wash over them severely. A powerful wind will oppose them, and like a storm it will winnow them away. Lawlessness will lay waste all the earth, and wrongdoing will overturn the thrones of rulers. Listen therefore, O kings, and understand; learn, O judges of the ends of the earth. Give ear, you that rule over multitudes, and take pride in yourself over a multitude of nations. For power was given to you from the Lord, and your lordship from the Most High. [SAAS]

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Ἱερομάρτυρος.

For the Hieromartyr.

Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul's Letter to the Ephesians.

Εφ 4:7-13

Eph. 4:7-13

Ἀδελφοί, ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει, Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκεν δόματα τοῖς ἀνθρώποις. Τὸ δέ, Ἀνέβη, τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβάς, αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ· μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ.

Brethren, grace was given to each of us according to the measure of Christ's gift. Therefore it is said, "When he ascended on high he led a host of captives, and he gave gifts to men." (in saying, "He ascended," what does it mean but that he had also descended into the lower parts of the earth? He who descended is he who also ascended far above all the heavens, that he might fill all things.) And his gifts were that some should be apostles, some prophets, some evangelists, some pastors and teachers, to equip the saints for the work of ministry, for building up the body of Christ, until we all attain to the unity of the faith and of the knowledge of the Son of God, to mature manhood, to the measure of the stature of the fullness of Christ. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τοῦ Ἱερομάρτυρος.

For the Hieromartyr.

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Matthew.

Ματ 10:1, 5-8

Mt. 10:1, 5-8

Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

At that time, Jesus called to him his twelve disciples and gave them authority over unclean spirits, to cast them out, and to heal every disease and every infirmity. These twelve Jesus sent out, charging them, "Go nowhere among the Gentiles, and enter no town of the Samaritans, but go rather to the lost sheep of the house of Israel. And preach as you go, saying, 'The kingdom of heaven is at hand.' Heal the sick, raise the dead, cleanse lepers, cast out demons. You received without paying, give without pay." [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΔʹ τοῦ αὐτοῦ μηνός μνήμη τοῦ ἁγίου Μάρτυρος Εὐτυχοῦς, μαθητοῦ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου καὶ τοῦ ἁγίου Ἀποστόλου Παύλου.

On August 24 we commemorate the holy Martyr Eftyches, disciple of St. John the Theologian and of the holy Apostle Paul.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Μάρτυρος Τατίωνος.

On this day we also commemorate the holy Martyr Tatian.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Γεωργίου τοῦ Λιμνιώτου.

On this day we also commemorate our devout Father and Confessor George Limniotis.

Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἀνακομιδὴ τοῦ ἱεροῦ Λειψάνου τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Διονυσίου Ἀρχιεπισκόπου Αἰγίνης, καὶ ἡ τούτου ἐκ Στροφάδου νήσων εἰς Ζάκυνθον μετάθεσις.

On this day we also commemorate the disinterment of the holy relics of our Father among the saints Dionysius Archbishop of Aegina, and the subsequent transfer from the Island of Strophada to Zakynthos.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου ἐνδόξου Ἱερομάρτυτρος Κοσμᾶ τοῦ Ἰσαοποστόλου, ἀθλήσαντος διʼ ἀγχόνης κατἀ τὀ ἔτος ͵αψοθʹ (1779).

On this day we also commemorate the holy new hieromartyr and Equal-to-the-Apostles Cosmas Aitolos, who contested in the year 1779 and died by hanging.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.