2023

2023

Τῇ Τετάρτῃ | Τῌ ΚΓʹ ΑΥΓΟΥΣΤΟΥ

On Wednesday | August 23

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τετάρτη ΙΒʹ Ἑβδομάδος

Wednesday of the 12th Week

Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul's Second Letter to the Corinthians.

2Κορ 6:11-16

2 Cor. 6:11-16

Ἀδελφοί, τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι, ἡ καρδία ἡμῶν πεπλάτυται· οὐ στενοχωρεῖσθε ἐν ἡμῖν; στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν· τὴν δὲ αὐτὴν ἀντιμισθίαν, ( ὡς τέκνοις λέγω), πλατύνθητε καὶ ὑμεῖς. Μὴ γίνεσθε ἑτεροζυγοῦντες ἀπίστοις· τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνησις Χριστοῦ πρὸς Βελιάρ, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ἡμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος· καθὼς εἶπεν ὁ Θεός.

Brethren, our mouth is open to you, Corinthians; our heart is wide. You are not restricted by us, but you are restricted in your own affections. In return—I speak as to children—widen your hearts also. Do not be mismated with unbelievers. For what partnership have righteousness and iniquity? Or what fellowship has light with darkness? What accord has Christ with Belial? Or what has a believer in common with an unbeliever? What agreement has the temple of God with idols? For we are the temple of the living God, as God said. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τετάρτη τῆς ΙΒʹ Ἑβδομάδος τοῦ Ματθαίου

Wednesday of the 12th Week of Matthew

Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Mark.

Μαρ αʹ 23 - 28

Mk. 1:23-28

Τῷ καιρῷ ἐκείνῳ ἄνθρωπός τις ἦν ἐν τῇ συναγωγῇ τῶν Ἰουδαίων ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξε λέγων· Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ κράξαν φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. καὶ ἐθαμβήθησαν πάντες, ὥστε συζητεῖν πρὸς ἑαυτοὺς λέγοντας· Τί ἐστι τοῦτο; τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατʼ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ; καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.

At that time, there was in their synagogue a man with an unclean spirit; and he cried out, "What have you to do with us, Jesus of Nazareth? Have you come to destroy us? I know who you are, the Holy One of God." But Jesus rebuked him, saying, "Be silent, and come out of him!" And the unclean spirit, convulsing him and crying with a loud voice, came out of him. And they were all amazed, so that they questioned among themselves, saying, "What is this? A new teaching! With authority he commands even the unclean spirits, and they obey him." And at once his fame spread everywhere throughout all the surrounding region of Galilee. [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τῆς Ἑορτῆς.

For the Feast.

Πρὸς Φιλιππισίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul's Letter to the Philippians.

Φλπ 2:5-11

Phil. 2:5-11

Ἀδελφοί, τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἶσα θεῷ, ἀλλʼ ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καί σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι κύριος Ἰησοῦς Χριστός, εἰς δόξαν θεοῦ πατρός.

Brethren, have this mind among yourselves, which is yours in Christ Jesus, who, though he was in the form of God, did not count equality with God a thing to be grasped, but emptied himself, taking the form of a servant, being born in the likeness of men. And being found in human form he humbled himself and became obedient unto death, even death on a cross. Therefore God has highly exalted him and bestowed on him the name which is above every name, that at the name of Jesus every knee should bow, in heaven and on earth and under the earth, and every tongue confess that Jesus Christ is Lord, to the glory of God the Father. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῆς Ἑορτῆς.

For the Feast.

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Λου ιʹ 38-42, ιαʹ 27-28

Lk. 10:38-42; 11:27-28

Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. Kαὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.

At that time, Jesus entered a village; and a woman called Martha received him into her house. And she had a sister called Mary, who sat at the Lord's feet and listened to his teaching. But Martha was distracted with much serving; and she went to him and said, "Lord, do you not care that my sister has left me to serve you alone? Tell her then to help me." But the Lord answered her, "Martha, Martha, you are anxious and troubled about many things; one thing is needful. Mary has chosen the good portion, which shall not be taken away from her." As he said this, a woman in the crowd raised her voice and said to him, "Blessed is the womb that bore you, and the breasts that you sucked!" But he said, "Blessed rather are those who hear the word of God and keep it!" [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΓʹ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λούππου.

On August 23 we commemorate the holy Martyr Loupos.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Εἰρηναίου, Ἐπισκόπου Σιρμίου.

On this day we also commemorate the holy priest-Martyr Irineos, Bishop of Sirmio.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εἰρηναίου, Ἐπισκόπου Λουγδούνων.

On this day we also commemorate the holy priest-Martyr Irineos, Bishop of Lugdunum (modern day Lyon).

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Καλλινίκου, Πατριάρχου Κωνσταντινουπόλεως.

On this day we also commemorate our devout Father St. Kallinikos, Patriarch of Constantinople.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τριάκοντα ὀκτὼ μάρτυρες, οἱ ἐν Θράκῃ, ξίφει τελειοῦνται.

On this day, the Holy 38 Martyrs from Thrace died by the sword.

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου τοῦ Σικελιώτου, τοῦ ἐν τῷ ὄρει Νεοτάκου τῆς Εὐβοίας ἀσκήσαντος.

The memory of our Devout Father St. Nicholas the Sicilian who struggled in asceticism on the mountain of Neotakos in Evia.

Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Νηστεία.

Strict: Refrain from meat, fish, oil, dairy, and eggs.

Εἶναι Τετάρτη ἢ Παρασκευή.

It is a Wednesday or Friday.