2023 |
2023 |
Τῇ Πέμπτῃ | Τῌ ΙΖʹ ΑΥΓΟΥΣΤΟΥ |
On Thursday | August 17 |
|
|
---------- |
---------- |
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
Ὁ Ἀπόστολος |
The Epistle |
Πέμπτη ΙΑʹ Ἑβδομάδος |
Thursday of the 11th Week |
Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul's Second Letter to the Corinthians. |
2Κορ 4:1-12 |
2 Cor. 4:1-12 |
Ἀδελφοί, ἔχοντες τὴν διακονίαν ταύτην͵ καθὼς ἠλεήθημεν͵ οὐκ ἐκκακοῦμεν͵ ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης͵ μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ͵ ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστῶντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ Θεοῦ. Εἰ δὲ καὶ ἔστι κεκαλυμμένον τὸ Εὐαγγέλιον ἡμῶν͵ ἐν τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον͵ ἐν οἷς ὁ Θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ Εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ͵ ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον͵ ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. Ὅτι ὁ Θεὸς ὁ εἰπών͵ Ἐκ σκότους φῶς λάμψει͵ ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ Χριστοῦ. Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν͵ ἵνα ἡ ὑπερβολὴ τῆς δυνάμεως ᾖ τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν· ἐν παντὶ θλιβόμενοι ἀλλʼ οὐ στενοχωρούμενοι͵ ἀπορούμενοι ἀλλʼ οὐκ ἐξαπορούμενοι͵ διωκόμενοι ἀλλʼ οὐκ ἐγκαταλειπόμενοι͵ καταβαλλόμενοι ἀλλʼ οὐκ ἀπολλύμενοι͵ πάντοτε τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες͵ ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ ἐν τῷ σώματι ἡμῶν φανερωθῇ. Ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν͵ ἵνα καὶ ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν τῇ θνητῇ σαρκὶ ἡμῶν. Ὥστε ὁ θάνατος ἐν ἡμῖν ἐνεργεῖται͵ ἡ δὲ ζωὴ ἐν ὑμῖν. |
Brethren, having this ministry as we have received mercy, we do not lose heart. We have renounced disgraceful, underhanded ways; we refuse to practice cunning or to tamper with God's word, but by the open statement of truth we would commend ourselves to every man's conscience in the sight of God. And even if our gospel is veiled, it is veiled only to those who are perishing. In their case the god of this world has blinded the minds of the unbelievers, to keep them from seeing the light of the gospel of the glory of Christ, who is the likeness of God. For what we preach is not ourselves, but Jesus Christ as Lord, with ourselves as your servants for Jesus' sake. For it is the God who said, "Let light shine out of darkness," who has shone in our hearts to give the light of the knowledge of the glory of God in the face of Christ. But we have this treasure in earthen vessels, to show that the transcendent power belongs to God and not to us. We are afflicted in every way, but not crushed; perplexed, but not driven to despair; persecuted, but not forsaken; struck down, but not destroyed; always carrying in the body the death of Jesus, so that the life of Jesus may also be manifested in our bodies. For while we live we are always being given up to death for Jesus' sake, so that the life of Jesus may be manifested in our mortal flesh. So death is at work in us, but life in you. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Πέμπτη τῆς ΙΑʹ Ἑβδομάδος τοῦ Ματθαίου |
Thursday of the 11th Week of Matthew |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
Ματ κδʹ 13 - 28 |
Mt. 24:13-28 |
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσι, καὶ τότε ἥξει τὸ τέλος. Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὼς ἐν τόπῳ ἁγίῳ - ὁ ἀναγινώσκων νοείτω - τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ἐπὶ τὰ ὄρη, ὁ ἐπὶ τοῦ δώματος μὴ καταβαινέτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὰ ἱμάτια αὐτοῦ. οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ. ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα οὐ γέγονεν ἀπʼ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδʼ οὐ μὴ γένηται. καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. τότε ἐάν τις ὑμῖν εἴπῃ, ἰδοὺ ὧδε ὁ Χριστός ἤ ὧδε, μὴ πιστεύσητε· ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσι σημεῖα μεγάλα καὶ τέρατα, ὥστε πλανῆσαι, εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς. ἰδοὺ προείρηκα ὑμῖν. ἐὰν οὖν εἴπωσιν ὑμῖν, ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστί, μὴ ἐξέλθητε, ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε· ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου· ὅπου γὰρ ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί. |
The Lord said to his disciples, "He who endures to the end will be saved. And this gospel of the kingdom will be preached throughout the whole world, as a testimony to all nations; and then the end will come. So when you see the desolating sacrilege spoken of by the prophet Daniel, standing in the holy place (let the reader understand), then let those who are in Judea flee to the mountains; let him who is on the housetop not go down to take what is in his house; and let him who is in the field not turn back to take his mantle. And alas for those who are with child and for those who give suck in those days! Pray that your flight may not be in winter or on a sabbath. For then there will be great tribulation, such as has not been from the beginning of the world until now, no, and never will be. And if those days had not been shortened, no human being would be saved; but for the sake of the elect those days will be shortened. Then if any one says to you, 'Lo, here is the Christ!' or 'There he is!' do not believe it. For false Christs and false prophets will arise and show great signs and wonders, so as to lead astray, if possible, even the elect. Lo, I have told you beforehand. So, if they say to you, 'Lo, he is in the wilderness,' do not go out; if they say, 'Lo, he is in the inner rooms,' do not believe it. For as the lightning comes from the east and shines as far as the west, so will be the coming of the Son of man. Wherever the body is, there the eagles will be gathered together." [RSV] |
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΙΖʹ τοῦ αὐτοῦ μηνός μνήμη τοῦ ἅγίου Μάρτυρος Μύρωνος. |
On August 17 we commemorate the holy Martyr Myron. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Στράτωνος, Φιλίππου, Εὐτυχιανοῦ, καὶ Κυπριανοῦ. |
On this day we also commemorate the holy Martyrs Straton, Phillip, Eftychianos and Cyprian. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Παύλου καὶ Ἰουλιανῆς τῆς ἀδελφῆς αὐτοῦ. |
On this day we also commemorate the holy Martyrs Paul and his sister Juliana. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Θύρσου, Λευκίου, Κορωνάτου, καὶ τῆς συνοδίας αὐτων· καὶ σύναξις τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ἐν τοῖς Ἁρματίου. |
On this day we also commemorate the holy Martyrs Thyrsus, Leucius, Coronatus, and those with them; and the Synaxis in Armatios in honor of our most holy Lady Theotokos and ever-virgin Mary. |
Μνήμη τοῦ ἁγίου Ὁσιομάρτυρος Δημητρίου τοῦ νέου, τοῦ ἐκ Σαμαρίνης τῆς Ἠπείρου καταγομένου καὶ ἐν ἕτει ͵αωηʹ (1808) ἀθλήσαντος. |
We also commemorate the holy, devout monastic Martyr Demetrius the New, from Samarina, Epiros, who contested in the year 1808. |
Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By the intercessions of Your Saints, O God, have mercy on us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |