Βιβλία - Πηγαί |
Books - Sources |
Ἱερατικόν |
Hieratikon |
Λειτουργία Ἁγίου Χρυσοστόμου |
Liturgy of St. John Chrysostom |
Ὀκτώηχος - Ἦχος αʹ. |
Octoechos - Mode 1. |
Τῇ Κυριακῇ Πρωΐ |
On Sunday Morning |
Μηναῖον - Τῌ Ϛʹ ΑΥΓΟΥΣΤΟΥ |
Menaion - August 6 |
Ἀπόδοσις τῆς Ἑορτῆς. |
Leave-taking of the Feast. |
__________ |
__________ |
|
|
ΛΕΙΤΟΥΡΓΙΑ ΑΓΙΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ |
LITURGY OF ST. JOHN CHRYSOSTOM |
|
Unless otherwise indicated, the texts of the prayers and hymns of the Divine Liturgy are produced and approved for use by the Greek Orthodox Archdiocese of America. |
Ἀντίφωνον Αʹ. Ἦχος βʹ. Ψαλμοὶ 47, 64, 103, 97. |
First Antiphon. Mode 2. Psalms 47, 64, 103, 97. |
Στίχ. αʹ. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν. |
Verse 1: Great is the Lord, and greatly to be praised in the city of our God. [SAAS] |
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. |
Through the intercessions of the Theotokos, Savior, save us. [GOA] |
Στίχ. βʹ. Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ. |
Verse 2: He who prepares mountains in His strength. [SAAS] |
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. |
Through the intercessions of the Theotokos, Savior, save us. [GOA] |
Στίχ. γʹ. Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. |
Verse 3: You cover Yourself with light as with a garment. [SAAS] |
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. |
Through the intercessions of the Theotokos, Savior, save us. [GOA] |
Στίχ. δʹ. Τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου Κυρίου. |
Verse 4: The mountains shall greatly rejoice at the presence of the Lord. [SAAS] |
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. |
Through the intercessions of the Theotokos, Savior, save us. [GOA] |
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. |
Through the intercessions of the Theotokos, Savior, save us. [GOA] |
|
|
Ἀντίφωνον Βʹ. Ἦχος βʹ. Ψαλμὸς 86. |
Second Antiphon. Mode 2. Psalm 86. |
Στίχ. αʹ. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. |
Verse 1: His foundations are in the holy mountains. [SAAS] |
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Save us, O Son of God, who were transfigured on Mt. Tabor. We sing to You, Alleluia. [GOA] |
Στίχ. βʹ. Ἀγαπᾷ Κύριος τὰς πύλας Σιών, ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. |
Verse 2: The Lord loves the gates of Zion more than all the dwellings of Jacob. [SAAS] |
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Save us, O Son of God, who were transfigured on Mt. Tabor. We sing to You, Alleluia. [GOA] |
Στίχ. γʹ. Δεδοξασμένα ἐλαλήθη περὶ, σοῦ ἡ πόλις τοῦ Θεοῦ. |
Verse 3: Glorious things were said concerning you, O city of God. [SAAS] |
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Save us, O Son of God, who were transfigured on Mt. Tabor. We sing to You, Alleluia. [GOA] |
Στίχ. δʹ. Μήτηρ Σιών, ἐρεῖ ἄνθρωπος· καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ. |
Verse 4: A man will say, "Mother Zion," and a man was born in her. [SAAS] |
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Save us, O Son of God, who were transfigured on Mt. Tabor. We sing to You, Alleluia. [GOA] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. |
Glory to the Father and to the Son and to the Holy Spirit. [GOA] |
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Now and forever and to the ages of ages. Amen. [GOA] |
Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς Ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. |
Only-begotten Son and Logos of God, being immortal, You condescended for our salvation to take flesh from the holy Theotokos and ever-virgin Mary and, without change, became man. Christ, our God, You were crucified and conquered death by death. Being one of the Holy Trinity, glorified with the Father and the Holy Spirit: Save us. [GOA] |
|
|
Ἀντίφωνον Γʹ. Ἦχος βαρύς. Ψαλμὸς 88. |
Third Antiphon. Grave Mode. Psalm 88. |
Στίχ. αʹ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι. |
Verse 1: O Lord, I will sing of Your mercies forever. [SAAS] |
Στίχ. βʹ. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε. |
Verse 2: The heavens shall confess Your wonders, O Lord. [SAAS] |
Στίχ. γʹ. Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν. |
Verse 3: Blessed are the people who know glad shouting. [SAAS] |
Στίχ. δʹ. Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν. |
Verse 4: O Lord, they shall walk in the light of Your face, and shall greatly rejoice in Your name the whole day long. [SAAS] |
Ἀπολυτίκιον. Ἦχος βαρύς. |
Apolytikion. Grave Mode. |
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. |
You were transfigured upon the mountain, O Christ our God, showing to Your disciples Your glory as much as they could bear. Do also in us, sinners though we may be, shine Your everlasting light, by the intercessions of the Theotokos, O Giver of light. Glory to You. [SD] |
|
|
Εἰσοδικόν. Ἦχος βʹ. |
Entrance Hymn. Mode 2. |
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, Κύριε, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
For with You, Lord, is the fountain of life; in Your light we shall see light. Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia. [GOA] |
|
|
Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον |
Hymns After the Small Entrance. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Ἀπολυτίκιον Ἀναστάσιμον. |
Resurrectional Apolytikion. |
Ἦχος αʹ. Αὐτόμελον. |
Mode 1. Automelon. |
|
Τοῦ λίθου σφραγισθέντος. |
Τοῦ λίθου σφραγισθέντος ὑπὸ τῶν Ἰουδαίων, καὶ στρατιωτῶν φυλασσόντων τὸ ἄχραντόν σου σῶμα, ἀνέστης τριήμερος Σωτήρ, δωρούμενος τῷ κόσμῳ τὴν ζωήν. Διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν ἐβόων σοι Ζωοδότα· Δόξα τῇ ἀναστάσει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ οἰκονομίᾳ σου, μόνε Φιλάνθρωπε. |
The stone having been sealed by the Pharisees and chief priests, * and Your all-immaculate body being guarded by soldiers, * You rose on the third day, O Lord and Savior, granting life unto the world. * Then the powers of the heavens cried out to You, O Giver of Life, and shouted, * "Glory to Your resurrection, O Christ! * Glory to Your eternal rule! * Glory to Your plan for saving us, only benevolent God!" [GOASD] |
Ἀπολυτίκιον τῆς Ἑορτῆς. |
Apolytikion of the Feast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος βαρύς. |
Grave Mode. |
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. |
You were transfigured upon the mountain, O Christ our God, showing to Your disciples Your glory as much as they could bear. Do also in us, sinners though we may be, shine Your everlasting light, by the intercessions of the Theotokos, O Giver of light. Glory to You. [SD] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Κοντάκιον. |
Kontakion. |
Ἦχος βαρύς. |
Grave Mode. |
Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα. |
Upon the mountain were You transfigured, and Your disciples beheld Your glory as far as they were able, O Christ our God; so that when they would see You crucified they might understand that Your Passion was deliberate, and declare to the world that in truth You are the Father's radiance. [SD] |
|
|
Ο ΤΡΙΣΑΓΙΟΣ ΥΜΝΟΣ |
THE TRISAGION HYMN |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (ἐκ γʹ) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) [GOA] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and to the Son and to the Holy Spirit. Now and forever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
|
|
Ὁ Ἀπόστολος |
The Epistle |
Κυριακὴ Ιʹ Ἑβδομάδος |
10th Sunday |
Προκείμενον. Ἦχος αʹ. Ψαλμὸς 32. |
Prokeimenon. Mode 1. Psalm 32. |
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. |
Let Your mercy, O Lord, be upon us, as we hope in You. [SAAS] |
Στίχ. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις. |
Verse: Rejoice greatly in the Lord, O righteous ones; praise is fitting for the upright. [SAAS] |
Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul's First Letter to the Corinthians. |
1Κορ 4:9-16 |
1 Cor. 4:9-16 |
Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς Ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα, ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλʼ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλʼ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε. |
Brethren, God has exhibited us apostles as last of all, like men sentenced to death; because we have become a spectacle to the world, to angels and to men. We are fools for Christ's sake, but you are wise in Christ. We are weak, but you are strong. You are held in honor, but we in disrepute. To the present hour we hunger and thirst, we are ill-clad and buffeted and homeless, and we labor, working with our own hands. When reviled, we bless; when persecuted, we endure; when slandered, we try to conciliate; we have become, and are now, as the refuse of the world, the off-scouring of all things. I do not write this to make you ashamed, but to admonish you as my beloved children. For though you have countless guides in Christ, you do not have many fathers. For I became your father in Christ Jesus through the gospel. I urge you, then, be imitators of me. [RSV] |
|
|
Ἀλληλούϊα. Ἦχος αʹ. Ψαλμὸς 17. |
Alleluia. Mode 1. Psalm 17. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. αʹ. Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοί, καὶ ὑποτάξας λαοὺς ὑπʼ ἐμέ. |
Verse 1: The God who vindicates me, and who subdued the peoples under me. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. βʹ. Μεγαλύνων τὰς σωτηρίας τοῦ βασιλέως αὐτοῦ, καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ. |
Verse 2: He who magnifies the salvation of His king and shows mercy to His anointed. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Κυριακὴ Ιʹ τοῦ Ματθαίου |
10th Sunday of Matthew |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
Ματ ιζʹ 14 - 23 |
Mt. 17:14-23 |
Τῷ καιρῷ ἐκείνῳ, ἄνθρωπός τις προσῆλθεν τῷ Ἰησοῦ, γονυπετῶν αὐτὸν καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη! ἕως πότε ἔσομαι μεθʼ ὑμῶν; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπʼ αὐτοῦ τὸ δαιμόνιον καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατʼ ἰδίαν εἶπον· Διατί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Διὰ τὴν ἀπιστίαν ὑμῶν. ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν. τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Ἀναστρεφομένων δὲ αὐτῶν εἰς τὴν Γαλιλαίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. |
At that time, a man came up to Him and kneeling before Him said, "Lord, have mercy on my son, for he is an epileptic and he suffers terribly; for often he falls into the fire, and often into the water. And I brought him to Your disciples, and they could not heal him." And Jesus answered, "O faithless and perverse generation, how long am I to be with you? How long am I to bear with you? Bring him here to me." And Jesus rebuked him, and the demon came out of him, and the boy was cured instantly. Then the disciples came to Jesus privately and said, "Why could we not cast it out?" He said to them, "Because of your little faith. For truly I say to you, if you have faith as a grain of mustard seed, you will say to this mountain, 'Move hence to yonder place,' and it will move; and nothing will be impossible to you. But this kind never comes out except by prayer and fasting." As they were gathering in Galilee, Jesus said to them, "The Son of man is to be delivered into the hands of men, and they will kill Him, and He will be raised on the third day." [RSV] |
|
|
Ὕμνος εἰς τὴν Θεοτόκον. |
Hymn to the Theotokos. |
ᾨδὴ θʹ. Ὁ Εἱρμός. |
Ode ix. Heirmos. |
Ἦχος δʹ. |
Mode 4. |
Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν. |
Your childbirth occurred without corruption. * It was God, wearing flesh, who came forth from your all-holy womb. * He was seen upon the earth and lived among men, O Theotokos; * therefore we all magnify you. [SD] |
|
|
Κοινωνικόν. |
Communion Hymn. |
Ἐν τῷ φωτὶ τῆς δόξης τοῦ προσώπου σου, Κύριε, πορευσόμεθα εἰς τὸν αἰῶνα. Ἀλληλούϊα. |
We shall walk in the light of the glory of Your face, O Lord, forever. Alleluia. [SAAS] |
Δείξε Ἐκλογήν. |
Show Selected Verses. |
Ἐκλογὴ εἰς τὴν Μεταμόρφωσιν τοῦ Σωτῆρος |
Selected Psalm Verses for Transfiguration |
1. Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα. (47:2) |
1. Great is the Lord, and greatly to be praised. (47:2) [SAAS] |
2. Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ. (47:2) |
2. In the city of our God, in His holy mountain. (47:2) [SAAS] |
3. Ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύϊ αὐτοῦ. (64:7) |
3. He who prepares mountains in His strength. (64:7) [SAAS] |
4. Ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. (103:2) |
4. You cover Yourself with light as with a garment. (103:2) [SAAS] |
5. Τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου Κυρίου, καὶ ὀφθήσεται ἐν τῇ δόξῃ αὐτοῦ. (97:8) |
5. The mountains shall greatly rejoice at the presence of the Lord. And He shall be seen in His glory. (97:8) [SAAS] |
6. Πιανθήσεται τὰ ὄρη τῆς ἐρήμου, καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται. (64:13) |
6. The desert fruits will be made fat, and the hills will be girded with rejoicing. (64:13) [SAAS] |
7. Ὄρος τοῦ Θεοῦ, ὄρος πῖον, ὄρος τετυρωμένον, ὄρος πῖον. (67:16) |
7. The mountain of God is a fertile mountain, a mountain richly curdled with milk, a fat mountain. (67:16) [SAAS] |
8. Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; (23:3) |
8. Who shall ascend to the mountain of the Lord? Who shall stand in His holy place? (23:3) [SAAS] |
9. Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; (14:1) |
9. O Lord, who shall dwell in Your tabernacle? Who shall live in Your holy mountain? (14:1) [SAAS] |
10. Ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου. (42:3) |
10. Send out Your light and Your truth. (42:3) [SAAS] |
11. Αὐτά με ὡδήγησαν, καὶ ἤγαγόν με εἰς ὄρος ἅγιόν σου. (42:3) |
11. They guided me and led me to Your holy mountain. (42:3) [SAAS] |
12. Ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ φωτισμὸς τοῦ προσώπου σου. (43:4) |
12. It was Your right hand and Your arm, and the light of Your countenance. (43:4) [SAAS] |
13. Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων. (75:5) |
13. You give light wondrously from the everlasting mountains. (75:5) [SAAS] |
14. Σή ἐστιν ἡ ἡμέρα, καὶ σή ἐστιν ἡ νύξ. (73:16) |
14. The day is Yours, and the night is Yours. (73:16) [SAAS] |
15. Σὺ κατηρτίσω φαῦσιν καὶ ἥλιον. (73:16) |
15. You created the light and the sun. (73:16) [SAAS] |
16. Σὺ ἐποίησας πάντα τὰ ὡραῖα τῆς γῆς. (73:17) |
16. You made all the boundaries of the earth. (73:17) [SAAS] |
17. Θέρος καὶ ἔαρ, σὺ ἔπλασας αὐτά. (73:17) |
17. Summer and winter, You formed these things. (73:17) [SAAS] |
18. Σοί εἰσιν οἱ οὐρανοί, καὶ σή ἐστιν ἡ γῆ. (88:12) |
18. The heavens belong to You, and the earth is Yours. (88:12) [SAAS] |
19. Τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. (88:12) |
19. You founded the world and all its fullness. (88:12) [SAAS] |
20. Τὸν βοῤῥᾶν καὶ τὴν θάλασσαν σὺ ἔκτισας. (88:13) |
20. You created the north wind and the seas. (88:13) [SAAS] |
21. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. (88:13) |
21. Tabor and Hermon shall greatly rejoice in Your name. (88:13) [SAAS] |
22. Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται. (88:16) |
22. O Lord, they shall walk in the light of Your face. (88:16) [SAAS] |
23. Καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν. (88:17) |
23. They shall greatly rejoice in Your name the whole day long. (88:17) [SAAS] |
24. Καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται. (88:17) |
24. They shall be exalted in Your righteousness. (88:17) [SAAS] |
25. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. (89:17) |
25. Let the brightness of the Lord our God be upon us, from this present time and unto the ages. (89:17) [SAAS] |
Κρύψε Ἐκλογήν. |
Hide Selected Verses. |
|
|
Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν. |
Hymn after Holy Communion. |
Ἀντὶ τό· Εἴδομεν τὸ φῶς. |
Instead of "We have seen." |
Ἦχος βαρύς. |
Grave Mode. |
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι. |
You were transfigured upon the mountain, O Christ our God, showing to Your disciples Your glory as much as they could bear. Do also in us, sinners though we may be, shine Your everlasting light, by the intercessions of the Theotokos, O Giver of light. Glory to You. [SD] |
|
|
ΑΠΟΛΥΣΙΣ |
THE DISMISSAL |
Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, O Christ our God. Glory to You. |
Ὁ ἐν τῷ ὄρει τῷ Θαβὼρ μεταμορφωθεὶς ἐν δόξῃ, ἐνώπιον τῶν ἁγίων αὐτοῦ Μαθητῶν καὶ Ἀποστόλων, καὶ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ Ἁγίου τοῦ Ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May He who was transfigured in glory on mount Tabor in front of His holy disciples and Apostles, and Who rose from the dead, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, for He is good and merciful and loves mankind. |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις οἴνου καὶ ἐλαίου. |
Wine: Wine and oil are allowed. Refrain from meat, fish, dairy, and eggs. |
Εἶναι ἡ νηστεία τοῦ Δεκαπενταυγούτου. |
It is the Dormition fast. |