2022

2022

Τῇ Δευτέρᾳ | Τῌ ΛΑʹ ΟΚΤΩΒΡΙΟΥ

On Monday | October 31

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Δευτέρα ΚΑʹ Ἑβδομάδος

Monday of the 21st Week

Πρὸς Φιλιππισίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul's Letter to the Philippians.

Φλπ 4:10-23

Phil. 4:10-23

Ἀδελφοί, ἐχάρην ἐν Κυρίῳ μεγάλως ὅτι ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν· ἐφʼ ᾧ καὶ ἐφρονεῖτε ἠκαιρεῖσθε δέ. Οὐχ ὅτι καθʼ ὑστέρησιν λέγω· ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμι αὐτάρκης εἶναι. Οἶδα καὶ ταπεινοῦσθαι͵ οἶδα καὶ περισσεύειν· ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾶν͵ καὶ περισσεύειν καὶ ὑστερεῖσθαι. Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές μου τῇ θλίψει. Οἴδατε δὲ καὶ ὑμεῖς͵ Φιλιππήσιοι͵ ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου͵ ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας͵ οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμεῖς μόνοι· ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε. Οὐχ ὅτι ἐπιζητῷ τὸ δόμα͵ ἀλλὰ ἐπιζητῷ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν. Ἀπέχω δὲ πάντα καὶ περισσεύω· πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρʼ ὑμῶν͵ ὀσμὴν εὐωδίας͵ θυσίαν δεκτήν͵ εὐάρεστον τῷ Θεῷ. Ὁ δὲ Θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ. Τῷ δὲ Θεῷ καὶ Πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. Ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι͵ μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας. Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀμήν.

Brethren, I rejoice in the Lord greatly that now at length you have revived your concern for me; you were indeed concerned for me, but you had no opportunity. Not that I complain of want; for I have learned, in whatever state I am, to be content. I know how to be abased, and I know how to abound; in any and all circumstances I have learned the secret of facing plenty and hunger, abundance and want. I can do all things in him who strengthens me. Yet it was kind of you to share my trouble. And you Philippians yourselves know that in the beginning of the gospel, when I left Macedonia, no church entered into partnership with me in giving and receiving except you only; for even in Thessalonica you sent me help once and again. Not that I seek the gift; but I seek the fruit which increases to your credit. I have received full payment, and more; I am filled, having received from Epaphroditos the gifts you sent, a fragrant offering, a sacrifice acceptable and pleasing to God. And my God will supply every need of yours according to his riches in glory in Christ Jesus. To our God and Father be glory for ever and ever. Amen. Greet every saint in Christ Jesus. The brethren who are with me greet you. All the saints greet you, especially those of Caesar's household. The grace of the Lord Jesus Christ be with your spirit. Amen. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Δευτέρα τῆς Ζʹ Ἑβδομάδος τοῦ Λουκᾶ

Monday of the 7th Week of Luke

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the Holy Gospel according to Luke.

Λου ιαʹ 29 - 33

Lk. 11:29-33

Τῷ καιρῷ ἐκείνῳ, ἐπαθροιζομένων τῶν ὄχλων ἤρξατο ὁ Ἰησοῦς λέγειν· Ἡ γενεὰ αὕτη γενεὰ πονηρά ἐστι· σημεῖον ζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου. καθὼς γὰρ ἐγένετο Ἰωνᾶς σημεῖον τοῖς Νινευῒταις, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου τῇ γενεᾷ ταύτῃ σημεῖον. βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῶν ἀνδρῶν τῆς γενεᾶς ταύτης καὶ κατακρινεῖ αὐτούς, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος, καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε. ἄνδρες Νινευῒ ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε. Οὐδεὶς δὲ λύχνον ἅψας εἰς κρύπτην τίθησιν οὐδὲ ὑπὸ τὸν μόδιον, ἀλλʼ ἐπὶ τὴν λυχνίαν, ἵνα οἱ εἰσπορευόμενοι τὸ φῶς βλέπωσιν.

At that time, when the crowds were increasing, he began to say, "This generation is an evil generation; it seeks a sign, but no sign shall be given to it except the sign of Jonah. For as Jonah became a sign to the men of Nineveh, so will the Son of man be to this generation. The queen of the South will arise at the judgment with the men of this generation and condemn them; for she came from the ends of the earth to hear the wisdom of Solomon, and behold, something greater than Solomon is here. The men of Nineveh will arise at the judgment with this generation and condemn it; for they repented at the preaching of Jonah, and behold, something greater than Jonah is here. No one after lighting a lamp puts it in a cellar or under a bushel, but on a stand, that those who enter may see the light." [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

It is appropriate to stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΛΑʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Στάχυος, Ἀπελλοῦ, Ἀμπιλία, Οὐρβανοῦ, Ναρκίσσου, καὶ Ἀριστοβούλου.

On October 31, we commemorate the holy Apostles of the Seventy: Stachys, Apelles, Amplias, Urban, Narcissus and Aristobulus.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Μάρτυρος Ἐπιμάχου τοῦ Αἰγυπτίου.

On this day we commemorate the holy Martyr Epimachus the Egyptian.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰακώβου, Ἐπισκόπου Μυγδονίας, ἑνὸς τῶν τριακοσίων δέκα καὶ ὀκτὼ ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ.

On this day we commemorate our father among the saints Iakovos, Bishop of Mygdonia, one of the 318 holy fathers in Nicea.

Τῇ αὐτῇ ἡμέρᾳ διήγησις Θεοδωρήτου Ἐπισκόπου, περὶ βίου καὶ ἀθλήσεως Ὁμολογητοῦ τινος ἀνωνύμου.

On this day there is a narrative by Bishop Theodoritus, about the life and contest of an anonymous Confessor

Μνήμη τοῦ ἁγίου Νεομάρτυρος Νικολάου τοῦ ἐν Χίῳ, μαρτυρήσαντος ἐν ἔτει ᾳψνδʹ (1754).

We also commemorate the holy New Martyr Nicholas who witnessed in Chios in 1754.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.