2022

2022

Τῇ Δευτέρᾳ | Τῌ ΚΔʹ ΟΚΤΩΒΡΙΟΥ

On Monday | October 24

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Δευτέρα Κʹ Ἑβδομάδος

Monday of the 20th Week

Πρὸς Φιλιππισίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul's Letter to the Philippians.

Φλπ 2:12-16

Phil. 2:12-16

Ἀδελφοί, καθὼς πάντοτε ὑπηκούσατε, μὴ ὡς ἐν τῇ παρουσίᾳ μου μόνον, ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳ μου, μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε· ὁ Θεὸς γάρ ἐστιν ὁ ἐνεργῶν ἐν ὑμῖν καὶ τὸ θέλειν καὶ τὸ ἐνεργεῖν ὑπὲρ τῆς εὐδοκίας. Πάντα ποιεῖτε χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν, ἵνα γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης, ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες εἰς καύχημα ἐμοὶ εἰς ἡμέραν Χριστοῦ.

Brethren, as you have always obeyed, so now, not only as in my presence but much more in my absence, work out your own salvation with fear and trembling; for God is at work in you, both to will and to work for his good pleasure. Do all things without grumbling or questioning, that you may be blameless and innocent, children of God without blemish in the midst of a crooked and perverse generation, among whom you shine as lights in the world, holding fast the word of life, so that in the day of Christ I may be proud. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Δευτέρα τῆς Ϛʹ Ἑβδομάδος τοῦ Λουκᾶ

Monday of the 6th Week of Luke

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the Holy Gospel according to Luke.

Λου ιʹ 22 - 24

Lk. 10:22-24

Εἶπεν ὁ Κύριος· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατʼ ἰδίαν εἶπε· Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.

The Lord said, "All things have been delivered to me by my Father; and no one knows who the Son is except the Father, or who the Father is except the Son and any one to whom the Son chooses to reveal him." Then turning to the disciples he said privately, "Blessed are the eyes which see what you see! For I tell you that many prophets and kings desired to see what you see, and did not see it, and to hear what you hear, and did not hear it." [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Μάρτυρος.

For the Martyr.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul's Letter to the Hebrews.

Εβρ 11:33-40; 12:1-2

Heb. 11:33-40; 12:1-2

Ἀδελφοί, οἱ Ἅγιοι πάντες διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα Κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, διʼ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν.

Brethren, all the saints through faith conquered kingdoms, enforced justice, received promises, stopped the mouths of lions, quenched raging fire, escaped the edge of the sword, won strength out of weakness, became mighty in war, put foreign armies to flight. Women received their dead by resurrection. Some were tortured, refusing to accept release, that they might rise again to a better life. Others suffered mocking and scourging, and even chains and imprisonment. They were stoned, they were sawn in two, they were tempted, they were killed with the sword; they went about in skins of sheep and goats, destitute, afflicted, ill-treated - of whom the world was not worthy - wandering over deserts and mountains and in dens and caves of the earth. And all these, though well attested by their faith, did not receive what was promised, since God had foreseen something better for us, that apart from us they should not be made perfect. Therefore, since we are surrounded by so great a cloud of witnesses, let us also lay aside every weight, and sin which clings so closely, and let us run with perseverance the race that is set before us, looking to Jesus the pioneer and perfection of our faith. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τοῦ Μάρτυρος.

For the Martyr.

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the Holy Gospel according to Luke.

Λου ιβʹ 32 - 40

Lk. 12:32-40

Εἶπεν ὁ Κύριος· Μὴ φοβοῦ τὸ μικρὸν ποίμνιον· ὅτι εὐδόκησεν ὁ πατὴρ ὑμῶν δοῦναι ὑμῖν τὴν βασιλείαν. πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν καὶ δότε ἐλεημοσύνην. ποιήσατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει οὐδὲ σὴς διαφθείρει· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία ὑμῶν ἔσται. Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι· καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν πότε ἀναλύσῃ ἐκ τῶν γάμων, ἵνα ἐλθόντος καὶ κρούσαντος εὐθέως ἀνοίξωσιν αὐτῷ. μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. ἀμὴν λέγω ὑμῖν ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτούς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ καὶ ἐν τῇ τρίτῃ φυλακῇ ἔλθῃ καὶ εὕρῃ οὕτω, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι. τοῦτο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν ἀφῆκε διορυγῆναι τὸν οἶκον αὐτοῦ. καὶ ὑμεῖς οὖν γίνεσθε ἕτοιμοι· ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.

The Lord said, "Fear not, little flock, for it is your Father's good pleasure to give you the Kingdom. Sell your possessions, and give alms; provide yourselves with purses that do not grow old, with a treasure in the heavens that does not fail, where no thief approaches and no moth destroys. For where your treasure is, there will your heart be also. Let your loins be girded and your lamps burning, and be like men who are waiting for their master to come home from the marriage feast, so that they may open to him at once when he comes and knocks. Blessed are those servants whom the master finds awake when he comes; truly, I say to you, he will gird himself and have them sit at table, and he will come and serve them. If he comes in the second watch, or in the third, and finds them so, blessed are those servants! But know this, that if the householder had known at what hour the thief was coming, he would not have left his house to be broken into. You also must be ready; for the Son of man is coming at an unexpected hour." [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

It is appropriate to stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΔʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου Μεγαλομάρτυρος Ἀρέθα, καὶ τῆς συνοδίας αὐτοῦ.

On October 24, we commemorate the holy Great Martyr Arethas and those with him.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη μιᾶς γυναικός, καὶ τοῦ βρέφους αὐτῆς, ἥν ἰδὸν τὸ βρέφος ἐν τῷ πυρί, ἐπιῤῥίψαν ἐν τῇ φλογὶ ἑαυτό, τελειοῦται.

On this day we commemorate a mother and her infant who saw his mother in the fire and threw himself in the fire and both died.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἁγίας Μάρτυρος Σεβαστιανῆς.

On this day we commemorate the holy martyr Sebastiana.

Οἱ ἅγιοι Μάρτυρες, Μᾶρκος, Σωτήριχος καὶ Οὐαλεντῖνος, κατὰ γῆς συρόμενοι, τελειοῦνται.

The holy martyrs Mark, Sotirichos and Valentinos died when they were dragged on the ground.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.