2022

2022

Τῇ Κυριακῇ | Τῌ Θʹ ΟΚΤΩΒΡΙΟΥ

On Sunday | October 9

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Κυριακὴ ΙΖʹ Ἑβδομάδος

17th Sunday

Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul's Second Letter to the Corinthians.

2Κορ 6:16-18; 7:1

2 Cor. 6:16-18; 7:1

Ἀδελφοί, ὑμεῖς ἐστε ναὸς Θεοῦ ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ. Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.

Brethren, you are the temple of the living God; as God said, "I will live in them and move among them, and I will be their God, and they shall be my people. Therefore come out from them, and be separate from them, says the Lord, and touch nothing unclean; then I will welcome you, and I will be a father to you, and you shall be my sons and daughters, says the Lord Almighty." Since we have these promises, beloved, let us cleanse ourselves from every defilement of body and spirit, and make holiness perfect in the fear of God. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Κυριακὴ Γʹ τοῦ Λουκᾶ

3rd Sunday of Luke

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the Holy Gospel according to Luke.

Λου ζʹ 11 - 16

Lk. 7:11-16

Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὁ Ἰησοῦς εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς. ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογενὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπʼ αὐτῇ καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε· καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. ἔλαβε δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν Θεόν, λέγοντες ὅτι Προφήτης μέγας ἠγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.

At that time, Jesus went to a city called Nain, and his disciples and a great crowd went with him. As he drew near to the gate of the city, behold, a man who had died was being carried out, the only son of his mother, and she was a widow; and a large crowd from the city was with her. And when the Lord saw her, he had compassion on her and said to her, "Do not weep." And he came and touched the bier, and the bearers stood still. And he said, "Young man, I say to you, arise." And the dead man sat up, and began to speak. And he gave him to his mother. Fear seized them all; and they glorified God, saying, "A great prophet has arisen among us!" and "God has visited his people!" [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Ἀποστόλου.

For the Apostle.

Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul's First Letter to the Corinthians.

1Κορ 4:9-16

1 Cor. 4:9-16

Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς Ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. Ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. Ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα, ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλʼ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλʼ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

Brethren, God has exhibited us apostles as last of all, like men sentenced to death; because we have become a spectacle to the world, to angels and to men. We are fools for Christ's sake, but you are wise in Christ. We are weak, but you are strong. You are held in honor, but we in disrepute. To the present hour we hunger and thirst, we are ill-clad and buffeted and homeless, and we labor, working with our own hands. When reviled, we bless; when persecuted, we endure; when slandered, we try to conciliate; we have become, and are now, as the refuse of the world, the off-scouring of all things. I do not write this to make you ashamed, but to admonish you as my beloved children. For though you have countless guides in Christ, you do not have many fathers. For I became your father in Christ Jesus through the gospel. I urge you, then, be imitators of me. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τοῦ Ἀποστόλου.

For the Apostle.

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the Holy Gospel according to Matthew.

Ματ θʹ 36 - 38, ιʹ 1 - 8

Mt. 9:36-38; 10:1-8

Τῷ καιρῷ ἐκείνῳ, εἶδεν ὁ Ἰησοῦς πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐκλελυμένοι καὶ ἐῤῥιμμένοι ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐισι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἁλφαίου καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος, Σίμων ὁ Κανανίτης καὶ Ἰούδας ὁ Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

At that time, when Jesus saw the crowds, he had compassion for them, because they were harassed and helpless, like sheep without a shepherd. Then he said to his disciples, "The harvest is plentiful, but the laborers are few; pray therefore the Lord of the harvest to send out laborers into his harvest." And he called to him his twelve disciples and gave them authority over unclean spirits, to cast them out, and to heal every disease and every infirmity. The names of the twelve apostles are these: first, Simon, who is called Peter, and Andrew his brother; James the son of Zebedee, and John his brother; Philip and Bartholomew; Thomas and Matthew the tax collector; James the son of Alphaios, and Thaddaios; Simon the Cananaean, and Judas Iscariot, who betrayed him. These twelve Jesus sent out, charging them, "Go nowhere among the Gentiles, and enter no town of the Samaritans, but go rather to the lost sheep of the house of Israel. And preach as you go, saying, 'The kingdom of heaven is at hand.' Heal the sick, raise the dead, cleanse lepers, cast out demons. You received without paying, give without pay." [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

It is appropriate to stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Θʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου Ἀποστόλου Ἰακώβου τοῦ Ἀλφαίου.

On October 9, we commemorate the holy Apostle James (Iakovos), son of Alphaeus.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἀνδρονίκου καὶ Ἀθανασίας τῆς συμβίου αὐτοῦ.

On this day we commemorate our devout father Andronicus and his wife Athanasia.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἁγίας Μάρτυρος Ποπλίας.

On this day we commemorate the holy Martyr Poplia the Confessor.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Πέτρου.

On this day we commemorate our devout father Peter.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Δωροθέου Ἐπισκόπου Τύρου.

On this day we commemorate our devout father Dorotheus Bishop of Tyre.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ δικαίου Ἀβραὰμ καὶ τοῦ ἀνεψιοῦ αὐτοῦ Λώτ.

On this day we commemorate righteous Abraham and his nephew Lot.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου Στεφάνου τοῦ Τυφλοῦ, πρίγκηπος τῆς Σερβίας.

On this day we commemorate St. Stephan the Blind, Prince of Serbia.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Διονυσίου, πρώτου ἐπισκόπου Παρισίων, καὶ τῶν σὺν αὐτῷ Ρουστικοῦ καὶ Ἐλευθερίου.

On this day we also commemorate the holy Hieromartyr Dionysius, the first Bishop of Paris, and those with him, Rusticus and Eleftherios.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.