Ο ΠΡΟΟΙΜΙΑΚΟΣ - ΑΙ ΕΥΧΑΙ

INTRODUCTORY PSALM - PRAYERS

Καθʼ ὃν δὲ χρόνον αναγινώσκεται ὁ Προοιμιακὸς Ψαλμός, ὁ Ἱερεύς, πρὸ τῆς ἁγίας Τραπέζης ἱστάμενος, ἀναγινώσκει τὰς λεγομάνας εὐχὰς τοῦ Λυχνικοῦ.

While the Introductory Psalm is being read, the Priest stands in front of the holy Table and reads the so-called Lamp-lighting Prayers.

ΙΕΡΕΥΣ (μυστικῶς)

PRIEST (inaudibly)

ΕΥΧΗ Αʹ

PRAYER 1

Κύριε, οἰκτίρμον καὶ ἐλεῆμον, μακρόθυμε καὶ πολυέλεε, ἐνώτισαι τὴν προσευχὴν ἡμῶν καὶ πρόσχες τῇ φωνῇ τῆς δεήσεως ἡμῶν· ποίησον μεθʼ ἡμῶν σημεῖον εἰς ἀγαθόν· ὁδήγησον ἡμᾶς ἐν τῇ ὁδῷ σου τοῦ πορεύεσθαι ἐν τῇ ἀληθείᾳ σου· εὔφρανον τὰς καρδίας ἡμῶν εἰς τὸ φοβεῖσθαι τὸ ὄνομά σου τὸ ἅγιον· διότι μέγας εἶ σὺ καὶ ποιῶν θαυμάσια· σὺ εἶ Θεὸς μόνος καὶ οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε, δυνατὸς ἐν ἐλέει καὶ ἀγαθὸς ἐν ἰσχύϊ, εἰς τὸ βοηθεῖν καὶ παρακαλεῖν καὶ σῴζειν πάντας τοὺς ἐλπίζοντας εἰς τὸ ὄνομά σου τὸ ἅγιον.

Lord, compassionate and merciful, longsuffering and abounding in mercy, give ear to our prayer and heed the voice of our supplication. Work a sign in our midst for good. Lead us in Your way, and we will walk in Your truth; gladden our hearts so as to fear Your holy name. For You are great and You do wonders; You alone are God, and there is none like You among the gods. Lord, You are mighty in mercy and good in strength, to help and comfort and save all those who hope in Your holy name. [GOASD]

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For to You belong all glory, honor, and worship, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages. Amen. [GOA]

ΕΥΧΗ Βʹ

PRAYER 2

Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς ἡμᾶς, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς ἡμᾶς, ἀλλὰ ποίησον μεθʼ ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου, ἰατρὲ καὶ θεραπευτὰ τῶν ψυχῶν ἡμῶν· ὁδήγησον ἡμᾶς ἐπὶ λιμένα θελήματός σου· φώτισον τοὺς ὀφθαλμοὺς τῶν καρδιῶν ἡμῶν εἰς ἐπίγνωσιν τῆς σῆς ἀληθείας· καὶ δώρησαι ἡμῖν τὸ λοιπὸν τῆς παρούσης ἡμέρας εἰρηνικὸν καὶ ἀναμάρτητον καὶ πάντα τὸν χρόνον τῆς ζωῆς ἡμῶν· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων.

O Lord, do not rebuke us in Your wrath, nor chasten us in Your anger. But deal with us according to Your kindness, O physician and healer of our souls. Guide us to the haven of Your desire. Enlighten the eyes of our hearts to the knowledge of Your truth. And grant us to pass the rest of the day, and the entire time of our life, in peace and without sin; at the intercessions of the holy Theotokos and all Your saints. [GOASD]

Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For Yours is the dominion, and Yours is the kingdom and the power and the glory, of the Father and of the Son and of the Holy Spirit, now and forever and to the ages of ages. Amen. [GOA]

ΕΥΧΗ Γʹ

PRAYER 3

Κύριε, ὁ Θεὸς ἡμῶν, μνήσθητι ἡμῶν τῶν ἁμαρτωλῶν καὶ ἀχρείων δούλων σου ἐν τῷ ἐπικαλεῖσθαι ἡμᾶς τὸ ἅγιον ὄνομά σου καὶ μὴ καταισχύνῃς ἡμᾶς ἀπὸ τῆς προσδοκίας τοῦ ἐλέους σου, ἀλλὰ χάρισαι ἡμῖν, Κύριε, πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα· καὶ ἀξίωσον ἡμᾶς ἀγαπᾶν καὶ φοβεῖσθαί σε ἐξ ὅλης τῆς καρδίας ἡμῶν καὶ ποιεῖν ἐν πᾶσι τὸ θέλημά σου.

Lord our God, remember us Your sinful and unworthy servants when we call upon Your holy name; and do not put us to shame as we anticipate Your mercy. Please, Lord, grant us all our requests that lead to salvation; and grant that we may wholeheartedly love and fear You and do Your will in all things. [GOASD]

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For You are good and benevolent God, and to You we offer up glory, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages. Amen. [GOA]

ΕΥΧΗ Δʹ

PRAYER 4

Ὁ τοῖς ἀσιγήτοις ὕμνοις καὶ ἀπαύστοις δοξολογίαις ὑπὸ τῶν ἁγίων δυνάμεων ἀνυμνούμενος, πλήρωσον τὸ στόμα ἡμῶν τῆς αἰνέσεώς σου τοῦ δοῦναι μεγαλωσύνην τῷ ὀνόματί σου τῷ ἁγίῳ· καὶ δὸς ἡμῖν μερίδα καὶ κλῆρον μετὰ πάντων τῶν φοβουμένων σε ἐν ἀληθείᾳ καὶ φυλασσόντων τὰς ἐντολάς σου· πρεσβείαις τῆς ἁγίας Θεοτόκου καὶ πάντων τῶν ἁγίων σου.

O Lord, extolled by the holy hosts with never-silent hymns and never-ceasing doxologies, fill our mouths with Your praise, to ascribe greatness to Your holy name. Give us a portion and inheritance with all those who fear You in truth and keep Your commandments; at the intercessions of the holy Theotokos and all Your saints. [GOASD]

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For to You belong all glory, honor, and worship, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages. Amen. [GOA]

ΕΥΧΗ Εʹ

PRAYER 5

Κύριε, Κύριε, ὁ τῇ ἀχράντῳ σου παλάμῃ συνέχων τὰ σύμπατα, ὁ μακροθυμῶν ἐπὶ πάντας ἡμᾶς καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις ἡμῶν, μνήσθητι τῶν οἰκτιρμῶν σου καὶ τοῦ ἐλέους σου· ἐπίσκεψαι ἡμᾶς ἐν τῇ σῇ ἀγαθότητι· καὶ δὸς ἡμῖν διαφυγεῖν καὶ τὸ λοιπὸν τῆς παρούσης ἡμέρας ἐκ τῶν τοῦ πονηροῦ ποικίλων μηχανημάτων καὶ ἀνεπιβούλευτον τὴν ζωὴν ἡμῶν διαφύλαξον τῇ χάριτι τοῦ παναγίου σου Πνεύματος.

Lord, O Lord, who hold the universe in Your immaculate hand, who are longsuffering toward us all and willing to change Your heart concerning our evils, remember Your compassion and Your mercy. Visit us in Your goodness. Grant that we may evade the evil one’s various plots for the rest of the day; and keep our life safe and sound, by the grace of Your all-holy Spirit. [GOASD]

Ἐλέει καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Through the mercy and love for humankind of Your only-begotten Son, with whom You are blessed, together with Your all-holy, good, and life-creating Spirit, now and forever and to the ages of ages. Amen. [GOA]

ΕΥΧΗ Ϛʹ

PRAYER 6

Ὁ Θεὸς ὁ μέγας καὶ θαυμαστός, ὁ ἀνεκδιηγήτῳ ἀγαθωσύνῃ καὶ πλουσίᾳ προνοίᾳ διοικῶν τὰ σύμπαντα· ὁ καὶ τὰ ἐγκόσμια ἀγαθὰ ἡμῖν δωρησάμενος καὶ κατεγγυήσας ἡμῖν τὴν ἐπηγγελμένην βασιλείαν διὰ τῶν ἤδη κεχαρισμένων ἡμῖν ἀγαθῶν· ὁ ποιήσας ἡμᾶς καὶ τῆς νῦν ἡμέρας τὸ παρελθὸν μέρος ἀπὸ παντὸς ἐκκλῖναι κακοῦ, δώρησαι ἡμῖν καὶ τὸ ὑπόλοιπον ἀμέμπτως ἐκτελέσαι ἐνώπιον τῆς ἁγίας δόξης σου, ὑμνοῦντάς σε τὸν μόνον ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν.

O God, great and wondrous,You govern all things in Your inexpressible goodness and plentiful providence. You have given us earthly blessings; and, by the blessings already granted, You have pledged to us the promised kingdom. All day until now, You made us shun all evil. Grant that we blamelessly finish the rest of the day in the presence of Your holy glory, extolling You, our only good and benevolent God. [GOASD]

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For You are our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. Amen. [GOA]

ΕΥΧΗ Ζʹ

PRAYER 7

Ὁ Θεὸς ὁ μέγας καὶ ὕψιστος, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον· ὁ πᾶσαν τὴν κτίσιν ἐν σοφίᾳ δημιουργήσας· ὁ διαχωρήσας ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους καὶ τὸν μὲν ἥλιον θέμενος εἰς ἐξουσίαν τῆς ἡμέρας, σελήνην δὲ καὶ ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός· ὁ καταξιώσας ἡμᾶς τοὺς ἁμαρτωλοὺς καὶ ἐπὶ τῆς παρούσης ὥρας προφθάσαι τὸ πρόσωπόν σου ἐν ἐξομολογήσει καὶ τὴν ἑσπερινήν σοι δοξολογίαν προσαγαγεῖν· αὐτός, φιλάνθρωπε Κύριε, κατεύθυνον τὴν προσευχὴν ἡμῶν ὡς θυμίαμα ἐνώπιόν σου καὶ πρόσδεξαι αὐτὴν εἰς ὀσμὴν εὐωδίας. Παράσχου δὲ ἡμῖν τὴν παροῦσαν ἑσπέραν καὶ τὴν ἐπιοῦσαν νύκτα εἰρηνικήν· ἔνδυσον ἡμᾶς ὅπλα φωτός· ῥῦσαι ἡμᾶς ἀπὸ φόβου νυκτερινοῦ καὶ ἀπὸ παντὸς πράγματος ἐν σκότει διαπορευομένου· καὶ δὸς ἡμῖν τὸν ὕπνον, ὃν εἰς ἀνάπαυσιν τῇ ἀσθενείᾳ ἡμῶν ἐδωρήσω, πάσης διαβολικῆς φαντασίας ἀπηλλαγμένον. Ναί, Δέσποτα τῶν ἁπάντων, τῶν ἀγαθῶν χορηγέ· ἵνα, καὶ ἐπὶ ταῖς κοίταις ἡμῶν κατανυγόμενοι, μνημονεύωμεν ἐν νυκτὶ τοῦ ὀνόματός σου, καὶ τῇ μελέτῃ τῶν σῶν ἐντολῶν καταυγαζόμενοι, ἐν ἀγαλλιάσει ψυχῆς διανιστῶμεν πρὸς δοξολογίαν τῆς σῆς ἀγαθότητος, δεήσεις καὶ ἱκεσίας τῇ σῇ εὐσπλαγχνίᾳ προσάγοντες ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων καὶ παντὸς τοῦ λαοῦ σου, ὃν ταῖς πρεσβείαις τῆς ἁγίας Θεοτόκου ἐν ἐλέει ἐπίσκεψαι.

O God, great and most high, who alone have immortality and dwell in unapproachable light, You made all creation in wisdom. You divided the light from the darkness and set the sun for authority over the day, the moon and stars for authority over the night. At this hour You have granted us sinners to come before Your face with thanksgiving and to offer You an evening doxology. O benevolent Lord, let our prayer be set forth before You as incense, and accept it as a fragrant offering. Grant us a peaceful evening and night. Put on us the armor of light. Rescue us from night terrors and from anything lurking in darkness; and let our sleep, which You gave us for rest in our weakness, be free of any demonic fantasies. Please do this, O Master of all and Giver of good things, and we will remember Your name as we lie in bed at night; and, enlightened through meditation on Your commandments, we will wake up with joy in our souls and glorify Your goodness; and by virtue of Your compassion we will offer up prayers and supplications for our own misdeeds and those of all Your people. We pray You visit them with Your mercy, at the intercessions of the holy Theotokos. [GOASD]

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

For You are good and benevolent God, and to You we offer up glory, to the Father and to the Son and to the Holy Spirit, now and forever and to the ages of ages. Amen. [GOA]

Μετὰ τὴν συμπλήρωσιν τῆς ἀναγνώσεως… ἐκφωνεῖ κατωτέρω τὴν μετάλην Συναπτήν, ἤτοι τὰ Εἰρηνικά, τῶν Χορῶν ψαλλόντων ἐναλλὰξ μεθʼ ἑκάστην δέησιν τό· Κύριε, ἐλέησον ἅπαξ. Μὴ ὄντος Διακόνου, ὁ Ἱερεύς, πρὸ τῆς ἁγίας Τραπέζης ἱστάμεονς ἀσκεπής, λέγει τὰ Εἰρηνικά.

Once the Introductory Psalm is finished, the Priest remains reverently before the holy Table. The Deacon, fully vested (except for his cuffs) and head covered, bows to the Priest, exits the sanctuary through the north door, approaches the Beautiful Gate, nods towards the hierarchical Throne, and reverently bows; he takes the orarion in his right hand, faces the icon of the Lord on the icon screen, and intones the Great Litany, i.e. the Litany of Peace. The Choirs sing “Lord, have mercy” once after each petition, antiphonally. When there is no Deacon, the Priest says Litany of Peace, standing before the holy Table, head uncovered.